Scholia in Lucianum
Scholia in Lucianum
Scholia in Lucianum. Rabe, Hugo, editor. Leipzig: Teubner, 1906.
Ὅτι ἀσελγείας ὁ λόγος μεστός, οὐ γέγραπταί μοι. ~ φ
ταῦτα τῷ τραύματι κτλ.] ὡραῖον. ~ Γ
κἀγὼ τότε κτλ.] ὡραῖον. ~ Γ
ἡ δὲ προελθοῦσα κτλ.] σημείωσαι. ~ Γ
ἑάλωκας; ἀλλ’ ὅτε κτλ.] ὡραῖον. ~ Γ
νεκρῷ ὄνῳ συνοικεῖν κτλ.] ὡραῖον. ~ Γ
Δραματικὸς ὁ λόγος οὑτοσὶ ὑποκρινόμενος τοὺς πενθοῦντας καὶ καταμεμφόμενος εὐφυῶς αὐτῶν. ~ U
τὰ νεκρὰ* τῶν ὀρνέων] τοῦτο εἶπεν, ἐπεὶ κατὰ Πλάτωνα [Phaedr. 245 C] ⸤ψυχ⸥ὴ πᾶσα ἀθάνατος, ὡς καὶ τῶν ⸤ὀρνέ⸥ων ἀθανάτων ὄντων καὶ ⸤τα⸥ὐτὸ τοῖς ἀνθρώποις μετὰ θάνατον ⸤πα⸥σχόντων. παίζει δὲ μετὰ τῶν ⸤ἄλλ⸥ων καὶ τοῦτο καλῶς. ~ ⸤Β⸥
ἀμέλει διηγήσαντο κτλ.] σημείωσαι. ~ Γ
οὕτω γὰρ ἂν οὐ κτλ.] σημείωσαι. ~ Γ
κόσμον συγκατέφλεξαν — ὡς χρησομένοις*] οὐχ ὡς χρησομένοις, μάταιε, ἀλλ’ ὡς μὴ βουλόμενοι ἑτέρους χρήσασθαι τοῖς ἐκείνων. ~ B
ἡ πρὸς τὸν αὐλὸν αὕτη στερνοτυπία] αὐλητὰς γὰρ συνε⸤κάλουν⸥ ἐπὶ τὰ πένθη τῶν ἀ⸤ποιχομένων⸥, ὡς δῆλον καὶ ἀπὸ τοῦ θ⸤είου⸥ εὐαγγελίου [Matth. 9, 23]. ~ ⸤Β⸥CVφ
Ω ἀσφόδελος] ὅτι ἡ ἐλελίσφακος λέγεται· βοτάνη γάρ ἐστιν. ~ C
Τινές φασιν ὡς εἰς Πολυδεύκη τὸν ὀνοματολόγον ἀποτεινόμενον Λουκιανὸν τοῦτον γράψαι τὸν λόγον τέχνην μὲν οὐδ’ ἥντινα λόγων παραδιδόντα, σωρὸν δὲ λέξεων ἀδιάκριτον ὑφιστάντα. καὶ ἴσως οὐκ ἀπὸ σκοποῦ ταῦτα τοῖς φήσασιν εἴρηται, ἐπεὶ καὶ σύγχρονοι ἄμφω, Λουκιανὸς καὶ Πολυδεύκης· ἐπὶ γὰρ Μάρκου τοῦ αὐτοκράτορος. ~ VMSΩ
— ] τινὲς — ὑφιστάντα, ὥσπερ ἐν λέξεσιν ἀλλ’ οὐκ ἐν διανοίᾳ τῆς ῥητορικῆς τὸ κράτος ἐχούσης· καὶ ἴσως ἀληθές, ἐπεὶ καὶ σύγχρονοι ἦσαν ἐπὶ Μάρκου τοῦ αὐτοκράτορος. ὁ γὰρ Πολυδεύκης ἐπαγωγότερος ἦν τοῦ αὐχμηροῦ καὶ κατακόρου διαναπαύων τὸν λόγον· ἐχρῆτο γὰρ διηγήμασιν, οὐ μέντοι καὶ τέχνην παρεδίδου λόγου, ὅπως ἡ διήγησις
διαχέῃ τὴν αἴσθησιν καὶ τὸ τῶν λέξεων καινότερον, ὡς ἐν ταύταις μόναις τοῦ παντὸς ἔργου κειμένου τοῖς λόγοις. ~ Vat. 86σοφιστής] τὸ τοῦ σοφιστοῦ ὄνομα τριχῶς παρὰ τοῖς παλαιοῖς διανενόηται. πρῶτον σοφὸν καλοῦσιν αὐτὸ τὸ ἀληθὲς καὶ τὸ φρόνιμον καὶ τὸ καλόν· ὅθεν καὶ Πλάτων φιλόσοφον καλεῖ τὸ πρῶτον αἴτιον καὶ ἄνθρωπος ὁ μετιὼν τὴν φιλοσοφίαν ἐκ τούτου παρωνόμασται, καθὰ καὶ αὐτὸς μιμεῖται θεὸν κατὰ τὸ δυνατόν. καὶ πάλιν σοφιστὴν καλοῦσιν αὐτὸν τὸν ῥήτορα τὸν διδάσκοντα ῥητορικοὺς λόγους, περὶ οὗ διεξέρχεται νῦν. σοφιστὴν δὲ καὶ τὸν σοφιζόμενον τὴν ἀλήθειαν. ~ MSΩ Vind. 114
⸤Σ⸥ιδωνίου ἐμπόρου: ⸤οὗτος ἐπη⸥γγέλλετο Ἀλε⸤ξάνδ⸥ρῳ ἐπιτομωτάτην ⸤ὁδὸν δ⸥εῖξαι ἐκ Περσῶν ⸤εἰς Αἴ⸥γυπτον. ~ ⸤Β⸥