Scholia in Lucianum
Scholia in Lucianum
Scholia in Lucianum. Rabe, Hugo, editor. Leipzig: Teubner, 1906.
οὐκ ἐγὼ ’λέγον] κρᾶσις τοῦ ω̄ καὶ τοῦ ε̄ εἰς τὸ ω̄, τοῦ ἐγώ καὶ τοῦ ἔλεγον. ~ VΔ
κεροιάκων*] τὰ νῦν κάροια λεγόμενα παρὰ τοῖς ναυτικοῖς, ἃ καὶ κρίκους καλοῦσιν οἱ παλαιοί. ~ VΔ
τὸ παράσειον*] τὸ καρχήσιον. ~ V
τίς* αὕτη; μὴ ὀκνήσῃς εἰπεῖν κτλ.] ὡς μόνου ἀπορρήτου ὄντος τοῦ τὰ μυστήρια ἀμυήτῳ ἐξειπεῖν. τοῦτο οὖν αὐτοῦ ἀποκλείοντές φασιν ὡς οὐκ ἐξόν σοι οὐδὲν πρὸς ἡμᾶς ἔχειν ἀπόρρητον, εἴ γε καὶ δεῖ τοὺς ἄλλους ἀποκρύπτειν, ἐν ἀκινδύνῳ σοι τὰ πρὸς ἡμᾶς ἐκφέρειν καθίσταται· μεμυήμεθα γὰρ καὶ αὐτοὶ καὶ τοῦτο δὴ τὸ τῶν τραγῳδῶν πρὸς οἰκεῖον χορὸν ἐρεῖς. ~ VΔ