Scholia in Lucianum
Scholia in Lucianum
Scholia in Lucianum. Rabe, Hugo, editor. Leipzig: Teubner, 1906.
Ἀρίγνωτος εἰσῆλθε κτλ.] ὡραῖον. ~ Γ ⸢V⸣φ
θεὸν ἀπὸ μηχανῆς] ἐπὶ τῶν θεάτρων ἡνίκα τι παράδοξον ἐπιτελεῖσθαι ἔδει καὶ πλέον πίστ⸢εως⸣, ἄνωθεν ὑπὲρ τὰς παρ’ ἑκάτερα τῆς μέσης τοῦ θεάτρου θύρας δὲ αὗται πρὸς τὴν εὐθεῖαν ⸢τοῦ⸣ θεάτρου πλευρὰν ἀν⸢ε⸣ῴγασιν, οὗ καὶ ἡ σκη⸢νὴ⸣ καὶ τὸ προσκήνιόν ἐστι δύο ⸢μη⸣χανῶν μετεωριζομ⸢ένων⸣ ἡ ἐξ ἀριστερῶν θεοὺς καὶ ἥρωας ἐνεφάνι⸢ζε πα⸣ρευθὺς ὥσπερ ⸢λύσιν⸣ φέροντας τῶν ἀμ⸢ηχάνων⸣. καὶ τούτῳ παραδη⸢λουμένου⸣, ὡς οὐ χρὴ ἀπιστεῖ⸢ν τοῖς⸣ δρωμένοις, ἐπεὶ θεὸ⸢ς πά⸣ρεστι τῷ ἔργῳ, ιὧ ⸢μηδὲν⸣ ἀδύνατον ἐκτελεῖ⸢ν, ἐκ τού⸣του καὶ ἐπὶ πάντων τῶ⸢ν παρὰ⸣ προσδοκίαν καὶ ⸢συμφε⸣ρόντως τινὶ συμβ⸢αινόντων⸣ ἐπεκράτ⸢ησ⸣ε ⸢λέγεσθαι⸣ τὸ ἐκ μηχ⸢ανῆς θεός⸣. ~ C⸢V⸣Φ
ἕωλος*] ⸢τὸ ἕωλος λαμβάνεται καὶ ἐπὶ τοῦ χθεσινοῦ καὶ ἐπὶ τοῦ ἤδη διεφθορότος⸣. ~ ⸢V⸣CΦ
ἐσθῆτι μελαίνῃ*] ὅτι τοὺς νεκροὺς οἱ παλαιοὶ μελαίναις στολαῖς ἀμφιέννυσαν. ~ VCφ