Scholia in Lucianum
Scholia in Lucianum
Scholia in Lucianum. Rabe, Hugo, editor. Leipzig: Teubner, 1906.
καὶ μὴν τοὐναντίον ἔφης κτλ.] στέρησις τῶν ἀληθῶν τὰ ψευδῆ. ποσαχῶς ἡ ἄγνοια; ὁσαχῶς ἡ ἐπιστήμη. ἡ οὖν ἐπιστήμη τριττή· ἢ γάρ, ὅταν γινώσκωμεν ἀμφοτέρας τὰς
προτάσεις ἐνεργείᾳ κατὰ τὸ δεύτερον σημαινόμενον· οἷον ἥδε ἡμίονός ἐστι, πᾶσα ἡμίονος ἄτεκνος, καὶ ἥδε ἄρα ἄτεκνος· δεύτερον, ὅταν τὴν μείζω πρότασιν γινώσκωμεν, καὶ τρίτον, ὅταν τὴν ἐλάττω. οὐκοῦν καὶ ἡ ἄγνοια τριττή, εἴτε ἀγνοοῦμεν ἀμφοτέρας τὰς προτάσεις, οἷον ὅταν θεασάμενοι ζῷον μηκόθεν νομίσωμεν αὐτὸ εἶναι ἡμίονον, ἔτι δὲ καὶ ὠγκωμένον θεασάμενοι τὴν γαστέρα, νομίσωμεν, ὅτι ἔγκυόν ἐστι, καὶ πλέξωμεν οὕτως· ἥδε ἡ ἡμίονος ὤγκωται τὴν γαστέρα, πᾶν ὠγκωμένον τὴν γαστέρα ἔγκυόν ἐστι, καὶ ἥδε ἄρα ἡ ἡμίονος. δεύτερος τρόπος τῆς ἀγνοίας, ὅταν τὴν καθόλου γινώσκοντες ἀγνοῶμεν ⸢τὴν ἐ⸣λάττω· οἷον ἴσμεν, ὅτι πᾶσα δυὰς ἀρτία ἐστίν, οὐκοῦν εἰ ἔροιτό τις, ὅτι πᾶσα, ἥδε ἡ δυὰς ἀρτία ἐστίν; ἐροῦμεν ὅτι ναί· εἶτα δὲ καὶ ἥδε ἡ δυὰς ἡ κεκρυμμένη; ⸢ἐροῦμεν ὅτ⸣ι οὔ· καὶ συνάγει ὅτι αὐτὸ οἶδα καὶ οὐκ οἶδα, οὐκ εἶπον δέ, ὅτι ἡ δυὰς οὐκ ἔστιν ἀρτία, ἀλλ’ ὅτι οὐκ ᾔδειν, εἰ δυάς ἐστιν. ταὐτὸ καὶ ἐπὶ τοῦ κεκρυμμένου ⸢’Ορέστου· ἡ γὰρ ’Ηλ⸣έκτρα ᾔδει αὐτὸν καὶ οὐκ ᾒδει ὡς κεκρυμμένον. τρίτος τρόπος ἀγνοίας, ὅταν τὸ μὲν μερικὸν ἴσμεν, τὸ δὲ καθόλου οὔ, οἷον οἶδα, ὅτι 〈ὅδε ὁ〉 ἐλλέβορος ⸢καθαίρει⸣, οὐ μὴν εἰ καὶ πᾶς ἐλλέβορος οἶδα· καὶ ἥδε ἡ θριδακίνη ψύχει, οὐ μὴν καὶ εἰ πᾶσα. οὕτως ἔστιν ἐναντία φρονεῖν τῷ πράγματι. ἑαυτοῖς δὲ ἔστι φρονεῖν ἐναντία, ὅταν ⸢τὸ⸣ ἐναντίον ⸢διὰ⸣ συλλογισμοῦ πλέξωμεν ἢ δι’ αὐτοῦ τοῦ ὅρου ἢ δι’ ἄλλου καὶ ἄλλου· οἷον ἡ ἡδονὴ κατὰ φύσιν, ἡ ⸢δονὴ οὐ κατὰ φύσιν· καὶ⸣ διὰ μὲν τοῦ κατὰ φύσιν συνάγει, ὅτι ἀγαθόν, διὰ δὲ ⸢τοῦ οὐ κατὰ φύσιν⸣ ὅτι οὐκ ἀγαθόν· διὰ δὲ ἄλλου καὶ ἄλλου, ὅταν τὰ ἐναντία δοξάζῃ· οἷον ἡ ἡδονὴ ἀγαθὸν διὰ μέσου τοῦ κατὰ φύσιν· ἡ ἡδονὴ οὐκ ἀγαθὸν διὰ ⸢μέσου τοῦ ἀτελοῦς⸣. ~ ⸢U⸣Ωτὸν μὲν ἐξωτερικόν: διὰ τοὺς λόγους φησίν, οὓς Ἀριστοτέλης οὕτως καλεῖ, ἐσωτερικοὺς τοὺς διαλεκτικούς, ἐξωτερικοὺς τοὺς ῥητορικούς. τὰ δὲ ἐπὶ τούτοις, τὸ τῆς θαλάσσης βάθος ὁπόσον εἰδέναι καὶ τὸν κώνωπα ὁπόσον βιοῖ καὶ τὴν τῶν ὀστρείων ψυχὴν καὶ τὴν ἐν μήτρᾳ πλαστικήν, ταῦτα πάντα διασύρων εἴρηκε τὰς πραγματείας Ἀριστοτέλους τὰς ζωολογικάς, τὰς ἀνατομικάς, τὰς μετεωρολογικὰς καὶ εἴ τις ἄλλη ταύταις ἑξῆς. ~ φUΩ
τρία εἶναι ἀγαθὰ κτλ.] Ἀριστοτέλην λέγει [cf. Eth. Nic. A 8. 1098 b 13]. ~ φΩ
οὐκ ἂν φθάνοις: ἀντὶ τοῦ τάχιστ’ ἂν ὠνήσῃ αὐτὸν ἔχων ἐλπίδα παρ’ αὐτοῦ εὐποροῦντος ἀποίσεσθαι τὸ καταβληθέν σοι. ~ φUΩ
τὰ πάντα πλὴν δραπέτην μεταδιώκειν] τοῦτό φησιν, ἐπειδὴ ἀκαταληψίαν ἐπρέσβευεν. αὕτη δὲ ἡ ἀκαταληψία, τὸ μηδὲν ἐφικνεῖσθαι πρὸς λῆψιν ἀλλὰ πάντα διαδιδράσκειν αὐτήν, οὐδὲν εἰς γνῶσιν ἔχειν δοκεῖ. διὰ τοῦτό φησιν ὁ Πύρρων ἀδυνάτως ἔχειν δραπέτην μεταδιώκειν ἤτοι ὅτι τὰ τὴν γνῶσιν ἀποφυγγάνοντα οὐδὲ ἑλεῖν οἷός τέ εἰμι. ~ φUΩ
πάντες ἅμα κτλ.] ὡραῖον ~ ΓV
ἐκεῖνος σώσειέ με κτλ. ] ὡραῖον πάνυ. ~ ΓV
μὴ κατὰ τοὺς πολλοὺς τῶν νῦν φιλοσόφων*] ἀντὶ τοῦ μὴ ⸢κατὰ⸣ τοὺς νῦν⸣ φιλοσ⸢όφους⸣¹. ~ ⸢V⸣UΩ
κατά τοὺς ῥήτορας] ⸤ἐπεὶ παρ⸢αδειγματικῇ⸣ κέχρηται ⸢τῇ πίστει, αὕτη δὲ⸣ μερική⸥, ⸢τούτου χάριν⸣ ἐστὶ ῥητορική· οἱ
γὰρ διαλεκτικοὶ ἀπὸ τῶν καθόλου τὰς πίστεις περαίνουσιν. ~ ⸤ B⸥⸢V⸣ φ UΩτοῦτο ἐκεῖνο τὸν ἵππον ἐς πεδίον: ⸤⸢παροιμία ἐπ⸣ὶ τῶν, ὁπηνίκα ⸢ἀπόροις ἐ⸣νέχωνται, ἀξιούν⸢των τι τοιοῦ⸣το, ὃ λύσιν μὲν⸥, ⸢δοκεῖ παρ⸣έχειν έχειν βραχεῖ⸢ αν καὶ ἄνεσι⸣ν, τὸ δέ ἐστι ⸢μέγα καὶ πρὸς ἐπ⸣ ίδειξιν συν⸢τεῖνον τῆς το⸣ῦ ἐπιζητοῦντος ⸢δυνάμεως. τ⸣ί γὰρ ⸢καταλληλότερον⸣ ἵππῳ πεδίου ⸢πρὸς τὸ τὴν οἰκε⸣ ίαν ἐπιδείξασθαι ἀρε⸣τήν; παράλ⸢ληλοι ταύτῃ⸣ τῇ παροιμίᾳ ⸢καὶ αὗται ’ὕ⸣δωρ βατρά⸢χῳ’ καὶ ’στέαρ γ⸣αλῆ’ ⸢καὶ Λυδῷ πράγμ⸣ατα. ~ C⸤ B⸥⸢V⸣φΩ
τὸ πρὸ δίκης: προσυ ⸤πακου⸥στέον τὸ καταψηφίζεσθαι. ~⸤B⸥φUΩ
τὸ ἐν τῇ χειρὶ δίκαιον: ἀντὶ τοῦ ⸤ἐν τῇ⸥ δυνάμει, ἐν τῷ βιάζ⸤εσθαι⸥. ~ C ⸤B⸥φ UΩ
ὕδατος] τοῦ δικαστικοῦ ὕδατ⸤ ος, πρὸς ὃ⸥ τοὺς λόγους οἱ διαδικαζ⸤ όμενοι⸥ ἐποιοῦντο. ~ ⸤B⸥φ UΩ
ἐντυγχάνων ἄν τισι τριβώνια περιβεβλημένοις κτλ.] ⸤τὸ αὐτ⸥ὸ νῦν τις περὶ μοναχῶν καὶ ἐπ⸤ ισκό⸥πων εἰκάζων οὐ πόρρω τοῦ σώ⸤ φρονος λ⸥ογισμοῦ πεσεῖται· σκεύεσι ⸤γὰρ θεοβλα⸥βείας καὶ χρώμασι περιηνθι⸤σμένοι ἐς τὸ⸥ πᾶν τοῦ ἀληθοῦς ἐστερήμεθα. ~ ⸤B⸥
ἦν κοσμουμένη κτλ.] ὡραῖον. ~ Γ
Ἰξίονα] φασὶ γὰρ τὸν Ἰξίονα τῆς Ἥρας ἐρασθῆναι, ἐρασθέντι δὲ τὴν Ἥραν χαριζομένην αὐτῷ νεφέλην εἰς ἑαυτὴν ἀπεικάσασαν ἐᾶν Ἰξίονι χρῆσθαι ὡς ἑαυτῇ. ἀφ’ οὗ καὶ οἱ Κένταυροι ἀρχὴν τῆς γενέσεως ἔσχον. καὶ τὸ σύμπτωμα υ παρά γἀρ τὸ τὴν αὔραν κτενεῖν τὸν Ἰξίονα ἐπὶ τῇ γενέσει Κένταυρος τὸ ἀπ⸤ ὸ τούτου ἐκλήθη⸥.~ ⸤B⸥φUΩ
τί Πλάτων κτλ.] ἐντεῦθεν τῷ λόγῳ τούτῳ ἐπιγραφὴ τὸ Ἀναβιοῦντες. ~ BUΩ
τέως περιπατήσατε κτλ.] ὡραῖον. ~Γ
Ἀλήθεια κτλ.] ⸤εὐφ⸥υέστατον τοῦτο ⸤τὸ τ⸥ῆς εἰδωλοποιίας ⸤ἐπὶ⸥ τῆς ἀληθείας. ~ ⸤B⸥ K
Σολέας* κτλ.] ⸤ ὅτι Σολεὺς Ἄρατος ὣν Ἑλληνικῇ παιδείᾳ τοσοῦτον διήνεγκεν, ὥστε τὰ Φαινόμενα Ἑλλάδι φωνῇ γράψας ἐθαυμάσθη. καὶ Ζήνων δὲ ὁ τῆς Στοᾶς κοσμήτωρ τε καὶ καθηγητὴς ἐκ Κιτίου⸥ τῆς Κύπρου ὡρμᾶτο. καὶ δὴ καὶ Κράντωρ καὶ Χρύσιππος ἄμφω Σολεῖς οὐκ ἄσημοι κατὰ φιλοσοφίαν καὶ μάλιστα Χρύσιππος. ἀμέλει δὴ καὶ Ἀριστοτέλης Σταγειρίτης καὶ Δημόκριτος καὶ Πρωταγόρας Ἀβδηρῖται, ἀλλ’ οὐ δήπου ξενίας διώκονται, ὅτι μὴ ἐκ μέσης, φασίν, Ἑλλάδος ἰθαγενεῖς ὄντες εὑρίσκονται, θαυμάζονται δὲ μᾶλλον. ~ ⸤B⸥Cφ Ω. Addit B: ὡς σχεδὸν Ἕλληνας παρευδοκιμηκότες τῇ περὶ λόγους ἀσκήσει τε καὶ μεταχειρίσει. ~
εὖ λέγεις κτλ.] ὡραῖον. ~ Γ
μία*] τῶν ἐναντίων ἤτοι τῶν ἀντικειμένων τὴν αὐτὴν ἐπιστήμην φασίν· ὁ γὰρ τὸ δεξιὸν ὡς δεξιὸν ἐπιστάμενος πολὺ πρότερον ἐπίσταται τὸ ἀριστερὸν καὶ ὁ τὸ νοσερὸν ὡς νοσερὸν εἰδὼς οἶδε ⸤ καὶ τὸ ὑγιεινόν⸥· ὡσαύτως ἐπὶ γενέσεως ⸤καὶ φθορᾶς⸥, μειώσεως καὶ αὐξήσεως ⸤ καὶ τῶν παραπλη⸥σίων, ἃ ὑπὸ τὰ ἀντικε⸤ίμενα τελεῖ⸥. τοῦτ’ οὖν φησι πρὸς τὸν Παρρ⸤ησιάδην⸥ νῦν διατεινόμενον ἀπο⸤ μαθεῖν⸥ τἀναντία τῷ μισεῖν ⸤καὶ τὴν κα⸥τ’ αὐτὰ τέχνην, ὡς οὐκ ἔστι το⸤ ῦτο⸥, ἐπεὶ τῶν ἀντικειμένων ἡ αὐ⸤ τὴ γνῶσις⸥. ~ ⸤B⸥φUΩ
ἐν τοσούτῳ*] ἀντὶ τοῦ ἐν τῷ μεταξὺ χρόνῳ. ~ Bφ
μέλαιναι*] ἐψηφοφόρουν ἐν τοῖς δικαστηρ⸤ίοις⸥ οἱ δικά
ζοντες ψήφοις ταῖς ἀπὸ τῶν κυάμ⸤ ων⸥ τὴν ἑαυτῶν γνώμην ἐκφαίνοντες τοῖς δ⸤ ικα⸥ζομένοις. τῷ μὲν οὖν νικῶντι λευκοὺς ἀπεδείκνυσαν τοὺς κυάμους, τοῖς δὲ ἥττῃ⸤ θεῖσι⸥ μέλανας· ᾧτινι δὲ τῶν δικαζομ⸤ ένων κατὰ⸥ τὸ πλέον αἱ τῶν ψήφων ἀντίχρωμοι ⸤ἀπε⸥φαίνοντο, τούτῳ κατὰ τὸ κεκρατη⸤κὸς ἔθος⸥ καὶ τὸ νικᾶν ἢ ἡττᾶσθαι ἐπεβρα⸤βεύ⸥ετο. καὶ τὸ μὲν τῶν κυάμων. ~ ⸤B⸥CUΩ. Addunt CUΩ: τοιοῦτον τῷ χρώματι μετὰ ποσοῦ τὴν τῶν δικαζόντων ῥοπὴν ὑποδεικνύντων. ἦσαν δὲ καὶ ἕτεραι ψῆφοι δικαστικαὶ λίθινοι δύο, ὧν ἡ μὲν πλήρης ἡ δὲ διατετρημένη, ἀμφότεραι ἐπὶ τοῦ ἐν τῇ τραπέζῃ τῇ δικαστικῇ καδίσκου ἀποκείμεναι, αἳ πρὸς τὴν ἀπόφασιν τῶν δικαζόντων ἐπεδίδοντο τοῖς κρινομένοις, οὐ τῷ ποσῷ τὴν γνώμην τούτων ἐκφαίνουσαι, ἀλλὰ τῷ ὁλοκλήρῳ καὶ μὴ ἐπιμαρτυροῦσαι τὴν τῶν κρινομένων ἤτοι σωτηρίαν ἢ καταδίκην· τῷ μὲν γὰρ νικῶντι ἡ πλήρης, τῷ δὲ ἁλόντι ἡ τετρυπημένη ἐδίδοτο, ὡς δῆλον Αἰσχίνης ἐν τῷ κατὰ Τιμάρχου [79] πεποίηκε δριμέως ἄγαν τῇ τετρυπημένῃ τὴν τοῦ Τιμάρχου ἀσέλγειαν παραστήσας. ~