Scholia in Lucianum
Scholia in Lucianum
Scholia in Lucianum. Rabe, Hugo, editor. Leipzig: Teubner, 1906.
ἐν κύκλῳ ψοφῶν κτλ. ] ὡραῖον. ~ Γ
ἡμισταδιαίαν] πεντήκοντα ὀργυιῶν. ~ Vφ ⸢V⸣φ
ὀφιόπους ἦν κτλ.] σημείωσαι. ~ Γ
οἷοι ὄντες αὐτοὶ κτλ.] ὡραῖον. ~ Γ
ἐπιμετρήσαντος*] ἀντὶ τ⸢οῦ προσθέντος⸣. ~ ⸢V⸣φ
Ἀρίγνωτος εἰσῆλθε κτλ.] ὡραῖον. ~ Γ ⸢V⸣φ
θεὸν ἀπὸ μηχανῆς] ἐπὶ τῶν θεάτρων ἡνίκα τι παράδοξον ἐπιτελεῖσθαι ἔδει καὶ πλέον πίστ⸢εως⸣, ἄνωθεν ὑπὲρ τὰς παρ’ ἑκάτερα τῆς μέσης τοῦ θεάτρου θύρας δὲ αὗται πρὸς τὴν εὐθεῖαν ⸢τοῦ⸣ θεάτρου πλευρὰν ἀν⸢ε⸣ῴγασιν, οὗ καὶ ἡ σκη⸢νὴ⸣ καὶ τὸ προσκήνιόν ἐστι δύο ⸢μη⸣χανῶν μετεωριζομ⸢ένων⸣ ἡ ἐξ ἀριστερῶν θεοὺς καὶ ἥρωας ἐνεφάνι⸢ζε πα⸣ρευθὺς ὥσπερ ⸢λύσιν⸣ φέροντας τῶν ἀμ⸢ηχάνων⸣. καὶ τούτῳ παραδη⸢λουμένου⸣, ὡς οὐ χρὴ ἀπιστεῖ⸢ν τοῖς⸣ δρωμένοις, ἐπεὶ θεὸ⸢ς πά⸣ρεστι τῷ ἔργῳ, ιὧ ⸢μηδὲν⸣ ἀδύνατον ἐκτελεῖ⸢ν, ἐκ τού⸣του καὶ ἐπὶ πάντων τῶ⸢ν παρὰ⸣ προσδοκίαν καὶ ⸢συμφε⸣ρόντως τινὶ συμβ⸢αινόντων⸣ ἐπεκράτ⸢ησ⸣ε ⸢λέγεσθαι⸣ τὸ ἐκ μηχ⸢ανῆς θεός⸣. ~ C⸢V⸣Φ
ἕωλος*] ⸢τὸ ἕωλος λαμβάνεται καὶ ἐπὶ τοῦ χθεσινοῦ καὶ ἐπὶ τοῦ ἤδη διεφθορότος⸣. ~ ⸢V⸣CΦ
ἐσθῆτι μελαίνῃ*] ὅτι τοὺς νεκροὺς οἱ παλαιοὶ μελαίναις στολαῖς ἀμφιέννυσαν. ~ VCφ
ἐς* Κοπτόν] Κοπτὸς πόλις ⸢Αἰγύ⸣πτου , εἰς ἣν φ⸢ασι τὴν⸣ Ἶσιν ἀφικομ⸢ένην τὸν Ὂ⸣σιριν τὸν υἱὸν ἀναζητεῖν’⸣· μαθοῦσαν δὲ αὐ⸢τὸν διεσπα⸣ράχθαι τὴν ⸢κόμην τὴν⸣ ἑαυτῆς ⸢ἐκκόψαι, παρ⸣ὸ καὶ Κο⸢πτὸς ὠνομάσθη⸣ ἡ πό⸢λις . ἐδείκνυτο δὲ⸣ καὶ ὁ πλ⸢όκαμος τοῖς ἐπιδη⸣μο⸢ῦσιν αὐτόθι, ἄπιστόν⸣ τι τριχῶν πλῆθο⸢ς⸣, ὅσον ἐξ ἀνθρώπου κεφαλῆ⸢ς⸣ εἰκάσαι. ~ VCφ
ἄνθρωπον ὄντα κτλ.] ὡραῖον. ~ Γ
παραδόξους ταύτας κτλ.] ὡραῖον. ~ Γ
ἡδέως ἂν κτλ.] ὡραῖον. ~ Γ
τὸν Μῶμόν φασι πάντα μὲν ἐπαινέσαι τὰ Ἀφροδίτης καὶ
μηδὲν ἔχειν, ὃ σκώπτειν δυνηθείη, τὸ σάμβαλον δὲ αἰνίττεται. τοῦτο τί; τὸ πάντα μὲν ἔχειν αὐτὴν τῇ συμμετρίᾳ τῶν μελῶν εὐρυθμότατα, ἀλλὰ τό γε τῆς χρήσεως τούτων πρὸς τὸ ἀκόλαστον ἀποκλίνειν ἐπίμωμον τοῦτο τοῖς σώ5 φροσι νενομίσθαι· πέφυκε γὰρ ἀεὶ πούς τε καὶ τὰ ποδὸς πάντα τὰ τοῦ ἡμετέρου βίου συμβολικῶς παραδεικνύναι. ~ BUΩ, cf. Cνέον ὄντα καὶ καλόν] προσαγωγικὰ ῥήματα. ~ Ω
ad finem: ἐμφρόνως, ὦ Λουκιανέ, καὶ εὐφυῶς διέπαιξας καὶ ἠτίμασας τὰ παρὰ τοῖς Ἕλλησι τίμια. ~ U
Ὁ λόγος οὗτος τῶν καλλίστων καὶ πρώτων. ~ Δ
Σημείωσαι, ὡς ὁ λόγος οὗτος λίαν ἐστὶ χρησιμώτατος ἠθικός τε ὢν καὶ παιδευτικὸς καὶ πεφρασμένος καλῶς. ~ U
οἱ πρὸς τοῖς ἱεροῖς, ἐξυρημένοι* κτλ.] οἵῳ τὸ πάλαι οἱ ναυαγήσαντες ἄνθρωποι ἐκέχρηντο σχήματι πρὸς τοῖς ἱεροῖς καθήμενοι καὶ τὴν αὑτῶν τύχην ὀλοφυρόμενοι. ~ ΔEφΟΩ
ἑκόντες εἶναι] σημείωσαι, ὅτι τῷ ἑκόντες εἶναι ἄνευ ἀποφάσεως ἐχρήσατο. ~ EΟΩΔ
τῆς τριαίνης κτλ.] σημείωσαι. ~ E
ῥήτωρ*] Δημοσθένης ἐν Φιλιππικοῖς [3, 33] ταῦτά φησι, τοῖς τῶν νοσούν⸢των⸣ ἐοικότα σιτίοις, ⸢ἃ⸣ οὔτε σῴζουσιν ο⸢ὔτ’⸣ ἀπολλύναι δύναντ⸢αι⸣. ~ ⸢V⸣EφΟΩΔ
εὐχῇ*] ⸢αἱ γὰρ εὐχαὶ ὡς ἐπίπαν τὰ ἀδύνατα προβάλλονται⸣. ~ ⸢V⸣EφΟΩΔ
τρίβωνες*] Ἀριστοφάνειος ἡ λέξις, σημαίνει δὲ τοὺς ἐγγεγυμνασμένους τινὶ πράγματι καὶ διὰ πολλῆς πείρας ἐληλακότας. ~ ΕVΟΩΔ