Scholia in Lucianum
Scholia in Lucianum
Scholia in Lucianum. Rabe, Hugo, editor. Leipzig: Teubner, 1906.
πρόξενος — ἰδιόξενος*] ⸤πρόξενος καὶ ἰδιόξενος καὶ ἀστόξενος ταύτῃ διαφέρει· πρόξενος⸥ μὲν γὰρ ὁ φανερῶς π⸤όλεώς τινός τισι⸥ πολίταις κατὰ τρόπον ⸤ξένας, ἰδιόξενος⸥ δὲ ὁ ἰδίως ἑνὶ ξένος, ⸤ἀστόξενος δὲ⸥ ὁ κοινῇ πᾶσι τοῖς ἐ⸤κ τῆς πόλεως⸥ ξένος, ὁποῖοί ποτ’ ⸤ἂν ὦσι τὸ ἦ⸥θος. οἱ μέντοι νεώ⸤τεροι τῶν ῥητόρων⸥ προξένους καλοῦσι ⸤τοὺς παραιτίους⸥ τινὸς πράξεως ⸢τισι γ⸤ινομένους⸣⸥· καὶ ἴσως ἀπὸ τοῦ καὶ τοὺς προξ⸤ένους συσπου⸥δάζειν τοῖς, ὧν εἰσι ⸤πρόξενοι⸥, τὰ παραίτια τῶν καταθυμ⸤ίων καὶ ἐκ⸥πορίζειν ἐπὶ τὸ ῥᾷστον πρ⸤οά⸥γοντας, εἰ καὶ ἐπὶ τῶν χειρόνων παρείληπται, καὶ τούτῳ κατ⸢αχρησά⸣μ⸤ένων⸥ οὕτω λοιπὸν τῶν μὴ κεκριμ⸤ένως⸥ τῇ χρήσει προσεχόντων. ἕτεροι δὲ προξένους ⸤μέν φασι⸥ τοὺς κατὰ δόγμα πολιτικὸν π⸤ροστά⸥τας ὅλων πόλεων γινομένους, ἰδ⸤ιοξέ⸥νους δὲ τοὺς ἐκ πλείονος χρόνου ἢ⸥ ἐκ πατέρων παραδοχῆς τηροῦν⸤τας ὁ⸥μόνοιαν, κἂν πολὺ ταῖς ⸤πατρί⸥σιν ἀπέχωσιν· ὃ φαίν⸤ονται⸥ καὶ σφραγῖδας ἀλλήλοις δεικ⸤νύν⸥τες καὶ σύμβολά τινα ποιού⸤μενοι⸥, ἵνα, οὓς ἂν πέμπωσιν ⸤ἀ⸥γνῶτας οἷον υἱοὺς ἢ οἰκ⸤είους⸥, προσδέχωνται ἅτεροι δ⸤ιὰ τὰ⸥ σύμβολα. φασὶ
δὲ καὶ δορυξ⸤ένους⸥ οὗτοι τοὺς κατὰ πόλεμον ἀλλ⸤ήλους⸥ φιλοποιησαμένους, ὡς Δ⸤ιο⸥μήδης Γλαῦκον [Hom. Ζ232sq.]· ξένους δὲ ⸤ἀπλῶς⸥ τοὺς ἐξ ἑτέρας πόλεως παρεπι⸤δη⸥μοῦντας, ἐάν τε ἀγνῶτες ⸤ὦσιν⸥ ἐάν τε ἐγνωσμένοι, τοὺς δὲ ἰ⸤δί⸢ως⸥⸣ ξένους τινός, οὓς ἐν οἰκί⸤ᾳ τις⸥ ὑποδέξαιτο καὶ συμπ⸤ράξει⸥έ τι τῶν χρησίμων ἢ μη⸤νύ⸥σειε τῶν ἀπορου⸢μένων⸣. ~ ⸤B⸥C⸢V⸣MΝUΩΔ— ] πρόξενος ὁ ὅλης πόλεως ξένος, ἰδιόξενος δὲ ὁ ἰδίᾳ καθ’ αὑτὸν ξένος ὤν. ~ CMSU
δικαστηρίῳ* κτλ.] ἀλλὰ τὸ ἀδιαφορεῖν, β⸤έλτι⸥στε, περὶ τὴν τῶν προσαγομένων ⸤λῆψιν⸥ οὐκ οἶδα εἰ μείζονά τ⸤ινι κατα⸥λείποι πλεονεξίας ὑ⸤περβολὴν⸥ ἀδιακρίτως ἐκ παντὸς συ⸤λλέγειν⸥ καὶ προσδέχεσθαι βουλομένῳ, ⸤ἄλλως τε⸥ καὶ τοῦ θεοῦ τοῦτο ἀποθεσπ⸤ίζοντος⸥, δι’ ὧν φησι τῷ τὴν πολύζ⸤ωον προ⸥σάγοντι θυσίαν ἐξ αν⸤οσίων δὲ⸥ εὔαδέ μοι χόνδρος ἀπ⸤οφοι⸥βάσαντος ἀγακλυ⸤τοῦ⸥ Ἑρμιονῆος. ~ Δ⸤Β⸥
τὸ δὲ ἱερὸν κτλ.] τὸ ἀναγκαῖον καὶ χρειῶδες ἀντέταξε τῷ δικαίῳ καὶ τὸ συμφορώτερον τῷ ἀσυμφόρῳ. ~ ΔNΩ2
τῶν σοφῶν κτλ.] οὕτω καὶ Φωκυλίδης [v. 88 Bergk. P. L. ed. ΙV] φησὶ
τὴν ⸢σο⸣φίην σοφὸς ⸢ε⸣ὐθύνει, ⸢τέ⸣χνας δ’ ὁμότεχνος.~ Β⸢V⸣φΝΩ
Πύρρον] τὸν Ἠπειρώτην λέγει. ~ B
περίνοια*] τέχνη μηχανική. ~ VΜ
εἰσιόντα δὲ τοῦτον κτλ.] σημείωσαι. ~ V
ἀγροίκους* νεανίσκους] εἶδος Σατύρων. ~ BNΩ2Δ
κόρδακα*] κόρδαξ εἶδος ἀπρεποῦς καὶ αἰσχρᾶς ὀρχήσεως παραπλησίας τῇ πυρρίχῃ. ~ BNΟΩ2Δ
— ] σίκιννις σατυρικὴ ὄρχησις, ἐμμέλεια δὲ τραγική, κόρδαξ δὲ κωμική. ~ Δ
κεράστας] τριχωτάς· κέρας γὰρ ἡ θρίξ. ~ Δ
καὶ* τὸν μὲν στρατηλάτην κτλ.] εἶδος Διονύσου. ~ ΔB
βραχὺν πρεσβύτην κτλ.] εἶδος Ἰ⸤καρίου⸥. ~ ⸤B ⸥VφNOΩ
— ] εἶδος Σειληνοῦ. ~ Δ — ] Σειλινοὶ λέγονται τῶν Σατύρων οἱ γέροντες παρὰ τὸ σείεσθαι λίαν περὶ τὸν ληνόν· ἰῶτα γὰρ ὀφείλει εἶναι τὸ λι, σειλινὸς ὁ γέρων. ~ Δ ἕτερον* κτλ.] εἶδος Πανός. ~ VBφNΟΩ
Σειληνός] ⸢⸤ἄ⸥⸣νω τοὺς ὑποστρατή⸢γο⸣υς, ⸤ὅ⸥σον ἀπὸ τοῦ εἴδους ⸢εἰκ⸣άσαι, τὸν ⸤Ἰκ⸥άριον ἔ⸢δει⸣ξε καὶ τὸν Πᾶνα, ⸤ἐ⸥ν⸢τ⸣αῦθα ονομαστὶ ⸢τὸ⸣ν Σει⸤λ⸥ηνὸν παριστᾷ. καινὸν τοῦτο, ⸤ε⸥ἰ μή που ταὐτὸν οἴεται τὸν Σει⸤λ⸥ηνὸν τῷ Ἰκαρίῳ. ~ ⸤B⸥⸢V⸣φΝΟΩΔ
κορυβαντιᾶν*] μαίνεσθαι. ~ VΟUΩ
τὸ κορυβαντιᾶν σημαίνει τὸ μαίνεσθαι, τὸ θεοφορεῖσθαι, τὸ ἐκφρεῖσθαι ἤτοι τὸ χορτάζεσθαι. ~ Δ
ποιούντων] ἀντὶ τοῦ ποιείτωσαν, Ἀττικῶς. ~ B
ταῦτά* γε] ἀντὶ τοῦ κατὰ ταῦτα. ~ VMΟUΩ