Scholia in Lucianum
Scholia in Lucianum
Scholia in Lucianum. Rabe, Hugo, editor. Leipzig: Teubner, 1906.
ἐξστάδιος*] ἓξ σταδίων· εἴρητο [c. 16] γὰρ ἤδη αὐτοῖς, ὁπόσων σταδίων ἐπέχοι ἂν ἀφηγουμένους ἡ κενὴ μακαρία. ~ VΔ
δειπνῆσαι ἐν Ἰταλίᾳ κτλ.] ὡραῖον. ~ Γ
παρακεκινηκότα* τὴν γνώμην] οἷον μωραίνοντα. ~ V
τὴν ἀριστερὰν* πεφορτισμένος] ἐπὶ τῆς ἀριστερᾶς δακτυλιδιοφοροῦσι. ~ VΔ
Ἐν τούτοις τοῖς διαλόγοις διαπαῖξαι βούλεται τὰ παρὰ τῶν Ἑλλήνων περὶ τοῦ Ἅιδου λεγόμενα καὶ διὰ τοῦτο νεκροὺς εἰσάγει πρὸς ἀλλήλους διαλεγομένους· ὅθεν καὶ νεκρικοὺς αὐτοὺς ὠνόμασεν. ~ ΓRVΩ