Scholia in Lucianum
Scholia in Lucianum
Scholia in Lucianum. Rabe, Hugo, editor. Leipzig: Teubner, 1906.
πρὸς τῆς Στυγός] τὸ τῆς Στυγὸς ὕδωρ ὅρκον φασὶ θεῶν καὶ κυρίως ἐν Ἅιδου εἶναι τοῦτο. διὸ καὶ νῦν τοῦτο αὐτὸν τὸν Κέρβερον ὥρκωσεν. ~ B
διαμέλλοντα*] βραδύνοντα. ~ Γ
ξενάγησόν με] ἀντὶ τοῦ ὁδήγησον ἐμὲ τὸν ξένον. ~ M
Ὑάκινθος* κτλ.] ἐρώμενοι τοῦ Ἀπόλλωνος. ~ ΓRφMΩ
Νιρεύς*] τούτου Ὅμηρος [B 673] ὡς καλλίστου μέμνηται. ~ ΓRΩ
Τυρώ*] ταύτης ἠράσθη ὁ Ἀπόλλων. ~ ΓRΩ
Λήδα*] ταύτης ἠράσθη ὁ Ζεύς. ~ ΓRΩ