Scholia in Lucianum

Scholia in Lucianum

Scholia in Lucianum. Rabe, Hugo, editor. Leipzig: Teubner, 1906.

καόμενόν φησι κτλ.] σημείωσαι. ~ Γ

οὐκ ἀπ’ ἐλπίδος* κτλ.] οὐ γὰρ ἀνέλπιστον φῂς μὴ ὑπομένοντα τὴν φλόγα ἐξάλλεσθαι ταύτης· ἀνθ’ ὧν καὶ βαθυνθῆναι τὸ τῆς πυρᾶς μεσαίτατον παρασκευάσει, ὡς μηδὲ βουληθέντι ῥᾴδιον ἐκπηδῆσαι. ταῦτα δὲ βούλεται Λουκιανὸς ληρεῖν, Βραχμᾶνας μὲν ἑκόντας καὶ καρτερικώτατα ἀποφαίνων πυρπολεῖσθαι, Περεγρῖνον δὲ οὐ πάντῃ κατὰ τὸ ἑκούσιον ἀλλὰ καὶ πρὸς ἀνάγκην, εἴ γε τὸ ἄφυκτον ἑαυτῷ περιποιεῖται τὸ ἀπὸ τῆς φλογός. ~ R

ὁ ἐκ Πατρῶν*] τὸν Θεαγένην λέγει. ἐκ Πατρῶν δὲ τῆς Πελοποννήσου. ~ VR

ποίας* μὲν οὖν μελίττας κτλ.] ἐντρύφα, κατάρατε, καὶ ἐμφοροῦ τῆς πατρίας καὶ εἰωθυίας ὑμῖν τοῖς Ἕλλησι πλαστολογίας. ~ R

Πρωτέως*] Πρωτεὺς μὲν τάχα καὶ συγγνωστός, εἰ καὶ ψυχρᾷ τῇ συγγνώμῃ, οὕτω τὸν βίον ἀπολιπών, σὲ δὲ τίς τοῦ τρόπου ἀγάσεται λόγον μὲν ἐμπορευσάμενον οὕτω προχείρως ἐκγεγονότα τινί, ὕθλοις δὲ καὶ μωρολογίαις τοῦτον ἐσπαθηκότα; ~ V

ἑπτά*] ⸤τοὺς ἑπ⸥τὰ λεγομένους σοφούς, ⸤Πιττ⸥ακόν, Βίαντα, Θάλητα, ⸤Περ⸥ίανδρον, Κλεόβουλον, ⸤Χε⸥ίλωνα, Σόλωνα. ~ R ⸤B⸥V

ἐκ Σάμου Πυθαγόραν τὸν Μνησάρχου, ἐξ Ἐφέσου Ἡράκλειτον, ἐξ Ἀβδήρων Δημόκριτον· ἄμφω δὲ φυσικὼ φιλοσόφω ἤστην. ~ BRV

σκυτεύειν ἢ τεκταίνειν — κατεῖδον] σημείωσαι. ὡραῖον ὅλον. ~ Γ

καὶ εὐμήρυτα — ἐκεῖναι] σημείωσαι. ~ V

καὶ πήραν ἐξαρτήσασθαι κτλ.] ὡραῖον. ~ Γ

καὶ ἢν μὲν κτλ.] σημείωσαι. ~ Γ

οἷον τὸ φυλακτικὸν κτλ.] σημείωσαι. ~ Γ

Γναθωνίδην* κτλ.] κολάκων οἱ περιφανέστατοι οὗτοι. ~ VBRC

τῇ πήρᾳ τῇ Κράτητος κτλ.] σημείωσαι. ~ Γ

Κτήσωνας κτλ.] μιαρὲ ὀνοματοθέτα. ~ B

ἆρα ἂν ἔχοιτε κτλ.] ὡραῖον. ~ Γ

εἰς τὸ Λακωνικόν*] ἀντὶ τοῦ εἰς τύπον Λακωνικόν. ~ BRΚ

παπαῖ, τὰ ἡμέτερα οὗτοι ζητοῦσιν] δεσπόται τῶν ἀνδραπόδων τῶν ἐκ δούλων εἰς Κυνικοὺς παραβυσάντων ἑαυτούς. ~ BR

πῶς* κτλ.] οἱ ἃμα Ἑρμῇ καὶ τῇ Φιλοσοφίᾳ. ~ B

Παφλαγονικὸν κτλ.] ὡς ἔοικε, πανταχοῦ Παφλαγόνες εἰς μωρίαν τὸ εὐδόκιμ⸤ον⸥ ἀποφέρονται. ~ ⸤B⸥R