Scholia in Lucianum

Scholia in Lucianum

Scholia in Lucianum. Rabe, Hugo, editor. Leipzig: Teubner, 1906.

παρασάγγας] παρασάγγαι εἶδος μέτρου Περσικοῦ, ὅ ἐστι στάδια τριάκοντα. — Δ

τὴν ἐμὴν πατρίδα τὰ Σαμόσατα] ὅτι Σαμοσατεὺς Λουκιανός. ~ ERΔ

θραυσμάτων] θραῦσμα καὶ θραῦσις λέγεται· φθορά, ἧττα ἐν πολέμῳ, θάνατος, ἀρρωστία, συντριβή, πληγή. ~ Δ

θάψας οὖν κτλ.] παύου, ταλαίπωρε· ἱκανῶς σοι πέπαισται. μέχρι πόσου διαγελάσεις τοὺς καταράτους; ~ EΔ

λοπάδων: ἡ περικειμένη ἔξωθεν τοῦ κρομμύου λεπὶς καὶ πᾶν λέπος, φλοιός, δέρμα λεπτὸν ξηρόν. λωπάσι δὲ διὰ τοῦ ω̄ μεγάλου σημαίνει τοῖς κλέπταις. ~ Δ

καὶ ἐτρώθη περὶ κτλ.] ἀπόλοιο, μιαρέ, αὐτῇ γελωτοποιίᾳ καὶ εἰρωνείᾳ. ~ ERΔ

τῶν ἀκριβῶς εἰδότων κτλ. ] σημείωσαι. ~ Γ

τὴν μέντοι ἐπιγραφὴν κτλ.] μέχρι τίνος; οὐ παύσῃ, ματαιολόγε; ~ ERΔ

δολιχόν*] κύκλον μακρὸν ἢ πολύν. ~

θρίαμβον*] θρίαμβος ἐπίδειξις νίκης, πομπὴ καὶ τὸ σεμνύνεσθαι. ~ Δ

κορύζης* — γέμουσα] μεμωραμένης καὶ μυξώσης. ~ Δ

ἀμέσων*] τῶν ἐναντίων τὰ μὲν ἄμεσα ὡς ἄρτιον καὶ περιττόν, ζωὴ καὶ θάνατος, φῶς καὶ σκότος, τὰ δὲ ἔμμεσα καὶ τούτων τὰ μὲν ἓν ἔχουσι τὸ μέρος ὡς δίκαιον καὶ ἄδικον — τούτων γὰρ μέσον τὸ μηδέτερον —, τὰ δὲ πλείονα ἔχουσι τὰ μεταξὺ ὡς λευκὸν καὶ μέλαν — τούτων γὰρ μέσα πολλά, φαιόν, ὠχρόν, πυρρόν, ξανθόν, κυανοῦν. ~ Δ

— ] ἄμεσον· εἰ μὴ θνητόν, πάντως ἀθάνατον. ἔμμεσον· εἰ μὴ λευκόν, οὐ πάντως μέλαν, ἀλλ’ ἢ φαιὸν ἢ ἐρυθρὸν ἢ κιρρὸν ἤ τι τοιοῦτον. ~ Δ

ἐρείπια: τὰ εἰς γῆν πεπτωκότα. ἐρείπω δὲ σημαίνει ἐνέργειαν καὶ πάθος· σημαίνει γὰρ τὸ καταβάλλω καὶ τὸ πίπτω. ~ Δ

Ἴκκος* κτλ.] γυμνασταὶ περιώνυμοι οὗτοι. ~ ERVφ

οὐ γὰρ ποιητὴς κτλ.] ὡραῖον. ~ E

κάνδυν] κάνδυς χιτὼν Περσικός. ~

πολὺ ἀναγκαιότερον κτλ. ] ὡραῖον. ~ E

κάρχαρον; τραχεῖαν. ~

ἀγκύλην*] ἀγκύλη ἡ καμπύλη καὶ ἐπικαμπής. ~ Δ

ἐφιππίου*] ἤγουν τῆς ἀστράβης, ἣν ἄρτι σέλλαν οἱ πολλοὶ καλοῦσιν. ~ Δ

ἥκιστα: οὐδαμῶς, οὐχ ἧττον. καὶ Λιβάνιος ἔφη εἴ τινα

ἄλλον τρόπον, ὃν ἥκιστα ὤφθη, μετελθών ἐν τῷ 〈βίῳ ὁ〉 ἐπὶ τῇ φιάλῃ ἔμπορος, ἀντὶ τοῦ 〈οὐ〉 πάνυ. ~

χρηματιζέτω*] καὶ ἐν τῷ Ἰκαρομένιππός [23] φησιν οὕτως χρηματίσαντες περὶ ὧν ἧκες ἤγουν διοικήσαντες ἀποπέμψομεν. ~ Δ

ἄλλως εἰς τὸ χρηματιζέτω. χρήματα πραττέτω. σημαίνει δὲ καὶ τὸ πράγμασι χρήσασθαι· χρηματίζει ἡ βουλὴ καὶ ὁ δῆμος, οἷον πράγμασι σχολάζει· ἀφ’ οὗ χρήματα τὰ πράγματα. χρηματίζεσθαι πλουτεῖν. χρηματισάμενοι ἀντὶ τοῦ πραγματευσάμενοι. καὶ χρηματίσαι μέν ἐστι τὸ πρᾶξαι, χρηματίσασθαι δὲ τὸ κερδᾶναι. ~ Δ

ῥυθμιζέτω: διατυπούτω, κανονιζέτω, εὐθυνέτω. ~ Δ