Scholia in Lucianum
Scholia in Lucianum
Scholia in Lucianum. Rabe, Hugo, editor. Leipzig: Teubner, 1906.
Σισύφιόν* τι βάρος] τὸν γὰρ Σίσυφον πέτρον ἐν Ἅιδου ἀνοχλίζειν ὁ μῦθος ποιεῖ. ~ ΔV
τάριχος μὲν ἐξ Ἰβηρίας*] τῆς κάτω Ἰβηρίας τῆς πρὸς τὰ Γάδειρα λέγει — πολλὰ γὰρ ἐκεῖθεν ἰχθυηρὰ ταρίχη
ἐκομίζετο — ἰχθύας φερούσης οὐ κατὰ τὴν ἄλλην θάλασσαν ἀλλὰ πολλῷ καὶ τῷ μεγέθει καὶ τῷ λίπει τοὺς ἄλλους παρευδοκιμοῦντας. ~ ΔVοἶνος* δὲ ἐξ Ἰταλίας] ὃν Φάλερνόν φασι. ~ V
ἀπομεμαγμένην κτλ.] σημείωσαι. ὡραῖον. ~ ΓV
ἐφίππιον*] τὴν ἀστράβην φησὶν ἤτοι τὴν ἐφεστρίδα, ἢν νῦν σέλλαν φασί. ~ VCφΔ
Ἀντίπατρόν* τινα ἐπὶ τῆς Ἑλλάδος ἔασον] Ἀλεξάνδρου τοῦτο τῆς ἱστορίας· κἀκεῖνος γὰρ περαιούμενος τὸν Ἑλλήσποντον ἐπὶ τῆς Εὐρώπης Ἀντίπατρον ἀντ’ αὐτοῦ καταλείπει. ~ VφΔ
ἐξστάδιος*] ἓξ σταδίων· εἴρητο [c. 16] γὰρ ἤδη αὐτοῖς, ὁπόσων σταδίων ἐπέχοι ἂν ἀφηγουμένους ἡ κενὴ μακαρία. ~ VΔ
δειπνῆσαι ἐν Ἰταλίᾳ κτλ.] ὡραῖον. ~ Γ
παρακεκινηκότα* τὴν γνώμην] οἷον μωραίνοντα. ~ V
τὴν ἀριστερὰν* πεφορτισμένος] ἐπὶ τῆς ἀριστερᾶς δακτυλιδιοφοροῦσι. ~ VΔ
Ἐν τούτοις τοῖς διαλόγοις διαπαῖξαι βούλεται τὰ παρὰ τῶν Ἑλλήνων περὶ τοῦ Ἅιδου λεγόμενα καὶ διὰ τοῦτο νεκροὺς εἰσάγει πρὸς ἀλλήλους διαλεγομένους· ὅθεν καὶ νεκρικοὺς αὐτοὺς ὠνόμασεν. ~ ΓRVΩ
⸢Ὁ Τυνδάρεως εἶχε τὴν Λήδαν γυναῖκα. ταύτῃ εἰς κύκνον ὁ⸣ Ζεὺς ⸢μεταβληθεὶς⸣ συνε⸢γένετο, καὶ ἔσχ⸣εν ἐκείνη ⸢ἀπὸ
μὲν τοῦ Τυνδάρεω Κάστορα, ἀπὸ δὲ τοῦ Διὸς Πολυ⸣δεύκην, καὶ συνέβη τ⸣ὸν μὲν Κά⸢στορα ὡς ἀπὸ⸣ ἀνθρώπου ὄντα εἶναι θνητόν, τὸν δὲ Πολυδεύκην ὡς ἐκ Διὸς ἀθάνατον. ὅτε οὖν ἐτελεύτησεν ὁ Κάστωρ, ἐλυ⸢πεῖτο ὁ Πολυ⸣δεύκης καὶ ὁ Ζεὺς ἐλεήσας αὐτόν, ὡς λέγουσιν, ἐποίησεν ὥστε τοὺς δύο ζῆν μίαν παρὰ μίαν ἡμέραν. ~ ΓR⸢V⸣φMΩ. Addit R: οἳ ἑτερήμεροι παρ’ Ὁμήρῳ [λ 303] λέγονται. ~Πολύδευκες] ⸢Κάστωρ καὶ Πολυ⸣δεύκης ἄμφω μὲν ἤστην υἱοὶ Διὸς δίδυμοι ἐκ Λήδας τῆς Λακαίνης θνητότητα καὶ ἀθανασίαν τῷ ⸢τοῦ γένους διαφό⸣ρῳ κεκληρωμένοι. ὑπερβολῇ δὲ φιλοστοργίας μ⸤ὴ ἂν ἐκτὸς⸥ ἀλλήλων διάγειν προῃρημένοι μηδέ ⸢τὸν μὲν τοῖς τεθν⸣εῶσι τὸν δὲ τοῖς ἀθανάτοις συμπαρεδρεύειν ἀνεμερί⸤σαν⸥το σφίσιν αὐτοῖς τὸ τοῦ γένους ⸢δεδωρημένον, ὡς⸣ ἂ⸤ν ἑτερή⸥μεροι ὁ μὲν τὰ θνητῶν ὁ δὲ τὰ τῶν ζώντων ⸢περιπολεύοι, ἄλλως τε καὶ σωτῆρες ἀνθρώποις, ὡς ὁ μῦθός φησι, κατακεχωρισμένοι. ἐπεὶ δὲ ταῦτα, διὰ τοῦτό ἐστιν ἐνταῦθα πρὸς Πολυ⸤δεύκην⸥ ὁ λόγος ὡς δῆθεν αὐτοῦ τὸ τηνικάδε λαχόντος τὸν ὑπὲρ γῆς τόπον περινοστεῖν⸣. ~ ⸤B ⸥⸢V⸣φΝΩ
Κράνιον*] Κράνειον Ἡρωδιανὸς ἐν τῇ ιγ′ [cf. Herod. ΙΙ 459, 9 Lenz] καὶ διὰ τῆς ει. ἔστι δὲ τόπος ἐν Κορίνθῳ πανέρημος ἢ γυμνάσιον ἢ λιμήν τις, ἀντικρὺ δὲ τὸ Λεχαῖον μέρος τοῦ Κρανείου. φησὶ δὲ Παυσανίας [ΙΙ 2, 4], ὅτι κυπαρίσσων ἐστὶν ἄλσος πρὸ τῆς Κορίνθου, ὅπερ ὀνομάζεται Κράνειον. ~ R
Ἑκάτης* δεῖπνον κτλ.] ⸢τῇ Ἑκάτῃ δεῖπ⸤να⸥ ἐτίθετο ὑπὸ τῶν παλαιῶν ἐ⸤πὶ τῶν⸥ τριόδων καθάρσια τ⸤υχὸν⸥ ταῦτα τῶν⸣ ζών⸢των, τινὰ δὲ⸣ καὶ ὠ⸢μὰ καὶ ἀκατασκεύαστα⸣. τ⸤ῷ ⸢μὲν οὖν⸥ λόγῳ τῇ δαί⸣μον⸢ι ταῦτα ἀνε⸤ῖτο⸥⸣, ἔρ⸥γῳ δὲ τῶν ἀπορούντων⸣ εἰ⸢ς ε⸤ὐπορίαν⸥· τί γὰρ⸣ ἂν καὶ ⸢δαίμων ἐκ
τ⸤ούτων⸣ σιτί⸥σαι⸢το; ἐπεὶ τοί⸣νυν ⸤ἀπὸ τ⸢ῶν⸥ δείπνων⸣ τούτων Μέ⸢νι⸤ππος ὠ⸣μὰ⸥ φαγὼ⸢ν ᾠὰ τέ⸣θνηκ⸤εν ἀπε⸥π⸢τήσας⸣, τοῦτο διακω⸢μῳ⸤δῶν⸣ ταῦτά⸥ φησι Δι⸢ογένης⸣. ~ ⸤B⸥C⸢V⸣φNΩ— ] κατασκευάζοντες τῇ Ἑκάτῃ δεῖπνα ἐν ταῖς τριόδοις ἔρριπτον μὴ γευόμενοι αὐτῶν. οὗτος οὖν καταγελῶν αὐτῶν ἐπιτρέπει καὶ ἐξ αὐτῶν ἐνεγκεῖν. ~ ΓRΩ
ὅπως δὲ εἰδ⸢ῶ: ἐλλει⸣πτικῶς κἀν⸢τ⸤αῦθα, ὡς⸥ πολλάκις εἴρηται, ἡ φ⸤ράσις ἔχει⸥ τοῦ φράσον, οἷον⸣ ὅπως ⸤δὲ ⸢εἰδῶ,⸥ φράσον⸣. ἔστι δὲ ⸢Ἀττ⸤ικὸν ὁμοῦ⸥⸣ τοῦτο ⸢καὶ ἀφελές⸣. ~ V⸤B⸥MNΩ
ἀναπεπταμένον*] ἡπλωμένον. ~Γ κέρατα* κτλ.] ⸤διὰ⸥ τὸν ⸢κερατίνην λόγον⸣ ⸤καὶ⸥ τὸν κρο⸢κοδειλίτην ⸤τ⸥αῦ⸣τα δαπα⸢ίζει⸣. ~ Γ⸤Β⸥R⸢V⸣MNΩ
ὀβολὸν κτλ.] ὡραῖον. ~ Γ
ὀβολόν*] ὀβολὸς ἐβ⸢άλλετο ἐν τῷ στόματι τοῦ νεκροῦ ναῦλον τῷ διακομίζοντι Χάρωνι⸣. ~ ΓR⸢V⸣Ω
— ] ⸤ἐτίθε⸥σαν γὰρ Ἕλληνες ⸤ἐν τοῖς⸥ τῶν τεθνεώτων στό⸤μασιν⸥ ὀβολόν, τὸ ναῦλον δῆθεν τοῦ ⸤Χάρ⸥ωνος. ~ BMN
⸢Πορθμεύς ἐστιν ὁ δι⸣αβιβάζων ἐν ταῖς λίμναις ⸢τοὺς πλέντας⸣. νῦν δὲ πορθμέα λέγει τὸν Χάρωνα ὡς διαβιβά⸢ζοντα τοὺς⸣ νεκρούς. ~ Γ⸢V⸣ΜUΩ
ὀναίμην*] ὠφελοῦμαι. ~ Γ
— ] ὠφελοίμην. ~ V
— ] ὠφεληθείην. ~ MΩ
ὑπερεκτίνειν* τῶν νεκρῶν] ὑπὲρ τῶν νεκρῶν διδόναι. ~ ΓVφΜΩ
θέρμους*] ⸢ταῦτα γὰρ ἦν ὁ Διογ⸣ένης ⸢δηλώσας αὐτῷ, ἵνα ἐνέγκῃ⸣. ~ Γ⸢V⸣φUΩ
παροικοῦντα] πλησίον οἰκοῦντα. ~ M
περιέχονται*] ἀνέχονται. ~ Γφ
Λυδῶν κτλ.] Λυδὸς ὁ Κροῖσος, Φρὺξ ὁ Μίδας, Ἀσσύριος ὁ Σαρδανάπαλος. ~ R