Scholia in Lucianum
Scholia in Lucianum
Scholia in Lucianum. Rabe, Hugo, editor. Leipzig: Teubner, 1906.
ψύττα: ἐπὶ τοῦ ταχέως ἀποδραμεῖν τάσσεται. ~ CRVΔ
μηδὲ πρὸς ἔπος λαμβάνοιεν: ἀντὶ τοῦ παρευθύς, ἢ ὅσα ᾔτησαν. ~ CVΔ
ἀναμνήσθητι τὸν Ἰξίονα κτλ.] σημείωσαι. ἱστορία. ~ V
Ἐν τούτῳ τῷ λόγῳ ἐξέφηνεν, ὡς ἐπιδείξεως ἄγαν κιττῶν τοὺς ἑαυτοῦ περιειργάζετο λόγους. ~ Vφ
Ἡροδότου κτλ.] σημείωσαι. ~ V
οἴκοθεν ἐκ τῆς Καρίας*] ἡ Ἁλικαρνασὸς γὰρ τῆς Καρίας. ~ Vφ
ὅπου τὰ τελευταῖα κτλ.] σημείωσαι. ~ V
ὅτιπερ ὄφελος*] ἀντὶ τοῦ οἱ μέγιστοι καὶ ἀξιωφελιμώτατοι. ~ VφM
παραθεωρῆτε*] ἀντὶ τοῦ συγκρίνητε, ἐξετάζητε. ~ Vφ
ὀνομάτων δὲ ἄρα κτλ.] ὡραῖον. ~ Γ
ὁ Ζεῦξις ἐκεῖνος κτλ.] σημείωσαι. ἱστορία. ~ V
δύναμιν τῆς τέχνης κτλ.] ὡραῖον. ~ Γ
ὁ μὲν γὰρ Ζεῦξις κτλ.] ἱστορία. ~ V
εἰδὼς γὰρ σφόδρα ἀλκίμους κτλ.] σφόδρα ὡραῖον. ~ V