Scholia in Lucianum

Scholia in Lucianum

Scholia in Lucianum. Rabe, Hugo, editor. Leipzig: Teubner, 1906.

κεφαλαὶ* τοκήων] νόμος ἦν οὗτος Πυθαγορείοις, ὅτι τὸ

κυάμους φαγεῖν ἴσον ἐστὶ τῷ φαγεῖν τὴν κεφαλὴν τῶν τοκήων. ~ ΓCΩ

ἐγκρυφίας*] ἄρτος ὁ ῥυπαρώτατος. ~ Γ

ἐξηνθηκώς*] ἐκβράσας. ~ Γφ

κόρυζα*] μωρία· τῶν γὰρ ἀνοήτων ἐκ τῶν ῥινῶν μύξαι ῥέουσιν. ~ ΓφΩ

ἅπαντες φαλακροί*] οἱ γὰρ νεκροὶ τὰς τρίχας οὐκ ἔχουσιν. ~ ΓΩ

τοὺς ἐν Σικελίᾳ τυράννους*] τοὺς Διονυσίους λέγει· ἀπῆλθε γὰρ πρὸς αὐτοὺς ὁ Πλάτων. ~ ΓφΩ