Scholia in Lucianum
Scholia in Lucianum
Scholia in Lucianum. Rabe, Hugo, editor. Leipzig: Teubner, 1906.
ἀκάτια οἱ μὲν τοὺς μεγάλους καὶ μέσους καλοῦσιν ἱστούς, ὡς καὶ Πολυδεύκει τῷ ὀνοματολόγῳ [1, 91] δοκεῖ· εἰσὶ δ’ οἳ καὶ τὰ παρ’ ἡμῖν λεγόμενα κάρυα ἀκάτιά φασιν, οἷς ἡ κεραία ἀνέλκεται. ~ VCΩΔ
ἀλλ’ ὦ θεοφιλέστατε Τιμόκλεις, τὸν μὲν κυβερνήτην ἐκεῖνον εἶδες ἂν ἀεὶ τὰ ξυμφέροντα ἐπινοοῦντα καὶ πρὸ τοῦ καιροῦ παρασκευαζόμενον καὶ προστάττοντα τοῖς ναύταις, ἀλυσιτελὲς δὲ οὐδὲ ἄλογον οὐδὲν εἶχέ τι ἡ ναῦς, ὃ μὴ χρήσιμον πάντως καὶ ἀναγκαῖον ἦν πρὸς τὴν ναυτιλίαν αὐτοῖς· ὁ δὲ σὸς οὗτος κυβερνήτης, ὃν τῇ μεγάλῃ ταύτῃ νηὶ ἐφεστάναι ἀξιοῖς, καὶ οἱ ξυνναῦται αὐτοῦ οὐδὲ εὐλόγως οὐδὲ κατὰ τὴν ἀξίαν διατάττουσι κτλ.]
Τοῦ αὐτοῦ πρὸς τὸ ὑπὸ τοῦ δυσσεβοῦς Λουκιανοῦ λήρημα ὡς φθονερὸν ὅτι τὸ θεῖον.Καὶ τί τῶν ἀσυμφόρων, κατάρατε, ὁ καλὸς οὗτος διετάξατο κυβερνήτης, εἰ, ὅ σοι φεύγει τὴν αἴσθησιν, οὐδ’ εἶναι τὴν ἀρχὴν ὁμολογεῖται; ἀλλ’ εἰ τοῦτο, οὐδὲν μὲν πλέον ἕξει τοῦ ἀποτελέσματος ὁ τεχνίτης, κενὸν δέ σοι καὶ τὸ σῶμα ψυχῆς, ὅτι μὴ κατὰ ταὐτὰ τοῖς οἰκείοις ἀεὶ μέλεσιν ἐνεργεῖ ἀλλὰ τῇ χρείᾳ συμπεριάγει καταλλήλως τὰ ὄργανα· οὔτε γὰρ ὀφθαλμῷ συμφέρον ἀτενὲς διαπαντὸς ἐνορᾶν οὔτε χειρὶ τὴν αὐτὴν χώραν καταλαμβάνειν ἢ τοῖς δακτύλοις τὸ συνεσπάσθαι μόνον καὶ ἐξηπλῶσθαι. εἰ δὲ καὶ στρατοπέδῳ ποτὲ περιέτυχες, ἆρά γε, καίτοι πάντες ἄνθρωποι, πάντας αὐτοὺς εἶδες ἐπὶ τῆς πρώτης τάξεως ἐφεστῶτας ἢ τοῖς αὐτοῖς τεύχεσιν ἐπαρηρότας, ἀλλ’ οὐχὶ τὸν μὲν ἐπὶ τῆς φάλαγγος τὸ γενναῖον ἐπιδεικνύντα, τὸν δὲ κατὰ βάθους γνωριζόμενον, τὸν δὲ τὸ δεξιὸν κέρας ἔχοντα, τὸν δὲ τὸν οὐραγόν, ἢ ὡς ἂν οὖν ἡ τάξις ἀεὶ τοῦ καιροῦ δίδωσι καὶ ἐφιστάμενον καὶ ἐφορμῶντα τοῖς ἀντιπάλοις; ἀλλ’ οὐ τὸν μὲν σφενδόνῃ, τὸν δὲ παλτῷ, εἰ τύχοι, ἄλλον (οὐ σύ γε πάντως ἐρεῖς) κοντῷ, μακρῷ ἕτερον εἰς τὸ νικᾶν προθυμούμενον, καὶ τῷ μὲν γυμνῷ θώρακος ἀριστεύειν ὑπόν, τὸν δὲ κατάφρακτον τοῖς ἐχθροῖς συμπλεκόμενον; ἆρ’ οὖν ἔσθ’ ὅστις λογισμοῦ κύριος διαστασιάζοντας ἀλλήλοις εἴποι γε τούτους ὁρῶν ἢ τῷ διαφόρῳ τῆς ἐνεργείας τὸ ἄτακτον τούτοις ἢ τὸ ἀπρομηθὲς ἐπικαλεῖν ἔχοι τῷ στρατηγῷ ὡς οὐχὶ πάντας τῆς αὐτῆς ἀξιώσαντι τάξεως; ἐγὼ μὲν οὐκ οἶμαι, εἰ μὴ καὶ προσεπαινέσεται τοῦτον, τῇ ποικιλίᾳ τῆς τάξεως καὶ τῷ δοκοῦντι ἀτάκτῳ τε καὶ ἀλυ σιτελεῖ τὸ ἐν πολέμοις ἄμαχον κατορθοῦντος. σὺ δὲ τοσοῦτον ἐλλεβόρου προσδέῃ καὶ οὕτω κορύζης περίπλεως εἶ καὶ προσδεόμενος τίτθης, ἥ σε ἀπομύξει, καλῶς ἐκείνη γε νήπια ποιοῦσα, ὥστε τὴν ἀνθρωπίνην ζωὴν καὶ τὸ ταύτης εὔδαιμον ἐν τῇ τοῦ λαιμοῦ τίθεσθαι ἀπολαύσει καὶ τῶν κατὰ σῶμα ἡδέων· χοιρώδης ὡς ἔοικεν ἄνθρωπος εἶ γαστρὶ τὸ ἀγαθὸν περιορίζων καὶ πλέον οὐδὲν οἰόμενος τῶν παρόντων ἀλλὰ συγκαταλύειν τῷ βίῳ καὶ τὴν ψυχήν. τοιούτῳ δ’ ἀνδρὶ οὐδεὶς φθόνος καὶ τούτων ἀλογιστότερα τερατεύεσθαι. καίτοι γε — εἰρήσεται γὰρ οὐχ ἕνεκά γε σοῦ ἀλλὰ τῶν ἐντυγχανόντων — οὐδὲ ταῦτα ἃ διακομίζεις γενναῖά σου καὶ σοφὰ ὑποδείγματα τοσοῦτόν σοι τὸ βούλημα κατανύσσει, ὅσον προΐσταται, καὶ εἰς τὸ ἐναντίον περιτρέπει τὰ πράγματα. εἰ γάρ σοι ἡ κατὰ τὸν παρόντα βίον εὔροια τῶν πραγμάτων τῆς ἀνθρωπίνης ἀρετῆς ἀντάλλαγμα ὑπισχνεῖται καὶ τοῦτο μόνον τὴν πρόνοιαν ἐμπεδοῖ καὶ διὰ τοῦτό σοι Καλλίας μὲν καὶ Σαρδανάπαλος καὶ εἴ τις ἄλλος κατ’ ἐκείνους ἁβρὸς καὶ ἀκόλαστος καὶ ὑπὸ τρυφῆς διαρρέων παρὰ πάντα τὸν βίον τῆς τοῦ παντὸς ἐποπτείας τὸν σοφὸν ἀπελαύνουσι κυβερνήτην, λέγεις μέν τι, οὐ μέντοι γε καὶ ὅσον σοφὸς ἂν οἰηθείη ἀνήρ. οὔτε γὰρ τὸ κατὰ ῥοῦν τι συμφέρεσθαι τὴν τύχην ἀνθρώπου ἀρετῆς ἀμοιβή (ἦ γὰρ ἂν οὐδεὶς τὸ παράπαν ἀρετῇ προεῖχε Σαρδαναπάλου) οὔτε τὸ πένεσθαι πονηρᾶς καὶ ἀνοσίου τεκμήριον βιοτῆς· τί γὰρ ἂν Σωκράτους. ὀλεθριώτερον ἢ μοχθηρότερον ἐπ’ αὐτὸ τὸ τῆς ἀπορίας βάραθρον κατεσπασμένου; ἀλλὰ τὰ μὲν ἀδιάφορα, καὶ εἴ τι σοὶ ταῦτα σφάλλει τὴν πρόνοιαν, ἐπανορθούτω πάλιν μυρίων μὲν πονηρῶν κολαζομένη κακοπραγία, οἵ γε δὴ μέχρι τυμπάνων καὶ βρόχων προάγονται καὶ σταυρῶν ἀκουσίων καὶ εἴ τι ἄλλο κολαστήριον ὑπολείπεται ὄργανον, ἀμυθήτων δὲ ἀνδρῶν ἀγαθῶν εὐποτμία, οἷς γε οὐ μόνον τὸ παρὰ πάντων τῶν ἄλλων κατὰ τὰ παρόντα σεβάσμιον ἀπέχρησε (τοσοῦτον αὐτῶν τὸ παρὰ πᾶσι ζηλωτὸν καὶ μακάριον), ἀλλά γε δὴ καὶ δικασταὶ τοῖς ἐν Ἅιδου ἀνθρώποις κατέστησαν, καὶ ταῦτα οὐδὲ ἠπειρώτιδός τινος γῆς οὐδὲ περιφανοῦς ἐκ δὲ νήσων Αἰγίνης οἶμαι καὶ Κρήτης ὁρμώμενοι. οὔκουν τὸ βίου σπανίζειν κακὸν οὐδὲ τὸ πᾶσιν ἐνευθηνεῖσθαι μακάριον οὐδ’ ἀμοιβαὶ ταῦτα τῶν βεβιωμένων οὐδ’ ἐκ παντὸς μεταδιωκτέα τοῖς σωφρονοῦσιν, οἵ γε καὶ διαβέβληνται πρὸς τὸ σῶμα σθένει παντὶ καὶ τὰς τούτου περιίστανται ἡδονὰς ὡς ἐμπόδιον σπουδαίῳ καὶ φιλοσόφῳ καὶ πόρρω πέμπειν ἀρετῆς ἐπισταμένας· οἳ δὴ ταῦτα φευκτέα ἡγούμενοι πολύν σου τὸν λῆρον κατασκεδάσουσιν, εἴ γε αὐτὴν ἀξιοῖς ἆθλον ἀρίστου βίου τὴν ἀκόλαστον προτιθέναι ζωήν. τί γὰρ ἐμποδὼν ἐθελήσασι μόνον τὰ τῆς τύχης Ἀριστείδῃ μὲν καὶ Φωκίωνι δωροδοκοῦσι, Σωκράτει δὲ καταδεχομένῳ τὸ ἐκ Περσῶν ἢ Ἀρχελάου βασιλέως χρυσίον; ἀλλ’ οὐκ ἐποίησαν ταῦτα οὐδ’ ἐγγὺς τούτων· εὖ γὰρ ᾔδεσαν τὴν ἀνειμένην ζωήν, οὐ μόνον οὐκ ἀρετῆς ἆθλον ἀλλὰ καὶ ἐμπόδιον τῆς ὡς ἀληθῶς ἀνθρώπου ζωῆς, παράγουσαν τὸν ἡγεμόνα νοῦν τῆς ἑαυτοῦ ἀσχολίας καὶ πρὸς τὴν ἄλογον περισπᾶσθαι βιοτὴν κατεπείγουσαν, ποτῶν καὶ σιτίων καὶ τῶν ἄλλων ἡδυπαθειῶν τὸν ἑσμὸν ὑποτιθεμένην. εἰ τοίνυν ὡς ἀνθρώποις σωφρονοῦσι ταῦτα βδελυκτά τε καὶ ἀποτρόπαια, πόσῳ, εἰ μὴ καὶ πλεῖστον ὅσον, θεὸν τούτων ὑπερανεστηκότα οὐκ ἐμπληξίας μὴ ταῦτα παρέχειν βροτοῖς τῆς τῶν γηίνων περιορίζειν προνοίας; φθονεροῦ γοῦν ἀλλ’ οὐκ ἀγαθοῦ δήπουθεν δεῖγμα, ἐν οἷς ἀπρακτεῖν πέφυκε τὰ καλά, ταῦτά γε τοῖς ἀρετὴν μετιοῦσιν ἐπιδαψιλεύεσθαι. ὁρᾷς, οὗ σοι τὰ σοφά, Λουκιανέ, περιτρέπεται ὑποδείγματα· ἃ γὰρ σχολήν σοι δοκεῖ θεοῦ προνοίας περιποιεῖν, ὅτι μὴ τοῖς ἀγαθοῖς βραβεύεται τῶν ἀνθρώπων, ταῦτά σοι φθονερὸν τὸν παρέξοντα ἀποφαίνει. ἀλλ’ οὔτε φθόνου τὸ θεῖον (ἄπαγε) οὔτε τινὸς ἄλλου πάθους ἡ μόνη μακαρία τε φύσις καὶ ἀνώλεθρος ἐντὸς κατασταίη· οἷς δὲ τὸ εὐδόκιμον κατὰ ἕκαστον ἡμῶν ἀπενέγκασθαι προορᾷ, τούτοις αὐτὸν καὶ μεθίεται συγκροτεῖν. καὶ διερρύηκέ σοι, μᾶλλον δὲ περιτέτραπται, τὸ γενναῖον ὑπόδειγμα, ὑφ’ οὗ τὴν πρόνοιαν ἐπῆλθεν ἀναιρεῖν, προνοίας τὰ πάντα ἀποδεδειγμένα μεστά. εἰ δέ τινες παρ’ ἑκάτερον. τὸ πλουτεῖν φημι καὶ τὸ πένεσθαι, κακῶς ἑάλωσαν ἀρετῇ κεχρημένοι, ἐννόησον, ὁπόσον ἂν οὗτοι κάκιον διεγένοντο πρὸς τὸ τοῦ βίου ἀντίθετον μετατεταγμένοι. ταῦτά σοι πρὸς τοὺς παρόντας λήρους, ὡς ἂν μήτ’ αὐτὸς κατεπαίροιο πρὸς ἄμαχόν τινα λόγων ἰσχὺν διεξάγων τοὺς λόγους μήθ’ οὓς βούλει ἐντὸς τῶν σεαυτοῦ καταστήσας ἀρκύων τύχῃς τοῦ σκοποῦ. ~ Mosq. 315
πρότονος*] τὸ σχοινίον, εἰς ὃ δεσμοῦσι τὸν ἱστόν. ~ ΓVΩΔ
χηνίσκος*] τὸ τῆς πρῴρας μέρος, οὗ ἀπήρτηνται αἱ ἄγκυραι, ὃ καὶ τῆς τρόπιδός ἐστιν ἀρχή. ~ ΓVΩΔ. Addit Δ: εἰσὶ δ’ οἱ μᾶλλον τὸ τῆς πρύμνης ἔφασαν ἄκρον, πρὸς ὃ ἐπιζεύγνυνται αἱ ἐπωτίδες τῆς νεώς. πλήν, ὁποτέρως ἔχοι,— quae sequuntur, etiam in V leguntur — χηνίσκος ἐλέγετο, ὅτι χηνὸς κεφαλὴν μορφοῦντες οἱ ναυπηγοὶ ἐπετίθεσαν τῷ ἄκρῳ, τάχα τὸ πλοῖον εἰς χῆνα ἀπεικάζοντες
ἢ τοῦ εὐοιωνιστοῦ χάριν, ὡς ἀβάπτιστος αὐτοῖς ἡ ναῦς διατελοίη τρόπον χηνὸς ὑπερνέουσα τῶν κυμάτων. ~διμοιρίτην*] ὁ τοῦ διμοίρου τῶν ἐν τῇ νηὶ ἄρχων. ~ ΓVΩΔ
τριμοιρίτην*] ὁ τοῦ τρίτου μέρους ἄρχων. ~ ΓVΩ
— ] οὕτως ἐλέγοντο οἱ μὴ τὸν ἐντελῆ μισθὸν λαμβάνοντες στρατιῶται τῷ μὴ εἶναι τὴν στρατιῶτιν ἀρετὴν τέλειοι. ~ VΩΔ
κατακολυμβῆσαι* κτλ.] πάντα ταῦτα λέγει ὡς ὀνόματα τῶν ἐν τῷ πλοίῳ σκευῶν, ἃ μεταφορικῶς ἐπὶ ἀνθρώπων νοητέον, ὅτι οἱ μὲν ὀφείλοντες καλῶς πράττειν ἀτυχοῦσιν, οἱ δὲ ἄδικοι εὖ πράττουσιν. ~ VΓΩΔ
Σωκράτης καὶ Φωκίων Ἀθηναῖοι ἦσαν ἀμφότεροι ἐπ’ ἀρετῇ θαυμαζόμενοι, ὁ μὲν φιλόσοφος, ὁ δὲ στρατηγός. ~ ΓVΩΔ
ὁ μὲν Καλλίας οὗτος, ὡς Κρατῖνος Ἀρχιλόχοις [fr. 11. C. A. F. I K.] φησίν, Ἱππονίκου υἱὸς ἦν τὸν δῆμον Μελιτεύς, ὡς Ἀριστοφάνης Ὥραις [fr. 572. C.A.F. I 538 Κ.], πλούσιος καὶ πασχητιῶν καὶ ὑπὸ πορνιδίων διαφορούμενος καὶ κόλακας τρέφων. εἰς δὲ στιγματίαν αὐτὸν Κρατῖνος [fr. 11] κωμῳδεῖ ὡς ἕνα τῶν καταχρέων· οἱ γὰρ δανειζόμενοι τὰς κτήσεις ὑπετίθεσαν καὶ ἐπέγραφον αὐτὰς πρὸς τὸ γινώσκεσθαι, ὅτι ὑποθῆκαί εἰσιν· ὅθεν καὶ Μένανδρος [fr. 968. C. A. F. III 247 K.] ἄστικτον χωρίον εἰώθει λέγειν τὸ ἀνεπιδάνειστον. κωμῳδεῖ δὲ αὐτὸν Κρατῖνος [fr. 11] καὶ ὡς Φώκου γυναῖκα μοιχεύσαντα καὶ τρία τάλαντα δόντα εἰς τὸ μὴ κριθῆναι. — ὁ δὲ Μειδίας ὀρτυγοκόπος ἦν, ὡς Πλάτων Περιάλγει [fr. 108. C. A. F. I 630 Κ.],
καὶ περὶ τὰ ὅμοια δεινός· καὶ ὡς πονηρὸν δὲ καὶ κόβαλον καὶ τῶν δημοσίων νοσφιστὴν Φρύνιχος [fr. 41. C. A. F. I 381 Κ.] καὶ Πλάτων [cf. fr. 108] διαβάλλουσιν. — ὁ δὲ Σαρδανάπαλος υἷὸς ἦν Ἀνακυνδαράξου τοῦ Μήδου καὶ βασιλεὺς Ἀσσυρίων τρυφῇ πεπραμένος καὶ γυναιξὶ τὸν πάντα βίον ἐκδαπανῶν· διὸ καὶ ἐπὶ τούτου ἡ τῶν Ἀσσυρίων κατελύθη ἀρχή. ~ VΔ. Addit Δ: ὁ δὲ Φῶκος οὗτος μοιχαλίδα εἶχε γυναῖκα, ἐφ’ ᾗ καὶ ἑάλω Καλλίας. ~τοίχου*] τοῖχος λέγεται οὐ μόνον ἐπὶ οἴκου ἀλλὰ καὶ ἐπὶ πλοίου. ~ ΓVΩΔ
κατὰ* ῥοῦν προχωρεῖ] κατὰ ῥοῦν φέρεται. ἐπὶ τῶν εὐπλοούντων ὁ λόγος, ὅτε πρὸς ῥεῦμα φερόμενοι τὸν ἴδιον πλοῦν ἀνύουσιν. ~ ΓCVΩΔ. Addunt CVΩΔ: διότι δὲ ἀπὸ τοῦ πλοῦ τὸ παράδειγμα, διὰ τοῦτο καὶ νῦν τῷ πλησίστιος ἐχρήσατο. ~
ἱερὰν — ἄγκυραν*] ἄγκυρά ἐστιν ἐν τῇ νηὶ ἡ μεγίστη, ἣν καλοῦσιν ἱεράν. αὕτη δέ, ὅτε μέγας καταλάβῃ κίνδυνος, τελευταία βάλλεται. εἶπεν οὖν τοῦτο ὡς μέλλων τελευταῖον εἰπεῖν ἐπιχειρημάτων τὸ πάντων μέγιστον. ~ ΓVΩΔ
τυμβωρύχε* κτλ.] καλῶς πάνυ εἰσήγαγε τὸν Τιμοκλέα πρὸς ὕβρεις τραπέντα· τοῦτο γὰρ ἔθος τοῖς ἡττωμένοις. ~ VΓΩΔ
κατατρυφῶντα*] πάνυ ἐπὶ τῆς νίκης ἐπιγελῶντα. ~ ΓVΩ
σύρφαξ: ὑποκορισμὸς τοῦ συρφετοῦ. ~ CVΔ
Ζωπύρου*] τοῦ Δαρείου πολιορκοῦντος τὴν Βαβυλῶνα καὶ μὴ δυναμένου παραλαβεῖν αὐτὴν ὁ Ζώπυρος κόψας ἑαυτοῦ τὰ ὦτα καὶ τῆν ῥῖνα καὶ μαστιγώσας ἑαυτὸν
προσῆλθε τοῖς Bαβυλωνίοις ὡς παρὰ Δαρείου ταῦτα παθών. οἱ δὲ νομίσαντες αὐτὸν ἀληθῆ λέγειν κατεπίστευσαν αὐτῷ τὴν πόλιν, ὁ δὲ προέδωκε τῷ Δαρείῳ τὴν Βαβυλῶνα. καὶ διὰ τοῦτο ἰδὼν αὐτὸν ὁ Δαρεῖος εἶπεν ἠβουλόμην σεσῳσμένον ἔχειν τὸν Ζώπυρον ἢ μυρίας μοι Βαβυλῶνας ὑπάρχειν. ~ ΓV— ] Δαρείου τοῦ Μήδου Βαβυλῶνι τῇ πρὸς τὸν Εὐφράτην προσεδρεύοντος καὶ ἑλεῖν ταύτην δι’ ἰσχυρότητα καὶ ἀσφάλειαν μὴ δυναμένου Ζώπυρός τις ἀνὴρ τῶν ἐν τέλει Δαρείῳ προσελθὼν ἠξίου μαστιγώσαντα αὑτὸν καὶ λωβησάμενον ὤτων ἀφαιρέσει καὶ ῥινὸς ἀφεῖναι πορευθῆναι πρὸς Βαβυλῶνα τρόπον αὐτομόλου. οὕτως δὲ διαθεμένου αὐτὸν Δαρείου ἀπῄει φυγὰς δῆθεν πρὸς τοὺς Βαβυλωνίους. οἱ δὲ τὸ ἀνήκεστον ἰδόντες τοῦ πάθους ἐλπίσαντες ἀδιάλλακτα αὐτῷ τὰ πρὸς Δαρεῖον ἔσεσθαι καί τι καὶ δρᾶσαι τοῦτον ἀντάξιον τῆς τοιαύτης αἰκίας διανοηθῆναι πιστόν τε ἡγήσαντο ἑαυτοῖς Ζώπυρον καὶ ἐν τοῖς μάλιστα εὐεργέταις. καὶ δὴ φέροντες αὑτούς τε καὶ τὴν πόλιν ἐνεχείρισαν Ζωπύρῳ· ὅς μετ’ ὀλίγον Δαρείῳ ἑαυτὸν ἐνεχείρισεν αὐτῇ παραθήκῃ. ἐφ’ οἷς τοῦτο Δαρείῳ ἀνεφωνήθη τὸ ἐβουλόμην Ζώπυρον ἔχειν ἢ μυρίας Βαβυλῶνας εὐπορηκέναι. ~ Δ
διάτορον*] ὀξύτονον. ~ ΓV
ἄυπνος*] Αἰήτης ὁ τῶν Κόλχων βασιλεὺς εἶχε δέρμα προβάτου χρυσοῦν καὶ τοῦτο δράκων παρεφύλαττεν ἄυπνος. ~ ΓVΩΔ. cf. φ
— ] εἰς τὸ αὐτό. τὸ χρυσόμαλλόν φησι δέρος, ὃ Φρίξου
μὲν ἦν τοῦ Ἀθάμαντος παιδὸς τοῦ παιδαγωγοῦ, ὃς Κριὸς ὠνόμαστο, δορά, τυθέντος δὲ κατὰ τὴν Κολχίδα γῆν καὶ ἐκδαρέντος. καὶ ἐπεί, ὡς ὁ μῦθος, χρυσόμαλλον εἶχε τὸ δέρος, δεδόσθαι εἰς φυλακὴν ὑπὸ δρακόντων φυλασσόμενον. ἐφ’ ὃ ὕστερον Ἰάσων μετὰ τῶν ἄλλων Ἀργοναυτῶν ἀποσταλεὶς ἐφ’ ᾧτε κομίσασθαι καὶ πρὸς τὸ Ἄργος ἀποκαταστῆσαι, εἶτα Μηδείας τῆς θυγατρὸς μὲν Αἰήτου τοῦ βασιλεύοντος τῶν τόπων ἀδελφῆς δὲ Ἀψύρτου, ὃς ἐπεπίστευτο τὴν φυλακὴν τοῦ δέρους, διὰ τὸν πρὸς Ἰάσονα αὐτῆς ἔρωτα δόλῳ μὲν τὸν πατέρα μετελθούσης, Ἄψυρτον δὲ τὸν ἀδελφὸν ἀποκτεινάσης καὶ οὕτως συνεργησάσης Ἰάσονι αὐτό τε τὸ δέρος ληφθῆναι καὶ πρὸς τὸ Ἄργος διασωθῆναι. ~ VΔ. Addit Δ: ἡ ἱστορία παρ’ Ἀπολλωνίῳ ἐν Ἀργοναυτικοῖς. ~νῦν γάρ μοι πράγματα* κτλ.] ἐὰν θελήσω, φησίν, κρατῆσαί σε νῦν, δυσχερανῶ· πηδῶν γὰρ ἐν τῇ σκοτίᾳ δύνῃ διαφυγεῖν. ~ ΓVΩ
φθάνων] ἀντὶ τοῦ προλαμβάνων. ~ Δ
πρὸ ὁδοῦ ἔσῃ: τὸ ἐν τῇ συνηθείᾳ προκόψας ἔσῃ ἐν τῷ ἔργῳ τοῦ τροφὴν ὠνήσασθαι πεπορικὼς ἑαυτῷ. ~ VΓφΔ. Addunt V et (cf. ann.) Δ: τοῦτο δὲ τὸ πρὸ ὁδοῦ παροιμιῶδές ἐστι λεγόμενον ἐπὶ τῶν ὥσπερ τι προτέλειον ἐκτελουμένων τῶν μετὰ ταῦτα γινομένων, συμβαλλόμενον μέντοι τοῖς μετὰ ταῦτα, εἰ καὶ κατὰ πάρεργον, ὥσπερ καὶ εἰ, οἷς ὁδεύειν πρόκειται, ἐπιτελεσθείη τι τῶν συνενεγκεῖν ἐχόντων τι τῇ ὁδῷ· παρ’ ὃ καὶ πρὸ ὁδοῦ εἴρηται. ὁ δὲ νοῦς πρὸτοῦ
ὀφειλομένου ἔργου ἔσῃ τοῦτο κατὰ πάρεργον πεπονηκώς, ὅ σοι τυχὸν τὴν ἀναγκαίαν τροφὴν ἐκπορίσοι. καὶ Πλάτων ἐν Συμποσίῳ [174D] σύν τε δύ’ ἐρχομένω πρὸ ὁδοῦ βουλευσόμεθα, ὅτι ἐροῦμεν. ἀλλ’ ἴωμεν. ~ἀνεγρόμενος*] ἀνεγειρόμενος. ~ Γ
Ζεῦ τεράστιε*] εἰώθεσαν οἱ ἀρχαῖοι ἀπὸ τῶν πραγμάτων τὸν Δία καλεῖν, οἷον δεχόμενοι ξένον ἐκάλουν Δία ξένιον. οὕτω καὶ ἐνταῦθα καλεῖ τὸν Δία τεράστιον τὸν ἀποδιώκοντα τὰ τέρατα. τέρας δὲ λέγει τὸ ἀνθρωπίνῃ φωνῇ τὸν ἀλεκτρυόνα χρήσασθαι. ~ ΓVΔ
ἀλεξίκακε: ὁ ἀποδιώκων τὰ κακά. ~ ΓCΔ. Addunt ΓΔ : ἀλεξίκακος δὲ ὁ Ἡρακλῆς ὡς πολλὰ τῶν ἐν τῷ κόσμῳ κακῶν ἰασάμενος. ~
ἀποτρόπαιον] ὃ ἀποτρέπεταί τις. ~ ΓVΔ
Ἀργοῦς τρόπις*] τὰ κατὰ τοῦ πλοίου. Ἀργὼ δὲ ἐστι τὸ πλοῖον, ἐν ᾧ Ἰάσων ἔπλευσεν· τούτου δέ, ὡς λέγουσιν, ἡ τρόπις ἐλάλει. ~ ΓVΔ, cf. φ
φηγὸς* ἐν Δωδώνῃ] μαντεῖον λέγουσι τοῦ Διὸς ἐν Δωδώνῃ, ὅπου φηγὸς ἤτοι δρῦς, εἰς ἣν ἐμαντεύοντο. ~ ΓVΔ
ἑρπούσας*] παρ’ Ὁμήρῳ [μ 395] ταῦτα ἐπὶ τῶν Ἡλίου βοῶν ἐν Ὀδυσσείᾳ, οὓς οἱ ἑταῖροι τοῦ Ὀδυσσέως σφάξαντες ἐθοινῶντο. ~ Δ
οὐ χαλεπῶς*] οὐ δυσχερῶς. ~ ΓV
ἐχεμυθήσειν*] σιωπήσειν, φυλάξαι τὸ μυστήριον. ~ ΓVΔ
ὡς Ἀλεκτρυών τις κτλ.] κατὰ κοινοῦ τὸ ὥς, ἵν’ ᾖ οὕτως καὶ ὡς ξυμπίνοι καὶ ὡς ξυγκωμάζοι καὶ ὡς κοινωνοίη τῶν ἐρωτικῶν. ~ ΔVΟ
ἀπίοι παρὰ τὴν Ἀφροδίτην κτλ.] λέγεται, ὅτι ἡ Ἀφρο
δίτη τὸν Ἥφαιστον εἶχεν ἄνδρα καὶ ὁ Ἄρης ταύτην ἐμοίχευεν. ~ ΓVΟΩΔλαθόντα*] ἀγνοηθέντα. ~ ΓV
οὐδὲν* ὄφελος] τὸ ἑξῆς· καίτοι οὐδὲν ὄφελος· τί γὰρ μετὰ τὸ γενέσθαι τὴν προδοσίαν, εἰ βοᾶτε, ὄφελος; ~ ΔV
4 ἐκτράπεζον*] ἔξω τῆς τραπέζης. ~ ΓVΔ
Εὔφορβος*] οὗτος εἷς ἦν τῶν Τρώων, ὅστις καὶ πρῶτος δόρατι τὸν Πάτροκλον ἔπληξεν. ~ ΓVΟΩΔ
Μνησάρχου* παῖ] Μνήσαρχος πατὴρ ἦν Πυθαγόρου. καλῶς οὖν παίζων Μνησάρχου παῖδα τὸν Ἀλεκτρυόνα ἐκάλεσεν. ~ ΓVφΟΩΔ
ἀντὶ δὲ Σαμίου* Ταναγραῖος] Σάμος νῆσος ἦν, ὅθεν ὁ Πυθαγόρας, Τάναγρα δὲ πόλις Βοιωτίας, ὅθεν ὁ Μίκυλλος. ~ ΓVφΟΩΔ
Ταναγραῖος*] γράφεται Ταναγρικός. ἐν Τανάγρᾳ τὰ τῆς ὑποθέσεως. ἡ δὲ Τάναγρα πόλις Βοιωτική. ~ Δ
οὐδὲν μελλήσας] οὐκ ἀναμείνας. ~ ΓV
Πυθαγόρειόν ἐστι τοῦτο τὸ δόγμα ἴσον τὸ φαγεῖν κυάμους τῷ φαγεῖν τὴν κεφαλὴν τοῦ πατρός. ~ ΓVΔ
5 οὐκ ἀπόρρητος*] οὐκ ἀπηγορευμένη. ~ ΔΓV
οὐκ οἶδα, ὁπότερον ἂν ἑλοίμην] καλῶς γε σὺ ποιῶν· ἄμφω γὰρ τερατώδη καὶ εἰς φάσμα ψιλὸν ἀποτελοῦντα. ~ Δ
ἀναπεμπάζῃ*] τὰ προθεωρηθέντα ἀναμιμνῄσκῃ. ~ ΓVΦΔ
6 δεινόν*] μέγαν, θαυμαστόν. ~ ΓV
ὑπὲρ τὰ ἐσκαμμένα* ἤδη πηδᾷ] Φάυλλός τις ἐγένετο, ὅστις ἐπήδα πολλά. τῶν οὖν πρὸ αὐτοῦ σκαπτόντων πεν τήκοντα πόδας καὶ τούτους πηδώντων ὁ Φάυλλος ὑπὲρ τοὺς ν′ πάνυ ἐπήδησεν. ἐκράτησεν οὖν ἡ παροιμία ἐπὶ
τῶν ὑπὲρ τὸ ὡρισμένον τι ποιούντων ὑπὲρ τὰ ἐσκαμμένα πηδᾶν. ~ ΓVΦΩΔμελιχρός*] ἡδύς. ~ ΓV
ἀποψήσῃ*] ἀπομάξῃ. ~ ΓVΟ
ἐλεφαντίνων*] λέγει Ὅμηρος [τ 562] διὰ μὲν τῶν ἐλεφαντίνων πυλῶν τοὺς ψευδεῖς ὀνείρους ἔρχεσθαι, διὰ δὲ τῶν κερατίνων τοὺς ἀληθεῖς. ~ VΓΦ
τυφλός*] ἱστοροῦσιν Ὅμηρον οἱ μὲν καὶ ἀπὸ γενεᾶς τυφλὸν καὶ τὸ σύμπτωμα ὄνομα τούτῳ γενέσθαι ὁμήρους καλούντων Δωριέων τοὺς τυφλούς. Ἡρόδοτος [c. 3 et 13, Biogr., ed. Westermann, p. 2 et 6] μέντοι τὸν Ὁμήρου γράφων βίον οὐκ ἀπὸ γενέσεως τυφλὸν αὐτὸν ἱστορεῖ, ἀλλὰ πολλὴν ἀλώμενον γῆν ἱστορίας χάριν γενέσθαι κατὰ τὴν Ἀττικὴν κἀκεῖ νοσήσαντα χαλεπῶς ὑπὸ τῆς νόσου τὴν ὄψιν ἀποβαλεῖν. ~ VCΦΟΩΔ. Addit C: οἱ δὲ Βαβυλώνιον λέγουσιν αὐτὸν καὶ ὁμηρεύσαντα ἤγουν πρεσβεύσαντα πρὸς Ἀθηναίους οὕτω κληθῆναι. ~
Μίδα*] λέγεται, ὅτι Μίδας πάνυ ὢν φιλόχρυσος ηὔξατο πᾶν πρᾶγμα, οὗ ἂν ἅψηται, χρυσοῦν γίνεσθαι. φασὶ δέ, ὅτι καὶ ἀπὸ τούτου ἀπέθανεν· καὶ αὐτὴ γὰρ ἡ τροφή, ἧς ἥπτετο, χρυσῆ ἐγίγνετο. ~ ΓVΦΟΩ
πολύ: χυδαῖον γὰρ τὸ πολύ. ~ VΔ
ἄριστον* μὲν ὕδωρ κτλ.] ἡ σύνταξις οὕτως· ἄριστον μὲν τὸ ὕδωρ, ὁ δὲ χρυσὸς καθάπερ τὸ πῦρ ἐν νυκτὶ διαπρέπει κατὰ τὴν ἐξοχὴν τοῦ πλούτου. ~ ΓVΦΟΩΔ
Εὐκράτης] οὗτος ὁ Εὐκράτης παρ’ Ἀθηναίοις ἦν πλούσιος. ~ ΓVφΔ
ὑποβεβρεγμένος] ἀντὶ τοῦ μεθύων. ~ VΦΔ
σὺν τριβακῷ] ἐν πενιχρῷ. ~ V
ἠπίαλον* ] ῥῖγος πρὸ πυρετοῦ. ~ ΓVΦΩΔ. Addit Δ: ἢ ῥῖγος συνημμένον πυρετῷ. ~
ἔφεδρος*] ἡνίκα δύο παλαίουσιν ἀθληταί, κάθηταί τις ἔξωθεν ἄλλος ὀφείλων τῷ νικῶντι παλῆσαι, καὶ ὁ τοιοῦτος καλεῖται ἔφεδρος ἀντὶ τοῦ ἡττωμένου εἰσερχόμενος. ~ ΓVΦΩΔ Addit Δ: μεταφορικὴ οὖν ἐνταῦθα ἡ λέξις. ~
στοιχεῖον ἐνταῦθα λέγει τὴν τοῦ ἡλίου σκιάν· εἰώθεσαν γὰρ ὁρίζειν, ἡνίκα τυχὸν ἡ σκιὰ γένηται πεντάπους, συνελθεῖν. ~ ΓCVΦΩΔ
ὁποσάπουν τὸ στοιχεῖον: οὕτως εἰώθεσαν οἱ παλαιοὶ καλεῖν τὸν ἥλιον ἢ τὴν σκιὰν τὴν ἀπὸ τοῦ ἡλίου. ~ ΔCVΦ. Addunt VΦΔ: τοιοῦτο δὲ τὸ λεγόμενον, ὅπως βραδὺς κατὰ τὴν κίνησιν ὁ ἥλιος· οἱ γὰρ ἐπισπεύδοντές τινι καὶ τὸ βραχύτατον τῆς ὥρας μακρὸν καὶ ἀπέραντον ἡγοῦνται. ~
κουριῶν*] καρῆναι δεόμενος. ~ ΓVΩΔ
ἐπερειδομένῳ] ἐπανακλινομένῳ. ~ ΓV
μάτην λύκος χανών] παροιμία ἐπὶ τῶν ἐλπιζόντων τι καὶ παρ’ ἐλπίδας πραττόντων. ~ ΓVΦΔ
πότος παροξυτόνως μὲν σημαίνει τὸ συμπόσιον, ὀξυτόνως δὲ αὐτὸ τὸ πόμα καὶ τὸ πίνειν δηλοῖ. ~ Δ
φιλοτησίας*] φιλοτησίαν προπίνειν ἐστίν, ἡνίκα τις ἐν ἀρίστῳ ἀπὸ τῆς δοθείσης αὐτῷ φιάλης πιὼν μέρος τὸ λοιπὸν παράσχῃ φίλῳ καὶ τὴν φιάλην χαρισάμενος. ~ ΓVφΩΔ