Scholia in Lucianum
Scholia in Lucianum
Scholia in Lucianum. Rabe, Hugo, editor. Leipzig: Teubner, 1906.
ἄριστα κρῖναι δυνάμενον κτλ.] ὡραῖον. ~ Γ
ἐπεὶ καὶ τὰς ἀποδείξεις αὐτὰς κτλ.] ἀλλ’ εἰ τοῦτο, τί καὶ αἱ νῦν αὗται ὑπὸ σοῦ λεγόμεναι ἀμφίβολοι; ~ Γ2Ε
ἄνθρακάς* μοι τὸν θησαυρὸν ἀποφήνας] παροιμία ἐπὶ τῶν ἐφ’ οἷς ἤλπισαν διαψευσθέντων. ~ Δ
περὶ ὄνου σκιᾶς] σημείωσαι. ~ V
— ] παροιμία ὄνου σκιά ἐπὶ τῶν μηδενὸς ἀξίων. φασὶ δὲ εἱλκύσθαι τὴν παροιμίαν ἀπὸ τοῦ Δημοσθένει τῷ ῥήτορι συμβάντος. δίκην γάρ ποτε, ὥς φησιν Ἀριστείδης, ἀπολογούμενος, ἧς τὸ τίμημα ἦν, τί χρὴ παθεῖν ἢ ἀποτῖσαι, τοῦ κατηγόρου δεινῶς εἰρηκότος καὶ προσεξειργασμένου, διότι 〈ὁ〉 εὐθυνόμενος οὐδενὶ δικαίῳ, μόνῃ δὲ τῇ Δημοσθένους δεινότητι πέποιθεν, οἱ δικασταὶ μετεωρισθέντες οὐ προσεῖχον τῷ Δημοσθένει, ἀλλ’ ἐθορύβουν κωλύοντες ἀπολογεῖσθαι. καὶ τούτου συμβαίνοντος ἐπὶ πλείονα χρόνον διαλιπόντων ποτὲ μικρὸν καὶ γενομένης βραχείας ἡσυχίας ἄνδρες ἔφη δικασταί, μικρόν μου χρόνον ἀνάσχεσθε καὶ συγχωρήσατέ μοι λόγον οὐ πάλαι γεγονότα διηγήσασθαι. τῶν δὲ συγχωρησάντων διὰ τὸ μὴ ὑπολαβεῖν τὸ ὑπ’ αὐτοῦ μέλλον λέγεσθαι νεανίσκος τις ἔφη τῶν ἐπὶ φιλολογίαν εἰς τὴν πόλιν ἡμῶν παραγεγονότων ὅτε ἀποτρέχειν ἔμελλεν, ἐμισθώσατο ὄνον πρὸς τὸ τὰ σκεύη διακομίσασθαι μέχρι Μεγαρέων. ὑπὸ κύνα δὲ τῆς ὥρας ὑπαρχούσης κατὰ τὸ μέσον τῆς ἡμέρας ἐκκαίοντος τοῦ ἡλίου θερμότερον οὔτε τὸ ὑποζύγιον συνέβαινε θέλειν ὁδοιπορεῖν οὔτε αὐτὸν ἀκολουθεῖν δύνασθαι. καταλύσαντος οὖν τὸ φορτίον τοῦ ὀνηλάτου καὶ τὸν ὄνον στήσαντος ἐκτὸς τῆς ὁδοῦ μὴ δυνάμενος ὑπομένειν τὸ καῦμα ἀλλὰ κακῶς διακείμενος ὑπὸ τὴν τοῦ ὄνου σκιὰν ὑποδὺς μένειν οἷός τε ἦν. τοῦ δὲ ὀνηλάτου ἐκεῖνον μὲν κωλύοντος, ἑαυτῷ δὲ ἐπιβάλλειν λέ γοντος διὰ τὸ καὶ τὸν ὄνον ἴδιον εἶναι καὶ τὴν απ’ αὐτοῦ σκιὰν ὑπάρχειν ἰδίαν — μεμισθωκέναι γὰρ μόνον τὸν ὄνον
διακομίσοντα αὐτοῦ τὰ σκεύη, οὐ μὴν τὴν σκιὰν αὐτοῦ —, ὡς δὲ καὶ ὁ νεανίσκος ἀντέλεγε πάλιν φάσκων τὴν ἡμέραν ὅλην αὑτοῦ τὸν ὄνον εἶναι καὶ πολλὴν ἀντιλογίαν γενέσθαι συνέβαινεν ἐκ τούτου, εἰς μάχην ὥρμησαν. ἐπεὶ δ’ ὁ μὲν ταῦτα εἰπὼν κατέβαινεν ἀπὸ τοῦ βήματος, οἱ δὲ δικασταὶ κατεῖχον ἀξιοῦντες τὸ γενόμενον πέρας ἐξηγήσασθαι, ἐπιστραφεὶς ἄνδρες εἶπεν, ὑπὲρ μὲν ὄνου σκιᾶς βούλεσθε ἀκοῦσαι, ὑπὲρ ἀνθρώπου δὲ κινδυνεύοντος τῷ βίῳ κωλύετε λέγειν; οὕτω δὲ τοὺς δικαστὰς συγχωρήσαντας ὀρθῶς ὑπὸ τοῦ ῥήτορος ἐπιπεπλῆχθαι λέγειν ἐφεῖναι. ὅθεν τό τε τοῦ διηγήματος εὔστοχον καὶ τὸ τοῦ φρονήματος παρρησιαστικὸν διαμνημονευθὲν παροιμίας ἔλαβε τάξιν. ~ Δαἰτιῷτο τὴν τύχην κτλ.] ὡραῖον. ~ Γ
κενὴν καὶ μακαρίαν] κενὴ μακαρία ἡ κατὰ τους ὕπνους τισὶν ἐγγινομένη εὐδαιμονία τοιαῦτα τοῖς ὀνειρώττουσιν ἐμποιοῦσα τὰ εἰς τρυφὴν καὶ εὐετηρίαν, ὅσα ὁ παρὼν διέξεισι λόγος. διὸ καὶ μακαρία μὲν ὅσον ἐπὶ τῷ ὕπνῳ τὴν ἀπόλαυσιν ὑποβαλλομένη, κενὴ δὲ ὅτι μηδ’ ὅλως μηδὲν ἑστὸς ἔχει καὶ βέβαιον, ἀλλὰ μετὰ τοῦ ὕπνου καὶ τὴν εὐημερίαν ἀφίπτασθαι. τοιοῦτο καὶ τὸ τοῦ θεολόγου Γρηγορίου [in laudem Basilii c. 18, vol. 36 col. 520 Migne], 〈ὃς〉 κενὴν μακαρίαν τὰς Ἀθήνας ὠνόμαζεν ὡς κατ’ οὐδὲν τῆς ἐν ὕπνοις εὐετηρίας διαφερούσας. ~ Γ2ECV
καὶ ἐπενόεις οὐδὲν κτλ.] σημείωσαι. ~ V
φασὶ τὴν Μήδειαν κτλ.] σημείωσαι. ~ EV
γεωμετρία κτλ.] σημείωσαι. περὶ τῆς γεωμετρίας. ~ Γ2
— ] σημείωσαι σφόδρα. ~ V