Scholia in Lucianum
Scholia in Lucianum
Scholia in Lucianum. Rabe, Hugo, editor. Leipzig: Teubner, 1906.
λευκήν*] δύο γὰρ ψῆφοι τοῖς νικῶσιν ἀνέκειντο, λευκὴ καὶ πλήρης, ὥσπερ τοῖς ἡττωμένοις ἡ μέλαινα καὶ ἡ τετρυπημένη. ~ VECφΔ
οὐ φροντὶς* Ἱπποκλείδῃ] παροιμ⸤ία ἐπὶ τῶν ἄγαν καταφρονούντων τινὸς καὶ ἀπεριμερίμνως διακειμένων⸥. ~ Δ⸤Ε⸥Vφ
— ] παροιμία. ~ Γ
scholion VI vel VII verborum titulo ascriptum evanuit ~ E
εἰπέ μοι*, ἔφη] παρέλκει τὸ ἔφη καὶ περιττόν ἐστιν Ἀθηναίων ἔθει. ~ VEφ
καὶ νικήσας ἐν τῷ Αἴαντι κτλ.] σημείωσαι. ~ E
ἐπιδεικνύμενοι τοῦ παρὰ κτλ.] σημείωσαι. ~ V
σεμνά] σεμνὸν ἐπὶ τοῦ ἀξιωματικοῦ λέγεται, ἔσθ’ ὅτε δὲ καὶ ἐπὶ τοῦ ὑπερηφάνου τιθέασιν· Εὐριπίδης Μηδείᾳ [215]
οἶδα γὰρ πολλοὺς βροτῶν σεμνοὺς γεγῶταςκαὶ ἐν Ἱππολύτῳ [93]
μισεῖν τὸ σεμνὸν καὶ τὸ μὴ πᾶσι φίλον.καὶ ἔνδοξον· Εὐριπίδης αὖθις [Hipp. 99]
πῶς οὖν οὐ σεμνὴν δαίμονα προσεννέπεις;καὶ τὸ μέγα σεμνὸν λέγει. ~ Δ
θεσπέσιον*] θέσπιον, θεῖον, θαυμαστόν, πρᾷον, θεοῦ νομοθέτημα, ἐκ θεοῦ πεσόν. ~ Δ
φθόνου] φθόνος πάθος λύπης ἐπὶ τῇ τῶν πέλας εὐπραγίᾳ. ~ Δ
εἰς ὅν καιρόν* τινα ἄλλον] ⸤ὑπέρθεσις τοῦ εἰς ὅντινα ἄλλον καιρόν, ἵνα περικαλλῆ τὸν λόγον ποιήσῃ, ὡς ἐν τῷ εἰ καὶ διὰ μηδὲν ἄλλο, ὁπόταν οἱ ῥήτορες εἰ καὶ μὴ δι’ ἓν ἄλλο ὑπερθέντες εἴπωσιν, εἴ τι⸥ χρὴ Ἑρμογένει [ΙΙ. ἰδ. 338, 8 Sp.] πιστεύ⸤ειν⸥. ~ ⸤E⸥ VφSΔ