Scholia in Lucianum
Scholia in Lucianum
Scholia in Lucianum. Rabe, Hugo, editor. Leipzig: Teubner, 1906.
Κόδρου* δὲ εὐγενέστερος] Μέλανθος Πύλιος ὢν ἀπὸ Πύλου — νῆσος δὲ αὕτη τῆς Πελοποννήσου — εἰς Ἀθήνας ἐλθὼν πολέμου καταλαβόντος ἐμονομάχησε Ξάνθῳ τῷ Βοιωτῷ ὑπὲρ Ἀθηναίων ἐπὶ μισθῷ τῇ βασιλείᾳ τῶν Ἀθηναίων καὶ νικήσας ἐβασίλευσεν. τούτου δὲ υἱὸς ὁ Κόδρος. ~ ΓRφΩ. Addit R: ἐπ’ εὐγενείᾳ διαβόητος. ~