Scholia in Lucianum
Scholia in Lucianum
Scholia in Lucianum. Rabe, Hugo, editor. Leipzig: Teubner, 1906.
ἀπὸ Πάρνηθος* κτλ.] ὄρη τῆς Ἀττικῆς. ~ ΓVΩΔ
ὑπὲρ* Φολόης κτλ.] ταῦτα Πελοποννήσου ὄρη τῆς Ἀργολικῆς μοίρας. τὸ Ταΰγετον δὲ τῆς Δακωνικῆς ἐν δεξιᾷ τῆς Σπάρτης. ~ VφΩΔ
Ὄλυμπον*] τὸν Μακεδονικὸν Ὄλυμπον λέγει, ὅς ἐπ’ ἀριστερᾷ τοῦ Πηνειοῦ καὶ τῶν Θεσσαλικῶν ἐστι Τεμπῶν, ὄρος ὑψηλὸν καὶ μέγα καὶ μέχρι Πέλλης παρατεῖνον. ~ VφΩΔ
κάμνοντος*] κοπουμένου. ~ ΓV
τῶν ἱπποπόλων*] τῶν περὶ τοὺς ἵππους ἀναστρεφομένων. ~ ΓVφ
Ῥόδιον κολοσσὸν κτλ.] ὁ μὲν κολο⸢σσὸς Ῥόδιος⸣ ἀνδριὰς ἦν χαλκοῦς Ἡλίῳ ἀνακείμενος, καθότι καὶ αὐτὴ ἡ νῆσος Ἡλίῳ ἀνεῖτο, ἑξήκοντα μὲν πηχῶν τὸ ὕψος, ἔργον δὲ Λυσίππου τοῦ ἀγαλματοποιοῦ. ὁ δὲ ἐπὶ τῇ Φάρῳ πύργος πρὸς τῇ ἐπὶ Πηλουσίῳ Αἰγύπτου Ἀλεξανδρείᾳ ᾠκοδόμηται, τετράγωνος, σταδιαῖος τὴν πλευράν, ἐπὶ πολὺ τοῦ ἀέρος ἀνέχων ὡς ἀπὸ ἑκατὸν ὁρᾶσθαι μιλίων. ἀνεστάθη δὲ τοιοῦτος, ἵν’ ᾖ ἡμέρας μὲν σημεῖον τοῖς πλέουσιν, νυκτὸς δὲ πυρσός, πρὸς ὅν οἱ πλέοντες ἀπευθυνόμενοι μὴ ἔχοιεν ἐμπίπτοντες τοῖς τοῦ Παραιτονίου ἕρμασι διαφθείρεσθαι. γέγονε δὲ προστάγματι μὲν Ἀλεξάνδρου τοῦ Φιλίππου καὶ Ὀλυμπιάδος, ἀρχιτεκτονήσαντος δὲ Σωστράτου τοῦ Κνιδίου, ὅς καὶ ἐπέγραψε τῷ πύργῳ ἐπὶ τῶν λίθων Σώστρατος Δεξιφάνους Κνίδιος θεοῖς σωτῆρσιν ὑπὲρ τῶν πλωιζομένων [cf. Luc. De hist. conscr. 62]. ~ ⸢V⸣φΔ
καθάπερ ὁ Λυγκεύς: οὗτος λέγεται ὀξυδερκέστατος εἶναι, ὥστε καὶ τὰ ὑπὸ γῆν βλέπειν. ~ ΓVΩΔ
πλέως*] ἀνάπλεως. ~ ΓV
καπνοδόχης*] καλῶς εἶπεν ’ἐπὶ τῆς καπνοδόκης’ ὡς ἀπολομένῳ διὰ πυρός. ~ ΓVΦΩΔ
μὰ τὸν Ἐνδυμίωνα*] τοῦ Ἐνδυμίωνος ἐρασθεῖσα ἡ Σελήνη συνῆν αὐτῷ καὶ διὰ τοῦτο Ἐμπεδοκλῆς ὡς περὶ τὴν σελήνην διάγων κατὰ τοῦ Ἐνδυμίωνος ὄμνυσιν. ~ ΓVΦΩΔ
μισθοῦ χάριν] φιλοκερδὴς ὁ γραφεύς. ~ Δ
ἀτάρ*] ἀλλὰ δή. ~ ΓV
λημᾶν*] ὀφθαλμιᾶν· λήμη γὰρ ὁ συναγόμενος ἐν τῷ ὀφ
θαλμῷ ῥύπος. ~ ΓVΔ. Addit Δ: ὃν καὶ τζίμπλαν φασὶν οἱ ἀγροικικώτεροι. ~παρὰ* σοί] ἐν σοί ἐστι, φησί, τὸν ἕνα ὀφθαλμὸν βασιλικὸν κτήσασθαι. ~ ΓVΩΔ
κατ’ ὀλίγον ὑπαπιών*] κατὰ μικρὸν ἀπερχόμενος. ~ ΓVΔ
Πτολεμαῖον*] Πτολεμαῖος ὁ ἐπίκλην Φιλάδελφος Στρατονίκην τὴν ἰδίαν ἀδελφὴν εἶχε γυναῖκα. ~ ΓVΦΩΔ
Λυσιμάχῳ*] ὁ Λυσίμαχος εἷς ἦν τῶν Ἀλεξάνδρου διαδόχων. οὗτος Ἀγαθοκλέα τὸν υἱὸν διαβληθέντα ἐπιβουλεύειν αὐτῷ ἀπέκτεινεν. ~ ΓVΦUΩΔ
κατηλοημένος*] διατεθρυμμένος, τεθερισμένος. ~ ΓVφΩ
— ] συντετριμμένος· ἀλοᾶν γὰρ τὸ συντρίβειν ἢ τύπτειν. ~ VφΔΩ. Addit Δ: ἀφ’ οὗ καὶ πατραλοίας. ~
χαμαιτυπείῳ*] πορνείῳ. ~ ΓV
τερπωλήν*] τέρψιν. ~ ΓV
ἔργον*] δυσχερές. ~ ΓVΩΔ
εἰλαπίναι*] εὐωχίαι, ἄριστοι. ~ ΓV
ἐν γειτόνων* κτλ.] ἑκάστου ἔθνους ἐπιτήδευμα λέγει. ~ ΔV
τὴν Γετικήν*] τὴν τῶν Γετῶν χώραν. οἱ δὲ Γέται ἔθνος βάρβαρον. ~ ΓVUΩΔ. Addunt VUΩΔ : καὶ ἰσχυρόν, ὃ Ῥωμαίων κατεξαναστὰν καὶ μέχρι φόρου ἀπαγωγῆς ταπεινῶσαν Ῥωμαίους ὑπὸ Τραϊανοῦ ὕστερον οὕτως ἐξωλοθρεύθη Δεκεβάλῳ χρώμενον βασιλεῖ, ὥστε τὸ πᾶν ἔθνος εἰς τεσσαράκοντα περιστῆναι ἄνδρας. ~ Addit Δ: ὡς ἱστορεῖ Κρίτων ἐν τοῖς Γετικοῖς [om. Müller F. H. G.]. ~
κυκεών ἐστι πόμα ἐξ οἴνου καὶ μέλιτος καὶ ἀλφίτων καὶ ὕδατος συγκείμενον. ἐπειδὴ οὖν ἀπὸ πολλῶν λέγει
συγκεῖσθαι τὸν βίον, διὰ τοῦτο αὐτὸν κυκεῶνα ἐκάλεσεν. ~ ΓVΩΔκαὶ μὴν — ἦν τὰ γινόμενα] ὡραῖον ὅλον. ~ Δ
ἀπῳδά*] ἔξω τῆς ὠδῆς. ~ ΓVΔ
γελοῖα*] γέλοιος γελοίου διαφέρει· γέλοιος μὲν γὰρ ὁ γέλωτος ἄξιος, γελοῖος δὲ ὁ γελωτοποιός. ~ Δ
Σικυώνιον*] Σικυὼν πόλις ἐστὶ πλησίον Κορίνθου. ~ ΓVφΩΔ
Μαραθῶνος*] ὅλοι οὗτοι τόποι εἰσὶ τῆς Ἀττικῆς. ~ Γ
Οἰνόην*] ἡ Οἰνόη περὶ Μαραθῶνα. ~ ΔVφΩ. Addunt VφΩ : Ἀχαρνῆσι δὲ ὡς Ἀθήνησιν· καὶ γὰρ Ἀχαρναὶ ὡς Ἀθῆναι. ~
Κυνοσουρίαν] ἠμφισβήτουν ἀλλήλοις Λακεδαιμόνιοι καὶ Ἀργεῖοι καὶ ἔδοξεν ὡς τετρακοσίους ἀφ’ ἑκατέρου πλευροῦ μάχεσθαι καὶ τοῦ νικῶντος εἶναι τὴν χώραν. μαχομένων δὲ αὐτῶν πλὴν τριῶν, δύο Ἀργείων καὶ ἑνὸς Λακεδαιμονίου, πάντες ἀπώλοντο. ~ ΓCVφΩΔ . Addunt CVφΩΔ
εἶτα δοξάντων Ἀργείων νενικηκέναι καὶ διὰ τοῦτο ἀνακεχωρηκότων ὁ Λακεδαιμόνιος ἐπὶ χώρας μείνας τὸ νενικηκέναι ἐκρίθη, Ἀργείων ὡς φυγόντων κατακριθέντων. ~
φακοῦ*] φακὸς ὁ ὠμός, φακῆ δὲ ἡ ἑψηθεῖσα. ~ ΓVφΩΔ
τὸ Πάγγαιον ὄρος περὶ Φιλίππους ἐστὶ τῆς Μακεδονίας χρυσοῦ μέταλλα ἔχον. ~ CVφΔ
θεῖ*] τρέχει. ~ Γ
ταῖς μυρμηκιαῖς*] τοῖς τῶν μυρμήκων τόποις. ~ ΓVΔ
Μυρμιδόνας*] ὁ Αἰακὸς τοῦ Διὸς ἦν υἱὸς καὶ ἐβασίλευσεν. λέγεται οὖν, ὅτι θεωρῶν τὴν αὑτοῦ χώραν ὀλίγανδρον
οὖσαν ηὔξατο τῷ Διί· ὁ δὲ τοὺς μύρμηκας ἀνθρώπους ἐποίησε καὶ διὰ τοῦτο Μυρμιδόνες κέκληνται. ~ ΓVφΩΔαἰγιόχοιο* Διός] λέγεται ὁ Ζεὺς ὑπὸ αἰγὸς τραφῆναι καὶ διὰ τοῦτο δέρμα τῆς αἰγὸς ἀντὶ ἀσπίδος βαστάζει. αἰγίοχος οὖν ὁ αἰγίδα κατέχων. ~ΓV
βαρὺ κτλ.] οὐδὲν βαρὺ τὸ διακονῆσαί σοι, ἐὰν μὴ χρεία ἐστὶ βαστάξαι τί ποτε. ~ ΓVΩΔ
περὶ —τοῦ ἡλίου λίθον* αὐτὸν εἶναι] Ἀναξαγόρας ταῦτα λέγει ὁ φυσικός. ~ ΔVφΩ