Scholia in Lucianum
Scholia in Lucianum
Scholia in Lucianum. Rabe, Hugo, editor. Leipzig: Teubner, 1906.
μαστίγων κτλ.] ὡραῖον. ~ Γ
ἡμιτέλεια*] ⸢⸤τὸ ἥ⸥μισυ⸣ τῆς τιμωρίας. ⸤⸢ ὡς ἐ⸥πὶ δα⸣σμοῦ δὲ τοῦτο ⸤⸢ προ⸥ενέγκα⸣ς διέχεεν ⸢⸤ ὑπε⸥ρβαλλούσῃ τῇ ⸤ἡ⸣δ⸥ο⸢νῇ τὴν ἀκοήν⸣. ~ ⸤Β⸥⸢V⸣φUΩΔ
ὁμοίως φοβερόν τι κτλ.] σημείωσαι. ὡραῖον. ~ Γ
τοιγάρτοι ἐκεῖνα — διαπομπεῦσαι ὡς ἐτάχθησαν] ὡραῖον διόλου τὸ χωρίον καὶ τῆς ματαιότητος ἡμῶν ἐκκαλυπτικόν. ~ BΔ
ἐμβατῶν*] ἐμβάται κωμικὰ ὑποδήματα μεγάλα τε καὶ τὰς κρηπῖδας ὑψηλὰς ἐξειργασμένα τοῦ πρὸς μεῖζον ὕψος τὸν χρώμενον ἄγειν. ~ BCVφΩΔ
ἐπειδὰν* — ὁ Αἰακὸς ἀπομετρήσῃ ἑκάστῳ τὸν τόπον] τάχα τὸν Αἰακὸν ἐπέστησαν Ἕλληνες ταῦτα δικάζειν τοῖς νεκροῖς τὸ τοῦ ὀνόματος ἔτυμον παραλαβόντες εἰς συνηγορίαν· βούλονται γὰρ νῦν παρὰ τὸ αἰάζειν τὸν Αἰακὸν ὠνομάσθαι, ὃ συμβαῖνον ἐπὶ τοῖς ἀποιχομένοις τῷ τάφῳ παρευθὺς αὐτοὺς παραδίδωσιν. ~ VφΒΩΔ
οὐ πλέον ποδός: καὶ γὰρ ἐπὶ τῶν πυρὶ θαπτομένων μόγις ποδιαῖον τόπον ἡ σποδὸς ἐπίσχει. ~ BVφΩΔ
ταριχοπωλοῦντας* κτλ.] εἰς τοὺς τὰ σώματα ταριχεύοντας αἰνίττεται καὶ παίζει τοὺς τὰ ἐπιγράμματα ἔχοντας ἐν τοῖς τάφοις. ~ VφBΩΔ
Φίλιππον — ὑποδημάτων] ἴσως ἐπὶ τῷ τάφῳ Φιλίππου σκυτεῖον ὕστερον συνέστη, καὶ τοῦτο παίζει. τὰ δὲ τῶν
ἄλλων βασιλέων ὀστᾶ ὑπὸ τῶν τυμβωρυχούντων παρὰ τὰς τριόδους ἐσκυβαλευμένα τοῦτο διαγελᾷ. ~ BVφΩΔοὐ γὰρ οἶδ’* ὅπως] καινοπρεπές· τὸ γὰρ καθημαξευμένον οὐκ οἶδα 〈γὰρ〉 ὅπως. ~ B
ἐπεχειροτόνησε κτλ.] σημείωσαι. πάνυ ὡραῖον. ~ V