Scholia in Lucianum

Scholia in Lucianum

Scholia in Lucianum. Rabe, Hugo, editor. Leipzig: Teubner, 1906.

παρὼν εἶναι: παρέλκει τὸ εἶναι. ἐπισκοπητέον δέ, εἰ ὅμοιον τῷ ἑκὼν εἶναι· ἐκεῖνο γὰρ μετ’ ἀπαγορεύσεως τάττεται, οἷον οὔποτ’ ἂν ἐγὼ ἑκὼν εἶναι πεισθείην. ~ RU

οὐ γάρτοι σμικρὸν κτλ.] γνώμη. ~ R

ὀπαδός τις δαίμων κτλ.] τὴν ἰσάγγελον πολιτείαν παρεισάγει ὁ ἀλιτήριος. ~ Δ

πόλεμος*] τὸ τοῦ Ἐμπεδοκλέους νεῖκός φησιν ἤγουν τῶν ἐναντίων τὴν συνδρομήν. ~ Δ

κωμικὸν* δορυφόρημα] τὸ κωφὸν προσωπεῖον. ~ Δ

καὶ μάλιστα οἷον τοὐμὸν κτλ.] ὡραῖον. ~ V

τῷ αὐτῷ πήχει: παροιμία ἐπὶ τῶν ὑπὸ τινῶν μὲν ἐπανορθώσεως τυγχανόντων, μένειν δὲ ἀναγώγων προαιρουμένων. ~ ΔEVφ

ἀπομνημονεῦσαι ἔνια: αἰτιατικὴ ἀντὶ γενικῆς. ~ EV

— ] ὅρα τὸ ἀπομνημονεῦσαι αἰτιατικῇ συντασσόμενον, γενικῇ μᾶλλον ὀφεῖλον συντάσσεσθαι. ~ φ

ἀνασπάσας αἰωρῇ κτλ. ] ὡραῖον. ~ V

ἀλλὰ κἂν Ἀγαμέμνονα κτλ.] ὡραῖον. ~ V

κιβδήλῳ] κίβδηλον· οὕτως ἐκάλουν τὸ νόθον ἢ ἀδόκιμον νόμισμα καὶ παρακοπέν. Νόμων ια′ ὁ μὲν δοῦλος φερέσθω τὸ κιβδηλευθέν’ [Plat. leg. XI 917 D]. κίβδηλον μέν ἐστιν, ὅταν ἔχῃ ἐπιφάνειαν ὡς ἀστεῖον, ἔστι δὲ μοχθηρὸν τῷ τρόπῳ. ~ Δ

Νικόστρατον*] ἔοικε Νικόστρατος οὗτος ἀθλητὴς εἶναι κατ’ ἐκεῖνο καιροῦ γενναῖος μέν, ἄλλως δὲ τὸ πρόσωπον πονηρὸς καὶ τὸν Μιλήσιον Ἀλκαῖον τὸν καλὸν μὲν ἀνάλκιδα δὲ ἔχειν ἐρώμενον. ~ RE

προσέτι γε ἀκροασαμένους κτλ.] ὡραῖον. ~ V

ὁμοίαν αὐτὴν κτλ.] σημείωσαι. ~ EV

Ὀμφάλῃ*] ὄνομα γυναικός. ~ Δ

ἀνάρμοστον] ἀπαίδευτον, ἀνόητον. ~ Δ

θωπείαν] θωπεία κολακεία, καὶ θῶπες οἱ πάντα μετὰ ψεύδους καὶ θαυμασμοῦ προσιόντες ἐπὶ κολακείᾳ. ~ Δ

ἀκούσας τὸν αὐτὸν κτλ.] ὡραῖον. ~ V

ἐμμελής] συνετή, εὔρυθμος. ~ ἐγκώμιον*] ἔνδημον· κῶμοι γὰρ τὰ τοῦ δήμου συστήματα. ~ Δ

τοῦ φροιμίου] τοῦ προοιμίου. ~ Δ

αἴρειν τὰ κτλ.] ἀστεῖον. ~ E

ἐγὼ* γοῦν θάπτοντα κτλ.] οἷος πανταχοῦ τῷ γελοίῳ ἐνευδοκιμῶν ὁ κατάρατος οὗτος. ~ REΔ

βω μολοχικά] βωμολόχος ὁ περὶ τοὺς βωμοὺς λοχῶν ὑπὲρ τοῦ λαβεῖν τι παρὰ τῶν θυόντων. μεταφορικῶς δὲ καὶ ὁ παραπλησίως τούτῳ ὠφελείας ἕνεκέν τινας κολακεύων. καὶ

βωμακεύματα καὶ βωμολοχεύματα. Ἀπολλόδωρος Κυρηναῖος ὁ εὐτράπελος καὶ γελωτοποιός. τινὲς δὲ τὸν μετά τινος εὐτραπελίας κόλακα καὶ τὸν πανοῦργον καὶ συκοφάντην. ~ Δ