Scholia in Lucianum
Scholia in Lucianum
Scholia in Lucianum. Rabe, Hugo, editor. Leipzig: Teubner, 1906.
ὁ μὲν οὐκ κτλ.] πέπονθα τοῦτο ἐγώ, ὦ θεία δίκη καὶ πάντα εἰ καὶ μὴ πρὸς βραχὺ νικῶσα ἀλήθεια. ~ ΟΔ
τέλος] διὰ πείρατος κατὰ τὸν Κυρηναῖον. ~ Ο
πολλάκις* κτλ.] οἷον ἡδὺ πνεῖς, Λουκιανέ, κατὰ τῆς καρδίας ὥσπερ ἀστρατείας καὶ μύρου παρὰ πᾶσαν ὑπόνοιαν νῦν ἀληθεύων. ~ VΓΟΩΔ
παρ’ αὐτοῖς κτλ.] σημείωσαι. ὡραῖον. ~ ΓV
διαβολῶν*] εἰς τὸν Ἰωσὴφ αἰνίττεσθαί μοι δοκεῖ ~ VΟΩΔ
ὁ νεανίας] Βελλεροφόντης. ~ Δ
Θεμιστοκλέα*] ἐχθρὸς ἦν ἀεὶ Θεμιστοκλέους Ἀριστείδης. διὸ καὶ σὺν αὐτῷ πρεσβευτὴς πεμφθεὶς Ἀριστείδης βούλει, φησίν, ἐπὶ τῶν ὁρίων, Θεμιστόκλεις, τὴν ἔχθραν
ἀπολείπωμεν· ἂν γὰρ δοκῇ, πάλιν αὐτὴν ἐπανιόντες ἀναληψόμεθα. ~ ΓCVφMΟSΩΔφιλοτιμίας* ὑποκεκνισμένος] τὸ λόγιον τοῦτο τὸ ταύτης ὑποκεκνισμένος ἀντὶ τοῦ διὰ ταύτην διαφθονούμενος αὐτῷ. ~ VφMΟSΩΔ
τί οὖν κτλ.] σημείωσαι. ὡραῖον. ~ ΓV
subscript.: Διώρθωσα ἐγὼ Ἀλέξανδρος μετὰ Θεοδώρου διακόνου τοῦ ἡμῖν ὑπηρετοῦντος. ~ Γ2