Scholia in Odysseam
Scholia in Homerum
Scholia in Homerum. Scholia Graeca in Homeri Odysseam, Volumes 1-2. Dindorf, Wilhelm, editor. Oxford: Clarendon Press, 1855.
Κοιμώμενον Ὀδυσσέα μετὰ τῶν δώρων ἐκτιθέασιν οἱ Φαίακες εἰς τὴν γῆν τῶν Ἰθακησίων. καὶ τὴν μὲν ναῦν αὐτῶν ὑποστρέφουσαν λίθον ποιεῖ ὁ Ποσειδῶν, Ἀθηνᾶ δὲ ἐπὶ τῷ αἰγιαλῷ ὄντι Ὀδυσσεῖ συμβου- λεύει περὶ τῆς μνηστηροφονίας. καὶ τὰ χρήματα ἔν τινι σπηλαίῳ ἀποκρύπτει, καὶ εἰς γέροντα μεταμορφοῖ τὸν Ὀδυσσέα. P.Q.V. Ὀδυσσέως ἀπόπλους παρὰ Φαιάκων καὶ ἄφιξις εἰς Ἰθάκην. H.
2. κηληθμῷ] τῇ διʼ ἀκοῆς ἡδονῇ. B. θέλξει, τέρψει. κήλησις γάρ ἐστιν ἡ διʼ ᾠδῆς τέρψις καὶ ἡδονή. V. κηλήσει ἐν τῇ τῆς ἀκοῆς ἡδονῇ. τρισυλλάβως δὲ τὸ ἔσχοντο. H.
4. χαλκοβατὲς δῶ] νῦν κυρίως κεῖται ἡ λέξις. τοιαῦτα γὰρ τὰ τοῦ Ἀλκινόου βασιλέως· “χάλκεοι μὲν γὰρ τοῖχοι ἐληλέδατο” (η, 86.), καὶ τὰ ἑξῆς. H.Q. χαλκοβατὲς] ἤτοι χαλκοῦν ἔδαφος ἔχον, ἢ χαλ- κοῦς ἔχον τοὺς βαθμοὺς τῶν θυρῶν. V.
5. τῷ σʼ οὔτι] ἀντὶ τοῦ διὰ τό σε, ὅ ἐστι διὰ τοῦτό σε. H. ἐπειδὴ τὸ ἐμὸν οἴκημα κατέλαβες, διὰ τοῦτο νομίζω σε οὐκέτι πλα- νηθέντα ἐπανελθεῖν εἰς τὸν οἶκον, ἀλλὰ χωρὶς πλάνης, εἰ καὶ πρότερον κακὰ ἔπαθες. B.Q.
παλιμπλαγχθέντα] ὀπισθόρμητον γενόμενον. V.
6. εἰ καὶ μάλα πολλὰ] τοιοῦτόν ἐστιν ὃ λέγει, εἰ καὶ ἀγνωμόνως ἡ τύχη σοι κέχρηται. καὶ ἐπὶ τὸ πλεῖστον ἐναντιοῦται, ἀλλʼ οὐ νῦν οἴομαί σε ἁμαρτεῖν τῆς πατρίδος ἡμῶν προπεμπόντων. Q.
[*](1. οὐ δεῖ—διαμπερὲς] Brevius in H. 12. καὶ τὰ—Ὀδυσσέα om. Q. Ha- οὐδὲν θαυμαστὸν Ἀθηνᾶς λεγούσης διαμ- bet Eustathius p. 1730. περὲς —.)7. ἐφιέμενος τάδε εἴρω] ἀνδρὶ ἑκάστῳ εἴρω ὅσοι πίνετε οἶνον ἐν τοῖς ἐμοῖς οἴκοις. H. μετὰ προθυμίας τάδε λέγω. V. ἐφιέμενος] ἐναλλασσόμενος, ἐντελλόμενος. V.
8. γερούσιον οἶνον] τὸν ἐντίμοις ἀνδράσι διδόμενον. H.V. γέρας γὰρ ἡ τιμή· ἐξ οὗ καὶ τὴν ἐπωνυμίαν εἴληφεν. H. τὸν τοῖς ἐντίμοις διδόμενον. V.
10. εἵματα μὲν δὴ ξείνῳ] μέλλων δωρεὰς δώσειν ἑτέρας αὐτῷ, καὶ τῶν ἤδη δεδομένων μνημονεύει ἀθροίζων ἅπαντα καὶ μεγαλύνων τὴν διὰ τῶν δώρων τιμήν. εὐπρεπῶς δὲ τὸν λόγον ἐξήνεγκεν οὐκ ἄντικρυς φήσας ὅτι ἔλαβες μὲν καὶ ἐσθῆτα καὶ χρυσὸν καὶ ἄλλα δῶρα, νῦν δὲ καὶ τρίποδά σοι καὶ λέβητα κατʼ ἄνδρα προθήσομεν. Καὶ ἄλλως. περὶ τῶν δώρων διαλεγόμενος ὅτι ἐν ἀσφαλεῖ ἀπόκειται ὑπέμνησεν αὐτῷ τῶν ἤδη δεδομένων. Q.
11. πολυδαίδαλος] ὁ ποικίλος καὶ μετὰ τέχνης κατεσκευασμένος· ἢ εἰς τὸ δαιδάλλεσθαι καὶ ποικίλλεσθαι εὔθετος. B.V.
12. δῶρʼ ὅσα Φαιήκων] ἀντὶ τοῦ ὑμεῖς. οὐ γὰρ ἄλλοι τινὲς ἦσαν οἱ δόντες. B.
14. ἀνδρακὰς] κατὰ ἄνδρα. V.
ὁ λόγος, κατὰ ἄνδρα νῦν προδῶμεν, ὕστερον δὲ ἐκ τοῦ δήμου ἀνα- πραξώμεθα. B.Q. Vind. 133.
τινὲς γράφουσιν, ἄνδρα κάτα. ὁ δὲ Φρύνιχος ἀνδρακάδα φησὶ τὴν τῶν ἀνδρῶν δεκάδα. ἔστι δὲ ἐπίρρημα ὡς ἑκάς καὶ ἐντυπάς. H. Vind. 133. τὸ δὲ προικός γενική ἐστιν ἀντὶ αἰτιατικῆς. ὁ γὰρ νοῦς, χαλεπὸν γὰρ καὶ ἀδύνατον ἕνα τοσαύτην δωρεὰν χαρίσασθαι. B.V.
ἀγειρόμενοι] ἀγείραντες κατὰ μέρος παρʼ ἑκάστου λαμβάνον- τες. H.
15. τισόμεθʼ] εἰσπράξομεν, ἀποτῖσαι τὸν δῆμον τὸ μέρος τοῖς νῦν δοῦσιν ἀναγκάσομεν. τὸ δὲ προικός γενική ἐστιν ἀντὶ αἰτιατικῆς, ὥς φησιν Ἡρωδιανός. B.H.Q. εἰσπραττόμεθα, ἢ ἀποληψόμεθα. V.
ἀργαλέον γὰρ ἕνα προικὸς] ἀντὶ τοῦ προῖκα, δωρεάν. B.
[*](14. ὁ—ἢ om. B. hoc loco H., sed separatim ἀνδρακὰς 21. κάτα] Hoc est κάθ᾿. ὡς ἑκάς καὶ ἐντυπάς. Verba ὁ Φρύνιχος— δεκάδα habet 23. τὸ δὲ—ὁ] ἡ προικὸς γενικὴ ἀντὶ etiam B. legitque Eustath. p.1731, τοῦ προῖκα. ὁ V. 43. Alia grammaticorum com- ὁ γὰρ τοὺς V. ὁ δὲ νοῦς B. menta vide apud Apollon. Lex. s. v. 24. τ. δωρεὰν] δωρεὰν τ. V. ἀνδρακάς et Etym. M. p. 102, 17. 27. τὸ μέρος addidi ex H. 22. ἔστι —ἐντυπάς] Non habet 28. δοῦσιν H. δοκοῦσιν B.Q. )τὸ μὲν μὴ αὐτὸν πάντα δοῦναι ἀπαρηγόρητον, τὸ δὲ φάσκειν ἐπι- τιθέναι καὶ τῷ δήμῳ τὴν εἰσφορὰν μικροπρεπές. ἀνακτέον δὲ αὐτὰ εἰς τὰ παλαιὰ ἔθη. εἰκὸς δὲ καὶ τὸ τάλαντον εἶναι τοῦ χρυσοῦ βαρὺ, καὶ τὴν ἐσθῆτα ἀξίαν πολλοῦ. Q.
19. νῆʼ ἄρʼ] Ἀρίσταρχος, νῆάδε. H. ἐπὶ τὴν ναῦν ἐπεσσεύοντο. H.
εὐήνορα χαλκόν] τὸν κοσμοῦντα τὸν ἄνδρα. Q.
20. καὶ τὰ μὲν εὖ κατέθηχʼ ἱερὸν μένος Ἀλκινόοιο] ὅρα τὴν κατʼ ὀλίγον προκοπήν. τὰ μὲν γὰρ πρῶτα ὡς ἱκέτης δέδεκται, καὶ οὐδὲ ἀφʼ ἑαυτοῦ ἤγειρεν ὁ βασιλεὺς αὐτόν. ἀμέλει καὶ ὀνειδίζεται ὑπὸ Ἀρήτης “Ἀλκίνοʼ, οὐ μέν τοι τόδε κάλλιον οὐδὲ ἔοικε ξεῖνον μὲν χα- μαὶ ἧσθαι ἐπʼ ἐσχάρῃ (η, 159.). μαθὼν δὲ τὴν σύνεσιν ὁ βασιλεὺς δώροις τετίμηκεν αὐτόν. νῦν δὴ καὶ ὑπηρετεῖν οὐκ αἰσχύνεται. Q.
εὖ κατέθηχʼ] κατατεθῆναι παρὼν ἐποίησεν, ὡς τὸ “λοῦσέ τε καὶ ἤλειψε.” B.
22. βλάπτοι] ἐμποδίζοι. V.
23. οἱ δʼ εἰς Ἀλκινόοιο] ἴσως οἱ βασιλεῖς μόνον. B.
25. Κρονίδῃ] ὅτι ἐπόπτης τῶν ξένων. ὅτι οἱ ἑστιώμενοι τοῖς ἑστιῶσι προπίνουσι παρὰ τῷ ποιητῇ. H.
26. μῆρα δὲ κήαντες] οὕτως Ἀρίσταρχος. H. κήαντες] καύ- σαντες. V.
31. ὡς δʼ ὅτʼ ἀνὴρ] ἤγουν γεωργός. H.
πανῆμαρ] ὁ Ἀριστοφάνης οὐκ ἐν συνθέσει φησὶ τὸ πανῆμαρ, ἀλλὰ πᾶν, εἶτα κατʼ ἰδίαν τὸ ἦμαρ. H.
32. πηκτὸν] τὸ μὴ ἔχον ἐξ αὐτοῦ τὸν γύην. B.V.
33. ἀσπασίως] γρ. ἀσπάσιος, εὐκταῖος καὶ προσφιλής. M.
34. βλάβεται] βλάπτεται δὲ γούνατα, ἤγουν κωλύεται τὴν βάδι- σιν διὰ τὸν πολὺν κόπον. H.Q.
[*](13. λοῦσέ τε καὶ ἤλειψε] Esse occurrere πανῆμαρ et semel Il.σ,453. puto κ, 450. ubi de Circe, λοῦσέν τε πᾶν δʼ ἦμκρ; item πᾶν nunquam an- καὶ ἔχρισεν λίπ᾿ ἐλαίῳ. Vid. schol. te vocalem legi nisi ante ἔργον et BUTTM. εἴρητο, quarum vocum illius digam- 19. κήαντες] In textu M. legitur ma certum, hujus admodum pro- κήσαντες, adscripto γρ. κήαντες. babile est. Videtur itaque πάν 22. ἀλλὰ πάν, εἶτα κατʼ ἰδίαν (κα- sicut ἅπἄν, πρόπᾰν antiquorum Io. τιδίαν H.) τὸ ἦμαρ] Legere tum de- num, πᾶν autem, ἅπᾱν, πρόπᾱν Atti. bebat ὦ πάν ἦμαρ. PORSON. Non corum proprium fuisse. Vid. Bekk. accedo. Grammaticus usum cor- Anecd p. 416. et Gramm. m. ampl. repti α in voce πᾶν epicis tribuit: §. 62. Obs. 5. not. BUTTM. idque persimile vero videbitur re- 26. βλάπτεται δὲ γούνατα om. Q. putanti semel tantum apud poetam ἤγουν] ἤτοι Q. )35. Ὀδυσῆ] τὸ πλῆρες Ὀδυσῆϊ, ὡς ἥρωϊ Λαομέδοντι” (Il. η, 453.). H.
36. πιφαυσκόμενος] φανεροποιῶν. V.
39. χαίρετε δʼ αὐτοί] ὅτι οἱ παλαιοὶ καὶ ἐν τῷ ἀφίστασθαι τὸ χαῖρε ἔλεγον, ὥσπερ νῦν τὸ σώζου φαμέν. B.M.
42. ὅλβια ποιήσειαν] ἄλλο ὄλβος, ἄλλο πλοῦτος, ὡς καὶ ἐν ἄλ- λοις “ὄλβῳ τε πλούτῳ τε” (Od. ξ, 206.). εὔχεται οὖν τὰ δῶρα ἐπὶ εὐδαιμονίᾳ αὐτῷ γενέσθαι· οὐ γὰρ ἐν πλούτῳ μόνῳ τὴν εὐδαιμο- νίαν ὁρίζεται. Q.
ἀμύμονα] ἄμεινον τὸ συναμφότερον ἀκούειν, καὶ τὴν ἄκοιτιν εὕ- ροιμι ἀμύμονα καὶ ἀνεπιμώμητον. H.
43. σὺν ἀρτεμέεσσι φίλοισι] σώοις, ἀρτίοις, ἀνελλιπέσιν, ὑγιῶς ἔχουσιν. B. τοῖς πιστοῖς καὶ ἀκεραίοις. ἐκ γὰρ τῆς ἀρτιότητος τὴν ἐπωνυμίαν ταύτην ἀπεκληρώσατο. Q. ὑγιέσι καὶ πιστοῖς. V.
45. κουριδίας] τὰς ἐκ παρθενίας γεγαμημένας. V.
θεοὶ δʼ ἀρετὴν ὀπάσειαν] νῦν τὴν εὐδαιμονίαν, ὡς τὸ “ἀρετῶσι δὲ λαοὶ ὑπʼ αὐτοῦ” (Od. τ, 114.). B.Q.
54. ἐπισταδόν] ἐπιστημόνως, ἐμπείρως. B.V.
57. Ἀρήτη δʼ ἐν χειρὶ τίθει] καὶ ταύτην πρώτην ἱκέτευσε, καὶ οἶ- δεν ὅτι κατεδεδούλωτο αὐτῇ ὁ Ἀλκίνους. H.Q. ὅτι οἱ ἑστιώμενοι παρʼ Ὁμήρῳ τοῖς ἑστιῶσι προπίνουσιν, ὡς Ὀδυσσεὺς Ἀχιλλεῖ καὶ Εὐμαίῳ ὁ αὐτός. H.
δέπας ἀμφικύπελλον] τὸ περιφερὲς, τὸ πανταχόθεν κεκυφός. B.
59. διαμπερὲς] διόλου, ἕως οὗ τὸ γῆρας ἵκοιτο. B.H.
61. χώρῳ] γρ. οἴκῳ. H. Vind. 5.
65. ἡγεῖσθαι ἐπὶ νῆα] δῆλον οὖν ὅτι φθάνουσιν οἱ ἐρέται παρὰ τῇ νηῒ ὑπάρχοντες. H.
66. ἔπεμπε νέεσθαι] ἤγουν τὰς γυναῖκας. Gl. H. ἔπεμπε γυ- ναῖκας] ἡ ἑτέρα τῶν Ἀριστάρχου, νέεσθαι, εἶχε. καὶ ἄμεινον τὸν μὲν κήρυκα διηγεῖσθαι, τὰς δὲ δουλίδας νέεσθαι. H.
[*](1. Ὀδυσῆʼ] ὀδυσσῆ H. in textu: ἀνεπιμέμητον. sed scholion refertur ad Ὀδυσῆʼ pro 18. ἐπιστημόνως] ἐπισταμένως, ἐπι- Ὀδυσῆῖ habitum. Hoc igitur re- στημόνως V. stitui. Conf. schol. ο, 157. 19. χειρὶ] Sic H. in textu et in Ὀδυσῆῖ] ὀδυσσῆἴ H. scholio. χερσὶ Q. ut vulgo. ἥρωῖ] Hoc nunc ἥρῳ scribitur. 20. κατεδεδούλωτο correxi pro κα- 4. ὅτι addidi ex M. τεδούλωτο. 5. νῦν post σώζου habet B. ὅτι οἱ ἑστιώμενοι] Conf. p. 558. 11. ἀνεπιμώμητον Cramerus pro 17. )67. φᾶρος τὸ ἄνωθεν τῶν ἄλλων ἱματίων φορούμενον, χιτῶνα δὲ τὸ ὑποκάτω. H.
68. χηλὸν] τὴν ἔχουσαν τὴν ἐσθῆτα κιβωτόν. H. πυκινὴν] συνετήν. V.
69. ἡ δὲ ἄλλη σῖτον ἔφερε καὶ οἶνον ἐρυθρὸν, οὐ τῷ Ὀδυσσεῖ, προῄδεσαν γὰρ ὅτι μέχρι τῆς Ἰθάκης κοιμηθήσεται· ἴσως οὖν ἵνα οἱ παραπέμποντες αὐτὸν Φαίακες ἔχωσιν ὑποστρέφοντες· ἀμέλει οἱ δὲ συνεκτιθέασιν αὐτῷ ἐν τῇ Ἰθάκῃ τὰ ἐδώδιμα. H.
71. πομπῆες ἀγαυοὶ] οἱ Φαίακες οἱ μέλλοντες εἰς Ἰθάκην τὸν Ὀδυσσέα διασῶσαι. Q.
72. πόσιν] λείπει ὁ καί. σὺν γὰρ τοῖς ἄλλοις καὶ τὴν πόσιν καὶ τὴν βρῶσιν ἐδέξατο. H.
73. βαπτὸν περιβόλαιον καὶ σινδόνα, ἵνα κοιμῷτο. H.
74. νηὸς ἐπʼ ἰκριόφιν] ἐπὶ τὰ σανιδώματα τῆς πρύμνης. H. νήγρετον] ἀνέγρετον, βαθύν· ἢ διʼ ἡδονὴν βραδύν. V.
76. τοὶ δὲ] γρ. τὸ δέ. H.
77. τρητοῖο λίθοιο] εἰώθασιν ἐπὶ τῶν λιμένων τρυπᾶν τοὺς λί- θους. V.
78. ἀνερρίπτουν] ἀπὸ τοῦ παρακολουθοῦντος· ἀναρρίπτεται γὰρ ὑπὸ τῶν κωπῶν τὸ ὕδωρ. B.V.
79. καὶ τῷ νήδυμος ὕπνος] φυσικῶς αἱ νῆες τῶν Φαιάκων μετὰ τοῦ πλεῖν ὅπου βούλονται ἔσχον καὶ τὸν ὕπνον παρέχειν τοῖς πλέου- σιν. ὁ μὲν Ἀλκίνους “αὔριον ἐς τῆμος δὲ σὺ μὲν δεδμημένος ὕπνῳ λέξεαι, οἱ δʼ ἐλόωσι γαλήνην (η, 318.)· ἡ δʼ Ἀρήτη “αὐτὸς νῦν ἴδε πῶμα, μή τίς τοι καθʼ ὁδὸν δηλήσεται, ὁππότʼ ἂν αὖτε εὕδῃσθα γλυ- κὺν ὕπνον ἰὼν ἐν νηῒ μελαίνῃ (θ, 443.). τοῦτο δὲ γράφεται, ἵνα μὴ ὁρῶσι τὴν ἐνέργειαν τῶν νεῶν οἱ ἐμπλέοντες. H.Q.
81. ἡ δʼ ὥστʼ ἐν πεδίῳ] εὗ τῇ παραβολῇ κέχρηται. ὥσπερ γὰρ οἱ ἵπποι τρέχοντες ἐκ τῶν ὀπισθίων μερῶν διεγείρονται, οὕτω καὶ ἡ ναῦς ἐλαυνομένη ἐκ τῆς πρύμνης κουφίζεται. B.V.
τετράοροι] τετράσειροι, τέσσαρες ἐζευγμένοι ἵπποι. B. τέσσαρες ἵπποι ἐζευγμένοι. τετράοροι, τὸ ο μικρόν. V.
84. κῦμα δʼ ὄπισθε] πάλιν ἐπανέλαβε τὸν λόγον. Q.
[*](4. συνετήν] στεγνήν Barnesius. 24. γαλήνην] γαλήνη H. quod est 16. Supra τοὶ δὲ, ut videtur, scri- γαλήνη. ptum in H. γρ. τὸ δέ. PORSON. 26. ἰὼν] ἐὼν H. Nihili est τὸ δέ. )86. ἡ δὲ μάλʼ ἀσφαλέως] ἀσφαλῶς, κυρίως ἐπὶ τῶν μὴ σφαλλο- μένων, ἐμπέδως δὲ ἐπὶ τῶν ἐν τῷ πεδίῳ ἐρριζωμένων. ἡ δὲ ναῦς οὔτε ἄσφαλτός ἐστιν, οὕτε ἐν τῷ πεδίῳ ἐρρίζωται. εἴληπται οὖν εἰς ἔμ- φασιν τῆς ἀκλινοῦς καὶ μὴ σφαλλομένης ἐν τῷ πλῷ. B. Q.
87. κίρκος] οἶμαι ὃν λέγουσι νῦν ὀξύπτερον. H.
ὁμαρτήσειεν] ἀκολουθήσειεν. V. πετεηνῶν] γρ. πετεινῶν. H.
88. ἔταμνεν] ἔκοπτεν. V.
93. εὖτʼ ἀστὴρ ὑπερέσχε] ἕως οὗ ὑπερανέτειλεν. Q.
96. Φόρκυνος] λιμὴν Ἰθάκης, ἐφʼ λιμένι Φόρκυνός ἐστιν ἱερὸν τοῦ θαλασσίου δαίμονος. V.
ἐδείχθη σαφῶς ὅτι θαλάσσιος θεὸς ὁ Φόρκυν. κακῶς ὁ Ἀριστο- φάνης ἔγραφεν ἐκεῖ (Od. α, 72.) “Φόρκυνος θυγάτηρ ἁλὸς ἀτρυγέ- τοιο μέδοντος.” ἀντὶ γὰρ τοῦ, μέδοντος, φησὶν, ἵνʼ ᾖ ἐπὶ τοῦ Ποσει- δῶνος καὶ συνάπτηται τῷ ἑξῆς. H.Q. ὁ λιμὴν οὗιος ἔκ τινος Φόρ- κυνος θεοῦ ποτε γέγονε κἀκ τούτου τὴν κλῆσιν ἔσχεν. H.Q.
Φόρκυν δαίμων θαλάσσιος, τὸ πρότερον διατρίβων πρὸς τῷ Ἀρυ- μνίῳ λεγομένῳ ὄχει τῆς Ἀχαίας, οἰκῶν τε τὴν Φόρκυνος ἀπʼ αὐτοῦ καλουμένην βῆσσαν. κᾆτα φανὲν αὐτῷ καταλιπεῖν τὰς τρίβους ταύ- τας ἀφίκετο εἰς τὴν Κεφαλληνίαν, καὶ τόπον ἐκλεξάμενος ἐπιτήδειον αὐτῷ ἐνταῦθα ᾤκησεν. λέγεται δὲ Ἄμμος ὁ τόπος. προσορμίσας δὲ εἰς τὸν τῆς Ἰθάκης λιμένα ἠξίωσεν αὐτὸν ἀφʼ ἑαυτοῦ προσαγορεύεσθαι Φόρκυνος. ἡ δὲ ἱστορία παρὰ Ἡροδώρῳ. V.
97. προβλῆτες] ἔξω τοῦ λιμένος προβεβλημέναι. H.
98. ἀκταὶ ἀπορρῶγες] προπερισπαστέον τὸ ἀπορρῶγες. σημαίνει δὲ τὰς μὴ ἐρριζωμένας, ἀλλʼ ἀποπεσούσας. τὸ δὲ, λιμένος ποτι- [*](5. λέγουσι νῦν ὀξύπτερον correxi pro plane absurda. Videtur scholiasta λέγουσιν ἐνεξίπτερον. Quod in H. ad- hoc dicere voluisse, μέδοντι,” ἀντὶ ditur θείῃ τῇ νηΐ videtur esse ἀκολου- τοῦ μέδοντος, ἵνʼ ᾖ etc. Nam ἔγραφεν θήσειε τῇ νηΐ ad ὁμαρτήσειεν adscri- indicio est Aristophanem non in- ptum. terpunctionem tantum, sed etiam 11. ὁ Ἀριστοφάνης] Distinxit Ari- scripturam mutasse. stophanes post θυγάτηρ, et sequen- 14. συνάπτηται H. συνάπτεται Q. tia cum versu sequenti conjunxit. 15. κἀκ—ἔσχεν om. Q. PORSOH. Hæc si fuit sententia 16. Ἀρυμνίῳ Barnes. ex cod. Ἀ- Aristophanis, mirum est non scri. ρυηνίῳ V. psisse eum μέδοντι, quod recte con- 18. καταλιπεῖν Mueller. Fragm. jecisse puto Nauckium Aristopb. Hist. vol. 2. 9. 41. pro καταλιπών. 9. 52., licet genitivum agnoscat 20. προσορμίσας — Ἡροδώρῳ Butt- schol. ad α, 72. mannus pro προσορμήσας—Ἡροδότῳ. 13. μέδοντος.” ἀντὶ—ἵν’ ᾖ] Hæc δὲ post π. addidit Muellerus. )
ἀπορρῶγες] διερρωγυῖαι, οὐχ ὡς μέντοι τῶν ῥιζῶν ἀποτετμῆσθαι. V.
ποτιπεπτηυῖαι] ἔσω νενευκυῖαι. V.
101. ὅρμου μέτρον] ὅταν πρὸς τὸ ὁρμισθῆναι ἀφίκωνται. τὸ μέ- τρον, ἢ τὸ πλῆρες τῆς καταγωγῆς. V.
102. ἐπὶ κρατὸς λιμένος] ἐπὶ τῆς ἀρχῆς. V. ἄνω, ἐν ἀρχῇ τοῦ λιμένος. ἀρχὴ γὰρ τοῦ σώματος ἡ κεφαλή. B.
103. ἄντρον ἱρὸν Νυμφάων] ἀλληγορικῶς λέγει ἄντρον τὸν κόσμον, νύμφας τὰς ψυχὰς, τὰς αὐτὰς καὶ μελίσσας, καὶ ἄνδρας τὰ σώμα- τα. δύο δὲ θύρας τὴν τῶν σωμάτων ἔξοδον, ἤτοι τὴν γένεσιν, καὶ τὴν τῶν ψυχῶν εἴσοδον, ἐν ᾗ οὐδὲν τῶν σωμάτων εἰσέρχεται, μόναι δὲ αἱ ψυχαί. ἀθάνατοι γάρ εἰσι. ὅθεν καὶ ἐλαίαν φησὶν, ἢ διὰ τὸν νικητι- κὸν στέφανον, ἢ διὰ τὸ . . . ὅ ἐστι τὴν τροφὴν . . . B.
ἠεροειδές] ἀντὶ τοῦ μέγα καὶ ἀναπεπταμένον. Q.
104. νηιάδες] αἱ τῶν ναμάτων σύντροφοι· οὐ γὰρ ἀπὸ Νηΐου ὄρους. H. αἱ τῶν ναμάτων νύμφαι, ἢ ἀπὸ τοῦ Μηΐου ὄρους. B. ἀπὸ τοῦ Νηίου ὅρους. ἢ ναΐδες νύμφαι εἰσὶ τῶν ὑδάτων. V.
105. ἀμφιφορῆες] εἶδος κεράμων ἀμφώτων. V. καὶ τὰ αὐτὰ ἀναθήματα ὡς οἱ κρατῆρες καὶ ἀμφιφορεῖς. H.
106. τιθαιβώσσουσι μέλισσαι] τὴν βόσιν, τὴν τροφὴν, ἀποτιθέα- σιν, ὅ ἐστι τὰ κηρία. Q. ἀποτίθενται τὴν βόσιν, ὅ ἐστι τὸ μέλι, οἷον θησαυρίζουσι τὰ κηρία καὶ νεοττοτροφοῦσιν. V.
108. φάρεʼ ἁλιπόρφυρα] ἐοικότα τῇ θαλάσσῃ πορφυριζούσῃ. Q.
109. δύω—θύραι—αἱ μὲν—αἱ δὲ—] πῶς ἐπὶ τῶν δύο θυρῶν ἐν τῷ διαιρεῖν φησιν αἱ μὲν, αἱ δέ; ἐνδεχέται τὴν μίαν ἑκάστην θύραν δίθυρον εἶναι. B.H.Q.
110. καταιβαταὶ ἀνθρώποισι] βάσιμοι, διʼ ὧν κατάβασίς ἐστιν ἀνθρώποις. V. ὀξυτόνως ἐπὶ τῷ καταιβαταί. H.
[*](14. Sequuntur in B. duo scholia 25. Addidi πῶς. Est ἀπορία et futilia et ab hoc loco plane aliena, λύσις ἀπορίας, quomodo de duabus alterum, σχοῖνος τὸ βροῦλον (cf. schol. januis αἱ μὲν —αἱ δὲ—pro ἡ μὲν—ἡ ε, 463.)· σχίνος δὲ τὸ θαμνῶδες φυτόν. δὲ—dici potuerit. In H. esse di- βάτος κατʼ ἀντίφρασιν ἡ ἄβατος. alte- citur λύσις ἐπὶ τῶν etc. rum, τὸ ἴσαν, τὸ ἐγίνωσκον, κανονίζεται ἐπὶ] ἐπὶ δὲ B.Q. qui verba ἐπὶ δὲ οὕτως· ἴσημι, καὶ ὁ παρατατιλὸς ἴσην, τῶν — δίθυρον εἶναι infra collocant ἴσης, ἴση, ἴσατον, ἰσάτην, ἴσαμεν, ἴσατε, p. 563, 1. post ἄβατοι ἀνθρώποις. ἴσασον καὶ ἴσαν κατὰ συγκοπήν. 29. ἐπὶ τῷ] Exspectes τό. 15. Habet etiamV., addito εὔσκιον.)111. θεώτεραι] θειότεραι καὶ ἄβατοι ἀνθρώποις. B.H.Q. θειότε- ραι, διʼ ὧν μόνοι θεοὶ εἰσέρχονται. V.
113. πρὶν εἰδότες] ἀντὶ τοῦ πρὶν εἰδῆσαι, ὡς τὸ “καρπῷ βριθο- μένη (Il. θ, 307.). λείπει τὸ ὡς. οὐ γὰρ οἱ Φαίακες, ἀλλ᾿ αἱ νῆες αὐτῶν μόναι τοὺς τόπους ἐπίστανται. H.
119. καδδʼ ἄρʼ ἐπὶ ψαμάθῳ ἔθεσαν] οὐ διανιστᾶσιν αὐτὸν περὶ τοῦ μὴ δοκεῖν χάριν τῆς παραπομπῆς ἀπαιτεῖν· ἢ ἵνα μὴ κατασχεθῶσιν ὑπʼ αὐτοῦ· ἢ οὕτως ᾠκονόμησε διὰ τὰ ἑξῆς. ἀνῄρητο γὰρ ὑπὸ τῶν μνηστήρων φανερῶς κατιών. V.
τὴν τῶν Φαιάκων ἀτοπίαν καθʼ ἣν τὸν Ὀδυσσέα καθεύδοντα μὴ διυπνίσαντες εἰς τὴν γῆν κατέθεντο, τοῦ τε Ὀδυσσέως τὸν ἄκαιρον ὕπνον, διαλύειν πειρώμενος ὁ Ποντικὸς Ἡροκλείδης φησὶν ἀτόπους εἶναι τοὺς ἐξ ὧν εἴρηκεν ὁ ποιητὴς μὴ στοχαζομένους περὶ τοῦ παν- τὸς τρόπου τῶν Φαιάκων. συνειδότας γὰρ ἑαυτοῖς φιληδονίαν καὶ ἀπολαυστικὸν τρόπον, καὶ δεδιότας μή τις αὐτοὺς ἄλλος ἐπελθὼν ἐκ- βάλῃ ἀπὸ τῆς χώρας, δύο ταῦτα ὑποκρίνασθαι, φιλοξενίαν τε πρὸς τοὺς παρόντας, ταχεῖάν τε ἀπόπεμψιν πρὸς τοὺς ἐλθόντας, πάντα δὲ ἐργάζεσθαι ὅπως αὐτῶν ἡ οἴκησις λανθάνῃ, καὶ διάστημα ὅσον ἐστὶ μὴ γινώσκηται, νῆσον ἀγαθὴν οἰκοῦντας, πρὸς δὲ τὸν πόλεμον οὔτε γεγυμνασμένους οὔτε προαιρουμένους, ἀλλʼ ἐναντίαν βιοτὴν τοῖς πο- λεμικοῖς ἐπιτηδεύμασιν ἔχοντας· “οὐ γὰρ Φαιήκεσσι μέλει βιὸς οὐδὲ φαρέτρη” (ζ, 270.)· καὶ πάλιν φησὶν αὐτοῖς αἰεὶ δαῖτα μέλειν κίθαρίν τε καὶ ᾠδάς (θ, 248.). τοιούτους οὖν ὄντας καὶ τοιαύτην γῆν ἔχοντας οὐδὲν ἀπεικὸς εὐλαβεῖσθαι μὴ κατοπτευθέντες ὑπό τινων πο- λεμῆσαι δυναμένων ἐκπέσωσι τῆς χώρας, καὶ ταχυτάτας ἀποπομπὰς ποιεῖσθαι τῶν ξείνων, οὐ διὰ φιλοξενίαν· “οὐ γὰρ ξείνους οἵγε μάλʼ ἀνθρώπους ἀνέχονται, οὐδʼ ἀγαπαζόμενοι φιλέουσιν ὅτε κέν τις ἵκη- ται” (η, 32.). οὐδὲν οὖν ἄλογον διά τινα τοιαύτην αἰτίαν αὐτοὺς ἀποστέλλειν ταχέως τοὺς ξένους, πρὶν ἐντὸς γενέσθαι τῶν παῤ αὐτοῖς [*](6. διανιστᾶσιν Buttm. pro διανί- utentem. 18. ἐστὶ om. Q. στησιν. 10. τὴν τῶν Φαιάκων ἀτοπίαν] Hanc 22. αἰεὶ— μέλειν κίθαρίν τε καὶ ᾠδάς questionem tractavit etiam Eu- H. nisi quod μέλλειν. ἀεὶ—μέλει κί- stathius p. 1733. θαρίς τε καὶ ᾠδαί Q. 14. συνειδότας— δεδιότας] συνειδότες 23. οὖν om. Q. —δεδιότες H. Nominativus συνει- 25. ταχυτάτας ἀποπομπὰς correxi δότες est etiam apud Eustathium, pro ταχυτάτους ἀποπόμπους. ταχεῖαν oratione non obliqua, sed recta ἀπόπεμψιν dixit supra l. 17. )
123. Ἀρίσταρχος, μήπω, χρονικῶς. διὸ καὶ ἐπήγαγε, πρὶν Ὀδυ- σῆʼ ἔγρεσθαι. H.
124. δηλήσαιτο] βλάψοι, ἀντὶ τοῦ ἀφέληται. V.
128. Ζεῦ πάτερ] ὅτι Ποσειδῶν, ὃς ἦν ἀδελφὸς, πατέρα προσαγο- ρεύει τὸν Δία πρὸς τιμήν. H.
130. Φαίηκες, τοίπερ τοι ἐμῆς ἔξ εἰσι γενέθλης] ἐξ ἐμῆς ὑπάρ- χουσιν. “ἐξ ἐμῆς ὡς τὸ “Μυρμιδόνων δʼ ἔξ εἰμι” (Il. ω, 397.). H. τοῦτο ἐν ἤθει. Ποσειδῶνος γὰρ καὶ Κερκύρας. Q. ἐν ἤθει ταῦτα. ὁ γὰρ Φαίαξ Ποσειδῶνος καὶ Κορκύρας τῆς Ἀσωποῦ. τὸ δὲ ἀπηύρων ἀντὶ τοῦ ἀφειλόμην. V.
133. ἐπεὶ σὺ πρῶτον] χρονικῶς. V.
135. ἀγλαὰ] γρ. ἄσπετα. H.
137. ἐξήρατο] ἐξαίρετα ἔλαβεν. V.
138. ἀπὸ] οὐκ ἀναστρεπτέον τὴν πρόθεσιν· πρὸς γὰρ τὸ ἑξῆς ἐστιν, ἢ παρέλκει. H.
142. πρεσβύτατον] οὐ καθʼ ἡλικίαν, ἀλλὰ τιμιώτατον· ὡς Ἥρα “καί με πρεσβυτάτην τέκετο” (Il. δ, 59.). B. τοῦτο μάλιστα [*](2. τί om. Q. 15. μήπω] Sic in textu H., sed 3. τι om. Q. mutatum in μήπως. Alii μή που. 5. οὐ προσαποδεικνύουσι] οὔπας ἀπο- Mirum si μήπω probaverit Aristar- δεικνύουσι Q. chus. 6. δὲ addidit Buttm. 26. ἄσπετα] Hoc in textu habet 14. τρίτης] ταύτης Q. M., sed in margine γρ. ἀγλαά )
ἐντιμότατον. ἀλλαχοῦ γὰρ λέγει “ἀλλὰ Ζεὺς πρότερος ἐγεγόνει” (Il. ν, 355.). V.
ἰάλλειν] περιβάλλειν, διδόναι, ἐκτείνειν. V.
143. βίῃ καὶ κάρτει εἴκων] νικώμενος ὑπὸ τῆς ἑαυτοῦ βίας καὶ τῆς ἰσχύος, ὥστε διὰ τοῦτο ἐξυβρίζειν. V.
144. τὸ ἑξῆς, οὔτι τίει βίῃ τῇ σῇ καὶ κάρτει εἴκων—ἐν σοὶ ζῇ τιμωρία τοῦ ἀτιμάζοντός σε. H.
148. ὀπίζομαι] διὰ φροντίδος ἔχω, ἢ αἰδοῦμαι. B. φυλάττο- μαι, αἰδοῦμαι, ἐντρέπομαι. V.
15. μέγα δέ σφιν ὄρος] ἵνα μὴ ζητῶμεν νῦν ὅπου οἱ Φαίακές εἰ- σιν· φαίνεται γὰρ τὰ περὶ αὐτῶν. Q.
Ἀριστοφάνης δὲ γράφει, μὴ δέ σφιν. ἀντιλέγει δʼ ἐν ὑπομνήμα- σιν Ἀρίσταρχος. H.
πόλει ἀμφικαλύψαι] οὕτως ἀμφικαλύψαι. καὶ ἀπὸ κοινοῦ τὸ ἐθέλω. B.H.
154. ὣς μὲν ἐμῷ] γρ. ᾗ. H. οὕτως. Gl. H.
156. θεῖναι λίθον ἐγγύθι γαίης] ποιῆσαι τὴν νῆα λίθον. H.
157. θαυμάζωσιν] ὁρῶντες ἐκπλήττωνται. V.
160. γεγάασι] καταχρηστικῶς ἀντὶ τοῦ οἰκοῦσιν· ἐκ γὰρ τῆς Ὑπερησίας μετεληλύθασιν. B. Q.
161. ἔμενʼ] τὸ ἔμενʼ ἀντὶ τοῦ ἔμενεν, ὅ ἐστιν, ἐκεῖ ἐκαρτέρει. H.
163. ὅς μιν λᾶαν ἔθηκε] ὃς τὴν ναῦν ἀπελίθωσεν. H.
170. οὐκ ἴσαν] οὐκ ᾔδεισαν. V.
173. ὃς ἔφασκε] ὅτι ἐκ τοῦ τόπου τούτου μετάκεινται εἰς τὰ κατʼ [*](2. ὐπʼ ἐκείνων ἔδει H. ὐπὲρ ἐκείνων 16. πόλει] πόλει H. M. in textu. Q., omisso ἔδει. Aristophanis scripturam fuisse μηδέ 8. οὔτι τίει] οὔτι εἰ H. Quod et- σφιν ὄρος πόλει ἀμφικάτυψον conjicit iam οὐ τίει esse potest. Nauck. l. c. 14. δʼ ἐν ὑπομνήμασιν Porsonus οὕτως—καὶ om. B., in quo hæc pro δὲ ν ὑπομνημάτων. Quod etiam annotatio versui 149. adscripta. δὲ διὰ ὑπομνημάτων esse potest, præ- 20. ἐκπλήττωνται] ἐκπλήττονται V. latum ab Nauckio Aristoph. p. 40. 23. ἔμενʼ] ἔμεν H. utrobique. Aristarchus ἐν τοῖς κατʼ Ἀριστοφάνους 26. μετάκεινται] Versus 173- ὑπομνήμασιν citatur ab schol. Il. β, 178. 133. Cum διὰ in schol. Il. φ, 131. εἰς τὰ κατʼ ἀρχὴν] Significantur Ἀρίσταρχος διὰ τῶν ὑπομνημάτων Ἀρι- versus θ, 564—571. στοφάνη φησὶ στίχους ἓξ ἠθετηκέναι. )
ἀγάσασθαι] ἄγαν ὀργισθῆναι. V. διὰ τοῦ σ ἀγάσασθαι. H.
174. πομποὶ ἀπήμονες] ὅτι καί τῶν μὴ ἀναξίων ἀπήμονες, μὴ ἐῶντες αὐτοὺς πημαίνεσθαι. Q.
175. εὐεργέα] γρ. περικαλλέα. M.
177. βαρυντέον τὴν ἡμῖν. H.
180. παύεσθε] γρ. παύσασθε. M.
183. μὴ δʼ ἡμῖν] ἐκ τοῦ προτέρου καὶ τὸ δεύτερον προσδοκῶσιν. οὐ γὰρ ἂν θῦσαι καιρὸν εἶχον. H.Q.
ἀπόλυτος ἡ ἡμῖν. H.
185. ὡς οἱ μέν ῥʼ εὔχοντο] κατὰ τὸ σιωπώμενον, ἠφανίσθησαν. τὰ γὰρ κυρωθέντα ὑπὸ θεῶν ἐξ ἀνάγκης πληροῦται. V.
190. ὄφρα μιν αὐτόν] Ἀριστοφάνης “αὐτῷ” γράφει καὶ τὸ “μιν” ἐπὶ τῆς Ἰθάκης τίθησιν. H.
191. ἄγνωστον] ἀφανῆ. V.
195. ἀτραπιτοί τε] στεναί τε καὶ εὐθεῖαι ῥὕμαι, ἢ αἱ ἱππήλατοι. αἱ γὰρ τραχεῖαι καὶ ἐκτροπὰς ἔχουσαι παιπαλόεσσαι καλοῦνται παῤ αὐτοῦ. λέγει δὲ νῦν τὰς παρὰ τοὺς λιμένας, οὐχ ἣν μικρὸν ὕστερόν φησι τραχεῖαν ἀταρπόν. B.H.P.Q. ἀτραπιτοί] αἱ μὴ ἔχουσαι ἐκτροπὴν ὁδοί. V.
πάνορμοι] οἱ πᾶσαν ναῦν δεχόμενοι εἰς τὸ ὁρμισθῆναι. εἰσὶ γὰρ λιμένες μὴ ὑποδεχόμενοι μεγάλας ναῦς. ἢ ἐν παντὶ μέρει ὁρμισθῆ- ναι δυνάμενοι καὶ ἰσοβαθεῖς πανταχόθεν. B.Q. σκέπην ἔχοντες παντὸς ἀνέμου. P.V.
196. πέτραι τʼ ἠλίβατοι] τινὲς παρὰ τὸ ἀλιτεῖν τοὺς ἐπιβαίνον- τας. B.Q.
τηλεθάοντα] ἄγαν θάλλοντα. V.
199. χερσὶ] τοὺς δύο μηροὺς ἔπληξε ταῖς δύο χερσίν. H. ὀλοφυρόμενος δὲ προσηύδα] γρ. ὀλοφυρόμενος δʼ ἔπος ηὔδα. H.
[*](1. ὑπὸ Ἄλκινόου—ὁ (ὁ om. Q.) Ὀ— ferendum. Nisi quis pertendat le- δυσσεύς hoc loco habet H. In Q. gendum διὰ τοῦ ε ἀγάσεσθαι. POR- leguntur ut separatum scholion v. SON. 172. cum lemmate μάλα δή με πα- 19. νῦν om. B.H.Q. λαίφατα θέσφαθʼ ἱκάνει. 20. ἀταρπόν] ἀτραπόν H. τρηχεῖαν 3. διὰ τοῦ σ] διὰ τοὺς H. Legen- ἀταρπόν est ξ, 1. dum videtur, διὰ τοῦ σ ἀγάσασθαι et 30. γρ. ὁ. δʼ ἔπος ηὔδα huc rettulit ad variam lectionem ἀγάασθαι re- Porsonus. In H. legitur ad v. 221. )204. πλάζομαι] γρ. πλάγξομαι. M.
πλάγξομαι] πλανηθῶ. V.
αἴδʼ ὄφελον] τὸ ὄφελον πληθυντικόν ἐστιν ἐπὶ τῶν χρημάτων λε- γόμενον· ἀντιδιαστέλλει γὰρ, ἐγὼ δέ κεν ἄλλον ἐξικόμην. H.Q. τὰ χρήματα δηλονότι. B.V.
206. ἐξικόμην] ἱκέτευσα. V.
211. ὑποπτεύει κατὰ τὴν ἐκείνων κέλευσιν ἐκτεθεῖσθαί που. H.
213. σφέας] ἀπόλυτος ἡ σφέας. H.
τίσαιτο] Ζηνόδοτος, τίσασθαι. H.
ἱκέσιος] ἱκετῶν ἐπόπτης. V.
214. ἐφορᾷ καὶ τίνυται] οὕτως τίνυται, τιμωρεῖ, κολάζει. H.
215. ἀλλʼ ἄγε δὴ τὰ χρήματʼ ἀριθμήσω] οὐχ ὡς μικρολόγος, ἀλλʼ ἐκ τούτου τεκμαιρόμενος εἰ καὶ περὶ τὴν ἀγωγὴν τῆς πατρίδος ἠδί- κησαν αὐτὸν, ἢ ὡς ἀναλωθέντων. H.Q. ἐκ γὰρ τῆς ἐκπλήξεως οὐ προσέσχε τῷ δεσμῷ τῆς Κίρκης “τόν ποτέ μιν δέδαεν φρεσὶ πότνια Κίρκη.” (Od. θ, 448.). H. ἵνα τὴν γνώμην αὐτῶν καταμάθῃ. εἰ γὰρ μηδὲν ἔλιπε τῶν χρημάτων, ψευδὲς ἦν τὸ εἰς ἀλλοτρίαν γῆν αὐ- τὸν ἀφῖχθαι. οὐ πιστεύει δὲ τῷ δεσμῷ τῆς Κίρκης, ἤτοι διὰ τὴν ἔκπληξιν, ἢ οἰηθεὶς μεμαθηκέναι αὐτοὺς τὸν δεσμόν. V.
216. οἴχονται] ἀπεληλύθασι. V.
219. τῶν μὲν ἄρʼ οὔτι πόθει] οὐδὲν τούτων ἐζήτει, πάντα γὰρ σῶα ἦν. B.Q.
πόθει] ἀπεζήτει. ὀδύρετο] ἀπεκλαίετο. V.
220. ἑρπύζων] κατὰ τὸν αὐτὸν τόπον ἀναστρεφόμενος, ἢ ἕρπων, ἢ βαδίζων. V.
222. ἀνδρὶ δέμας εἰκυῖα] ὅτι ὁ ποιητῆς ἄρρενας μὲν θεοὺς, θηλείας δὲ ἄρρεσιν οὐδέποτε εἰκάζει. H.Q.
ἐπιβώτορι] ποιμένι, ἐπὶ τῶν βοσκημάτων τεταγμένῳ. B.V. πε- ρισσὴ ἡ πρόθεσις, ὡς καὶ εἰς τὸ “βοῶν ἐπιβουκόλος ἀνήρ.” B.
223. παναπάλῳ] πάνυ νέῳ, κατὰ παντὸς τοῦ σώματος ἁπαλῷ. [*](3. In lemm. schol. vulg. ed. ant. 9. τίσαιτο] τίσαιθ᾿ H. in textu ab est ὄφειλον: quod ideo annoto, quo- correctore. Vera versus scriptura niam in text. Harl. quoquo ει super est Ζεὺς σφέας τίσαιτο ἱκετήσιος, non ε verbi ὄφελον scriptum Porsonus quod Wolfius ex Barnesii interpo- tamen e verbis scholii suspicabatur latione edidit Ζεὺς σφείας τίσαιθʼ ἱκε- fuisse ὄφελε: ad χρήματα scilicet. τήσιος. BUTTM. 27. ἄρρεσιν om. Q.)
οἷοί τε ἀνάκτων παῖδες ἔασι] ὅτι καὶ οἱ βασιλεῖς ἔνεμον δῆλον διʼ ὧν φησιν Ἀνδρομάχη “πάντας γὰρ κατέπεφνε ποδάρκης δῖος Ἀχιλ- λεὺς βουσὶν ἐπʼ εἰλιπόδεσσιν” (Il. ζ, 423.). H.Q. καὶ Αἰνείας περὶ Ἀχιλλέως “ὅτε βουσὶν ἐπήλυθεν ἡμετέρῃσιν” (Il. υ, 91.). H. τὸ παλαιὸν καὶ οἱ τῶν βασιλέων παῖδες πανάπαλοι ἐκαλοῦντο, καὶ ἐποίμαινον. V.
224. ἔχουσʼ] οὐ γραπτέον, ἔχειν· εἴη γὰρ ἂν τοῦ ποιητοῦ ὁ λό- γος. H.
λώπην] ἱμάτιον, ἤτοι περιβόλαιον. ἔνθεν καὶ λωποδύτης ὁ τούτων ἀφαιρέτης, λῃστής. V.
226. τὴν θ᾿ Ὀδυσεὺς γήθησεν ἰδὼν] διὰ τὴν ἡλικίαν εἰκότως· οὐδὲν γὰρ δέδοικεν ὑπὸ τοῦ τοιούτου παθεῖν. H.Q.
228. ὀρθοτονητέον τὴν σέ, ὡς καὶ Ἡρωδιανός. H.
229. ἀντιβολήσεις] συναντήσεις. V.
233. τίς γῆ] ἡ γῆ ποία ἐστὶν, Ἀσία ἢ Εὐρώπης ὁ δῆμος ποῖος, Λάκων ἢ Πύλιος; οἱ ἄνδρες τίνες, δίκαιοι ἢ ἄδικοι; B.Q.
234. ἐνθάδε ὁ η ἐρωτηματικὸς, διὸ περισπασθήσεται· ἐπὶ δὲ τοῦ Κύκλωπος ἀποφαντικὸς, διὸ ὀξύνεται. H.
235. λείπει ἡ ἐξ. ἔγκειται οἷον χερσόνησος περιοριζομένη θα- λάσσῃ. H.
κεκλιμένη] περιερχομένη. V.
241. μετόπισθε] εἰς τὰ ὀπίσω· πρόσωπον γὰρ εἶναι ὑποτίθεται τὴν ἀνατολὴν, νῶτα δὲ τὴν δύσιν. B.Q. εἰς τὰ ἐναντία μέρη. V.
242. ὁ ἤτοι πλεονάζει. H.
243. οὐδὲ λίην λυπρὴ, ἀτὰρ οὐδʼ εὐρεῖα] πρὸς τὰ δύο τὰ ἄνω ἀπέδωκεν. ἐπεὶ γὰρ εἶπε τρηχεῖα μὲν, ἐπάγει, ἀλλʼ οὐ λίαν ἄκαρπος· εἰπὼν δὲ, οὐχ ἱππήλατός ἐστιν, ἐπάγει, ἀτὰρ οὐδʼ εὐρεῖα. ἐνδέχεται γὰρ πλατεῖαν μὲν εἶναι, μὴ δύνασθαι δὲ ὑπὸ ἵππων ἐλαύνεσθαι διὰ τὸ τραχύ. H.Q.
οὐκ εὐρεῖα] οὕτως, οὐδʼ εὐρεῖα. H.
244. περὶ γὰρ τὸ γεῶδες τῆς Ἰθάκης εὔφορον. H.
[*](6. περὶ Ἀχιλλέως] παρʼ ἀχιλλεὺς H. 13. εἰκότως om. Q. 9. ἂν addidi. 17. Πύλιος] ἀττικός B.)245. τεθαλυῖά τε] θάλλειν ποιοῦσα καὶ αὔξειν τὰ φυτά. V. ἐέρση] δρόσος. V.
246. καὶ βούβοτος] ψεύδεται ἐγκωμιάζων τὴν νῆσον. τὰ γὰρ βου- στάσια Ὀδυσσέως ἐν ἠπείρῳ ἦν. H. πῶς οὖν ἔνδροσος, εἰ ἐν ἠπείρῳ νέμονται; οὐδὲν κωλύει καὶ ἐν Ἰθάκῃ. ἢ βούβοτος, βοσκημάτων πλή- ρης. V.
247. ἀρδμοὶ] ποτισμοὶ, ἔνθα ποτίζουσι τὰ ζῷα. B.H.Q. ἀρδμὸς. ἐκτατέον τὸ α. ὁμοίως τὸ ἄρδω ὁ Ἀριστοφάνης. H.
254. πάλιν δʼ ὅγε λάζετο] εἰς τὸ ἐναντίον ἔστρεφεν. H. εἰς τοὐναντίον τοῦ ἀληθοῦς, ὅ ἐστιν, ἐκ δευτέρου δὲ τὸν λόγον ἀνελά- βετο. V.
258. χρήμασι σὺν τοίσδεσσι] προπαροξυτονητέον τὸ τοίσδεσσι. H.
259. φεύγω] Ἰδομενεὺς παῖς μὲν ἦν Δευκαλίωνος τοῦ Μίνωος, Κρὴς δὲ τὸ γένος, ἄριστος τὰ πολέμια. παῤ ἑκάστοις γοῦν ἀρι- στείαις σεμνὸς φαινόμενος, μέχρι τῶν νόστων ἄρραιστος διεφυ- λάχθη. οὗτος δὲ, ὡς λέγεται, γενομένου τοῦ κατʼ Εὔβοιαν χειμῶνος ὑπὸ τῆς Ἀθηνᾶς, ὤκειλε μετὰ τοῦ Κάλχαντος καὶ Σθενέλου εἰς Κο- λοφῶνα, καὶ ἐνταῦθα τὸν βίον κατέστρεψε. ἡ δὲ ἱστορία παρὰ Λυ- κόφρονι. V.
261. ἀνέρας ἀλφηστὰς] ἐφευρετάς· γίνεται δὲ ἐκ τοῦ ἀλφῶ τὸ ψηλαφῶ, ἀφʼ οὗ καὶ τὸ ἄλφα. B.
262. οὕνεκά με στερέσαι τῆς ληΐδος] καὶ τοῦτο ἵνα δοκῇ τιμω- ρεῖσθαι τοὺς ἀποστερεῖν αὐτὸν ἐπιχειροῦντας, ὅς γε μήτε βασιλέως παιδὸς ἐφείσατο. Q.
265. οὐχ ᾧ πατρὶ θεράπευον] ἐπεὶ οὐκ ἤμην θεράπων τοῦ πατρὸς [*](2. In Vind. 133. est ὀπώρη, ad- Ἤπειρον. Correxeris fortasse scho- scripto γρ. ἐέρση. lium inducenda sola voce ἔνδροσος, 4. πῶς—] Confusum scholium; ut nata ex male intrusa glossa quod “bene explicari dicit Barnes- ἕρση, δρόσος (cf. infra not. ad ω, ius his Eustathii verbis p. 1740, 43. 192.) BUTTM. φασὶ δὲ οἱ παλαιοὶ —μὴ λέγειν τὸν ποιη- 7. ποτίζουσι] ποτίζονται B.Q. τὴν οἵα ἐστὶν ἡ κραναὴ αὕτη νῆσος, ἀλλʼ 8. Ἀριστοφάνης] Non liquet utrum οἴαν εἶναι χρὴ νῆσον εὐδαιμόνως οἰκουμέ- poetam an grammaticum dicat. νην. δίχα οὖν τῶν ἄλλων οὐδὲ βούβοτος 13. Hoc etiam schol. in ed. ant. ἡ νῆσος, εἴγε τὰ τοῦ Ὀδυσσέως βου- collocatum in calce libri præceden- στάσια, φασὶν, ἐν Ἠπείρῳ ἦν. εἰ μὴ tis. BUTTM. ἄρα συλληπτικῶς ἴσως τῇ Ἰθάπῃ συνε- 22. δοκῇ Maius pro δίκη. πινοητέον καὶ τὴν ἀντικρὺ αὐτῆς κειμένην )
χαριζόμενος θεράπευον] τὰ κεχαρισμένα ποιῶν ὑπηρέτουν. B.Q.
266. ἄλλων ἦρχον ἑταίρων] ἀντὶ τοῦ βασιλεύων τῷ Ἰδομενεῖ. H.
267. τὸν μὲν ἐγὼ κατιόντα] σκήπτεται τὸν Ἰδομενέως υἱὸν ἀνῃρη- κέναι, ἵνα αὐτὸν πρόσωνται οἱ μνηστῆρες ὡς ἐχθρὸν τοῦ Ὀδυσσέως φίλου. ἑαυτῷ δὲ ἐν Κρήτῃ υἱούς φησιν εἶναι, ὅτι τοὺς τιμωρήσοντας ἕξει. καὶ τὸν Ὀρσιλόχου δὲ θάνατον λέγει διὰ τὴν λείαν, δεικνὺς ὅτι οὐδὲ ἐκείνῳ παραχωρήσει ἀναιμωτί. Φοίνιξι δὲ πιστεῦσαι λέγει, ἵνα μὴ ἀδικήσῃ, λογισάμενος ὅτι οἱ φιλοκερδέσταται αὐτοῦ ἐφείσαντο. V.
268. λοχησάμενος σὺν ἑταίρῳ] ἄμεινον ἐκεῖνον σὺν ἑταίρῳ νοεῖν, ἵνα φοβερώτερον ἑαυτὸν καταστήσῃ. Q.
270. λάθον δέ ἑ θυμὸν ἀπούρας] ἔλαθον πάντας ἐκεῖνον φονεύσας. οὐκ εἶπε δὲ σφέας. μᾶλλον οὗν εἷς ἐστιν ὁ ἀνῃρημένος ὑπὸ δυοῖν ἐνεδρευόντων. H.
273. ἀπὸ τῶν ἐξ Ἰλίου λαφύρων. Ἀριστοφάνης ἤϊα τὰ βρώ- ματα. H.
274. Πύλονδε καταστῆσαι] ἀντέστραπται. ἐπιβιβάσαι γὰρ τῇ νηὶ καὶ καταστῆσαι ἢ εἰς Πύλον ἢ εἰς Ἤλιδα δῖαν. Q.
ἐφέσσαι] ἱδρῦσαι εἰς τὴν ναῦν. V.
ἡ Ῥιανοῦ, ἀποφάσσαι, ἀποπέμψαι. H.
276. ἐγκλιτικὴ ἡ σφέας· διὸ τὴν τοι συλλαβὴν ἐγερτέον. H.
277. οὐδʼ ἤθελον ἐξαπατῆσαι] ἐπαινεῖ τοὺς Φοίνικας, ἵνα μὴ καὶ ὁ ἀκούων πονηρεύσηται. H.V.
279. προερέσσαμεν] οὕτως αἱ πᾶσαι. ἀπόλυτος δὲ ἡ ἡμῖν. H. καθειλκύσαμεν, ἀντὶ τοῦ εἰσήλθομεν. V.
282. ἐπέλαβε] κατέσχεν. V.
285. οἱ δʼ ἐς Σιδονίην] ἐνταῦθα ἔδειξεν ὅτι οὐχ ἑκόντες ἔβλαψαν [*](6. πρόσωνται pro παρήσωνται cor- istud ἀποφάσσαι, equidem non di- rectum ex Eustathio. cam. BUTTM. 17. ἤῖα] Hoc igitur Aristopha- 24. ἵνα—πονηρεύσηται H. ἵνα ὁ nes pro ληΐδα legit. ἀκούων μιμήσηται V. 22. ἀποφάσσαι] Non potest quin 27. καθειλκύσαμεν] Hoc verbo pro ἐφέσσαι Rhianus voluerit ἀφῆ- explicatur altera lectio προερύσσα- σαι; quæ non mala foret lectio; μεν, ut monet Buttm. unde tamen quomodo natum sit )
Σιδονίην] τὴν τῆς Σιδῶνος χώραν, τὴν Φοινίκην. V.
288. δέμας δʼ ἤϊκτο γυναικὶ] ὡμοίωσε γὰρ ἑαυτὴν γυναικὶ, ἵνα πιστώσηται αὐτὸν ὅτι θεά ἐστιν ἐκ τοῦ μεθομοιωθῆναι. Q. ἐντεῦθεν Ξενοφῶν τὴν Ἀρετὴν καὶ τὴν Κακίαν ἀνέπλασεν. V.
289. καλῃ τε μεγάλῃ τε] ἐκ τῆς κατὰ τὴν ὄψιν κοσμιότητος καὶ αἰδοῦς καὶ τοῦτο ὑπονοεῖν δίδωσι, καθὰ καὶ Ξενοφῶν καὶ Τελέσιλλα ἡ Ἀργεία διαγράφουσιν Ἀρετῆς καὶ Καλοκαγαθίας εἰκόνα. Q.
291. ὅς σε παρέλθοι] νικήσει, μεταφορικῶς. V. νικήσει. ὁμοίως “ἐπεὶ οὐ παρελεύσεαι οὐδέ με πείσεις (Il. α, 132.). ὁ δὲ νοῦς, εἰ καὶ παρέλθοι θεός σε τοῖς δόλοις, δοξασθήσεται ὡς τοιοῦτον παρελθών. B.Q.
293. τινὲς δόλων ἄτερ, τοῖς ἑξῆς συνάπτοντες κακῶς αὐτό. H.
294. ὁ γὰρ ξένος διὰ τὸ εὐεπήραστον ἀναγκάζεται καὶ παραλογί- ζεσθαι ὡς ἐν ἀλλοτρίοις ὤν. H.
295. κλοπίων] τῶν κεκλεμμένων καὶ μὴ ἀληθῶν. V. πλοκίων] πεπλεγμένων. H.
οἵ τοι πεδόθεν φίλοι εἰσίν] μεταφορικῶς, οἷον ἐκ ῥίζης, ἐκ γενε- τῆς, ἀπὸ φυτῶν· ἢ ἀπὸ τοῦ τοὺς γεννωμένους ἐν τῷ πέδῳ πατεῖν. B.Q. πεδόθεν] ἐκ νέας ἡλικίας. ἢ ἀπὸ τοῦ πέδου. V. ἤτοι παι- δόθεν φίλοι εἰσί. H.
296. ἄμφω] ἐγώ τε καὶ σὺ, ἀμφότεροι ἀμφοτέρους ἰδόντες. H.
300. αἰεὶ] γρ. ἄγχι. H.
302. ἔθηκα] παρεσκεύασα εἶναί σε φίλον πάντων Φαιήκων. H.
306. ποιητοῖσι] γρ. τυκτοῖσι. H.
313. σὲ γὰρ αὐτὴν παντὶ ἐΐσκεις] ὑπονενόηκεν ὅτι ἐν τοῖς Φαίαξι καὶ παρθένῳ καὶ ἀνδρὶ ὁμοιωθεῖσα παρώρμηκεν αὐτόν. V.
σὲ γὰρ αὐτὴν παντὶ ἐΐσκω γρ. σὲ γὰρ αὐτὴν πάντη ἐίσκεις. H. ἑαυτήν. Gl. H.
[*](1. καὶ γὰρ ἂν ἔλαβον Buttm. pro ἤτοι] In H. letmma μύθων τε κλο- ἢ γὰρ ἀνέβαλον (ἂν ἔβαλον H.). πίων præixum. 9. Τελέσιλλα] Τελεσίλλα Q. 29. ἐΐσκω] ἐΐσκω H. ὴν 12. ἐπεὶ οὐ H. οὐδέ με B.Q. γρ. σὲ γὰρ αὐτὴν] γρ. σε γὰρ αὐτῆ 20. πατεῖν] πίπτειν B. H. In Vind. 133. est σὺ γὰρ αὐτὴν 21. ἐκ νέας ἡλικίας] Spectat ad παντὶ ἐΐσκεις cum γρ. σὲ γὰρ αὐτῇ παν- παιδόθεν, scripturam vitiosam, quae τὶ ἐΐσκεις. est in H.)320—323. ἀλλʼ αἰεὶ φρεσὶν ᾖσιν ἔχων] νοθεύονται δʼ στίχοι. ὁ μὲν πρῶτος ὅτι ἀντὶ τοῦ ἐμῇσιν ἔχει τὸ ᾗσιν, ὅπερ ἐστὶ τρίτου προσώπου, τηροῦντος ἀεὶ τοῦ ποιητοῦ τὴν ἐν τούτοις διαφοράν· ὁ δὲ δεύτερος ὅτι Ἀθηνᾶς παρούσης θεοῖς ἀνατίθησι τὴν σωτηρίαν· ὁ δὲ τρίτος καὶ τέταρτος ὅτι οὐκ ἐγίνωσκεν ὡς ἡ φανεῖσα αὐτῷ παρὰ Φαίαξι θεὰ ἦν, ὅτι οὐκ ἐθάρσυνεν, ἀλλὰ τοὐναντίον μηδέ τινʼ ἀνθρώ- πων ποτιόσσεο, οὐ γὰρ ξείνους οἵδε μάλʼ ἀνθρώπους ἀνέχονται” (η, 31.). H.Q. Vind. 133.
320. 321. νοθεύονται. οὐκ ἂν παρούσης τῆς Ἀθηνᾶς θεοῖς ἀναθή. σει τὴν σωτηρίαν. H.
322. ὡς ὅτε· ἢ ἀντὶ τοῦ πλὴν, δίχα. H.
323. θαρσύνας] καὶ μὴν οὐκ ἔδειξε τῷ Ὀδυσσεῖ σαφῶς ἑαυτὴν παρὰ Φαίαξιν. ἢ οὐ κατὰ παρθένον θνητὴν ὡμοιώθη παρὰ Φαίαξι τῆς θεοῦ συμβουλή· διὸ ἔγνω. Q.
330. τοιοῦτο νόημα] οὐκ εὐεξαπάτητον, ἀλλὰ συνετόν. H.V.
332. ἐπήτης—ἀγχίνοος] ταχὺς περὶ τὸ νοῆσαι. ἐπήτης, λόγιος. καὶ ὥσπερ ὁ λόγιος παρὰ τὸν λόγον, οὕτως καὶ ἐπήτης παρὰ τὸ ἔπος. τινὲς δὲ, δίκαιος, ὁ τὸ ἐτεὸν φιλῶν. B.
ἐπητής] φρόνιμος καὶ λόγιος, παρὰ τὸ ἔπος. ἀγχίνοος] περὶ τὸ νοῆσαι ταχύς. V.
οὕνεκʼ ἐπήτης ἐσσὶ] χωρὶς τοῦ τε, τῇ δὲ προσῳδίᾳ ὡς ἀεικὴς, φησὶν Ἀρίσταρχος. οὕτω δὲ καὶ Ἡρωδιανός. ἐπήτης ἤγουν λόγιος. καὶ ὡς ὁ λόγιος παρὰ τὸν λόγον, οὕτω καὶ ἐπήτης παρὰ τὸ ἔπος. H.
333—338. ἀσπασίως γάρ κʼ ἄλλος] ἀθετοῦνται στίχοι Ϛ΄ ὅτι οὐδὲν εἴληφε παῤ αὐτοῦ σημεῖον τοῦ μήπω βούλεσθαι τὴν γαμετὴν ἰδεῖν. τοὐναντίον γὰρ διὰ τοῦτο αὐτῷ ἐπιφαίνεται, ἵνα κρύψῃ αὐτοῦ τὴν εἴσοδον. διὸ καὶ φησὶν “ἦ μάλα δὴ Ἀγαμέμνονος Ἀτρείδαο φθίσεσθαι κακὸν οἶτον ἐπὶ μεγάροισιν ἔμελλον, εἰ μή μοι σὺ ἕκαστα θεὰ κατὰ μοῖραν ἔειπες” (383.). οὕτως οὖν αὐτὸς ἠπείγετο ἰδεῖν τὴν γαμετήν. H.Q.
335. σοὶ δʼ οὔπω φίλον] οὐκ ἔστι σοι φίλον μαθεῖν τὴν σὴν ἄλο- [*](2. τρίτου Buttm. pro περὶ τοῦ. χωρὶς τοῦ τε] Nam alii ἐπητής τʼ. 15. In V. εὐεξαπάτητον. ἀντὶ τοῦ τῇ δὲ προσῳδίᾳ] De accentu ἐπη- οὐκ ἐ. οὐδὲ συνετόν. τής, qui τοῖς παλαιοτέροις placuerit, et 21. ἐπήτης] ἐπῆτυς superscriptum ἐπήτης dixit etiam Eustath. p. 1743, in H. Vide quae de hoc scholio 60. Ante ἀεικής addidi ὡς. dicentur ad φ, 306.)
φίλον] νῦν ἀντὶ τοῦ ὠφέλιμον. V.
340. ᾔδεʼ ὃ νοστήσεις] ἀλλʼ ἠπιστάμην ὅτι νοστήσεις, ὅτι ἐπα- νέλθοις. B. ὅτι νοστήσεις] ὅτι ἐπανέλθοις. V.
342. χόλον] γρ. κότον. H.
348. ἰρόν] ἀποκεκομμένον ψιλοῦται. B.
349. ἐστὶ] γρ. εὐρύ. H.
κατηρεφὲς] χθαμαλὸν, κατακαλύπτον καὶ καταστέγον. V.
351. Νήριτον] ὅρος Ἰθάκης ἀντικρὺ τῆς Ἠπείρου. V.
351. καταειμένον] κεκαλυμμένον, μεταφορικῶς ἀπὸ τῶν ἐσθή- των. B.H.Q. κατεσκεπασμένον. V.
352. ὣς εἰποῦσα θεὰ σκέδασʼ ἠέρα] οὐκ εἶπεν ἐσκεδάννυεν, ἀλλʼ ἐσκέδασε, δεικνὺς ὅτι πρῶτον ἐσκέδασε τὴν ἀχλὺν εἰποῦσα τὸ “ἀλλʼ ἄγε τοι δείξω” καὶ οὕτως αὐτῷ ἔδειξε, Φόρκυνος μὲν ὅδʼ ἐστὶ λιμήν. οὐ γὰρ ἔτι ἀορασίας οὔσης ἐφαίνετο αὐτῷ τὰ μὴ ὁρώμενα. Q. τὸ “ὣς εἰποῦσα” νοητέον μετὰ τὸ “ἀλλʼ ἄγε τοι δείξω Ἰθάκης ἕδος.” Q.
ἅς εἰποῦσα] τάδε, φησὶν, ἡ Ἀθηνᾶ εἰποῦσα τῷ Ὀδυσσεῖ ἐσκέ- δασε τὴν ἀορασίαν καὶ ἀγνωσίαν αὐτοῦ, καθʼ ἣν οὐκ ἐγίνωσκε ποῦ ἦλθεν ὅτε ταῖς νηυσὶν εἰς Ἰθάκην αὐτὸς ἤτοι τὴν πατρίδα αὐτοῦ παρεγένετο. Q.
σκέδασʼ ἠέρα] τοῦτο ἐπιλαμβάνεται Πτολεμαῖος. ἔδει γὰρ πρῶ- τον σκεδάσασα, φησὶ, τὸν ἀέρα εἶτα δεῖξαι· εἰ μὴ ἄρα ὅμοιόν ἐστι τῷ “τὰς μὲν ἄρα θρέψασα τεκοῦσά τε” (Od. μ, 134.). Q.
357. ὔμμ’] ὑμᾶς, Αἰολικῶς. H.
ἀγανῇσι] προσαγαγέσθαι καὶ πεῖσαι δυναμέναις. V.
358. διδώσομεν] παράσχομεν, ἀπὸ τοῦ διδῶ περισπωμένου. δυσχε- ραίνων δὲ ὁ Ἀριστοφάνης τὸ διδώσομεν γράφει παρέξομεν· καὶ τὸ ἐν Ἰλιάδι διδοῦναι παρέκοπτε. H. Q. Vind. 133.
[*](7. Versus 347. 348. ἔν τισι τῶν illic διδῶναι legisse ex Herodiano ἀντιγράφων οὐ κεῖσθαι annotavit Eu- περὶ μον. λέξεως cognovimus p. 25 stathius p. 1743, 31. 4. In versu Odvsseæe Macrob. Sa- 29. Ἰσιάδι] ω, 425. turn. 2. 9. 304. ed. Bip. δεδώσομεν διδοῦναι παρέκοπτε Buttm. pro δι- scriptum memorat et cum simili δόναι προέκοπτες. Idem Aristopha- reduplicatione δεδοικήσω, quod Sχ- nem illic διδόμεν scripsisse conji- racusanorum esse dicit, comparat: cit: quod valde incertum est. Alios quae unde hauserit non constat. )359. ἐᾷ] συγχωρήσῃ· τουτέστιν, ἐὰν ἐπιτρέψῃ μοι τὸ ζῆν ἡ Ἀθη- νᾶ. H. ἀγελείη] ἡ ἄγουσα τὰ λαφυραγώγια. H.
360. ἀέξῃ] γρ. ἀέξειν. H.
365. ὅπως ἔσται τάδε ἔργα] γρ. ὅπως ὄχʼ ἄριστα γένηται. H. (in Vind. 133. vice versa.)
366. σπέος ἠεροειδὲς] τὸ καθαρὸν ἀέρα ἔχον. ὅμοιον τῷ “ὅσσον δʼ ἠεροειδὲς ἀνὴρ ἴδεν” (Il. ε, 770.). ἄτοπον γὰρ θεοῖς σκότος ἀνα- κεῖσθαι. ὅθεν ἐπιτίθησε καὶ λίθον. H.Q. νῦν καθαρὸν ἀέρα ἔχον. V.
367. κευθμῶνας] τὰς καταδύσεις ἢ τοὺς κοίλους τόπους καὶ ἀνα- κεχωσμένους. Q.
368. ὁ χρυσὸς καὶ τὰ ἱμάτια ὅλων ἦν ἐν τῇ χηλῷ. τάχα οὖν διὰ τὸ βάρος σεσιωπημένως λέλυκε καὶ ἐχώρισεν αὐτὰ, ἵνα βα- στάσῃ κατὰ μέρος. H.
369. τά τοι] γρ. οἱ. H.
372. τὼ δὲ καθεζομένω] οὗτοι δὲ ἡ Ἀθηνᾶ καὶ Ὀδυσσεὺς καθεζό- μενοι. ἱερὰν δέ φησι τὴν ἐλαίαν διὰ τὸ ἀνακεῖσθαι αὐτὴν τῇ Ἀθηνᾷ, ὡς ἀναδοθεῖσαν αὐτὴν τῆς γῆς εἰς τὸ ταύτης ὄνομα, ὅτε οἱ θεοὶ συνη- δρίαζον καὶ εἰς ἑκάστου τὸ ὄνομα ἓν φυτὸν ἀνεδίδοτο, καθάπερ καὶ τῷ Διονύσῳ ἡ ἄμπελος ἀνεβλάστησεν. Q.
373. φραζέσθην] ἐβουλεύοντο. ἔστι δὲ ἡ τοῦ τρίτου προσώπου τῶν δυικῶν κατὰ χρῆσιν τῆς Ἀττικῆς διαλέκτου. Q.
377. οἳ δή τοι τρίετες] κατὰ τὸν ἀπαρτίζοντα ἀριθμὸν εἶπε τρίε- τες, ἐπιστάντος ἤδη καὶ τετάρτου· “ἤδη γὰρ τρίτον ἐστὶν ἔτος, τάχα δʼ εἶσι τέταρτον” (Od. β, 89.)· ἔστι γὰρ ἀντὶ τοῦ ταχέως διελεύσεται. καὶ ἀλλαχοῦ “ὡς τρίετες μὲν ἔληθε δόλῳ, ἀλλʼ ὅτε τέτρατον ἦλθεν ἔτος, καὶ τότε δή τις ἔειπε γυναικῶν” (Od. β, 106.) Q.
380. πάντας μέν ῥʼ ἔλπει] πάντας τοὺς μνηστῆρας ἡ σὴ ποιεῖ ἄλοχος μνηστεῦσαι αὐτὴν, ὅπως ἀπατήσῃ αὐτοὺς ἀταράχους μένειν, ἕως ἂν σὺ καταλάβῃς ἐν τῷ οἴκῳ σου. H.Q.
384. φθίσεσθαι] γρ. πείσεσθαι. H.
[*](Ea tamen scriptura Nauckius Ari- δρίαζον. stoph. p. 59. usus conjecit ἀτὰρ καὶ 22. Conf. schol. ad β, 89. δῶρα δὲ δώσομεν. 24. ταχέως διελεύσεται] Vid. Lehrs. 3. ἀέξῃ] ἀέξει pr. H. Arist. p. 102. 7. ἴδεν] εἶδεν H. 30. ἕως—σου om. Q. 17. συνηδρίαζον scripsi pro συνε- )387. πὰρ δέ μοι αὐτὴ στῆθι] πῶς οὐ πρὸς Νέστορα καὶ Μενέλαον μετέρχεται στρατείαν λαβεῖν; τάχα ὅτι τοῖς λοιποῖς πολίταις οὐδὲν αἰτίοις οὖσι πόλεμον ἐπάγειν ἀδικώτατον ἔδοξε. μεμάθηκε γὰρ καὶ παρὰ τῆς μητρὸς ἐν Ἀιδου τὰς δημοσίας Τηλεμάχῳ φυλασσομένας τιμὰς, καὶ ὅτι τοὺς τρυφῶντας μνηστῆρας τιμωρήσεται καὶ καθ᾿ ἑαυτὸν, οἵ τε μνηστῆρες εἰ ᾔσθοντο, ἔφυγον ἂν μὴ δόντες δίκην. Q.
388. λιπαρὰ κρήδεμνα] ἔκδηλα, λαμπρά. μεταφορικῶς τὸ τεῖ-
389. Ἀθήνη] γρ. γλαυκῶπι. M.
390. ὑπονοεῖται ὁ στίχος, διὰ τὸ μὴ ἔχειν ὑπερβολήν. ἐν τῇ λ γοῦν τῆς Ἰλιάδος πλείοσι τριακοσίων ἀντέστη καὶ παρούσης Ἀθη- νᾶς. H.
391. πότνα] σεβασμία, τιμία. V.
397. ἀλλʼ ἄγε σʼ ἄγνωστον] καὶ πῶς ἡ Εὐρύκλεια γινώσκει; ὅτι χρεία αὐτῆς ἐστιν ἐν τῇ μνηστηροκτονίᾳ. Q. πάντεσσι βροτοῖσι] πῶς οὖν ἡ Εὐρύκλεια γινώσκει; ἐπειδὴ χρεία αὐτῆς. V.
398—401. ἀθετοῦνται διὰ τὸ ἦθος ὡς ἕκαστον ἐπεξιέναι. H. ἀθετοῦνται μετὰ ἀστερίσκων ὡς ἐκ τῶν ἑξῆς μετενηνεγμένοι. H.
κάρψω] ξηρανῶ. ὅθεν καὶ τὰ κάρφη ἐκ τοῦ κάρφω τὸ ξηραίνω. B.Q. μειώσω, ξηρανῶ. V.
399. λαῖφος] ἱμάτιον παχὺ, ἤτοι χοντρὸν, ὡς ἄρμενον. B.
401. κνυζώσω δέ τοι ὅσσε] ψωριάσαι σε ποιήσω· ῥυσώσω, κα- κώσω σου τοὺς ὀφθαλμοὺς, ἀπρεπεῖς καὶ ῥυσοὺς ποιήσω, ὁποῖοί εἰσιν οἱ τῶν καθευδόντων. B.Q. κνυζώσω] ῥυσώσω, ἀπρεπεῖς καὶ ῥυσοὺς ποιήσω, ὁποῖοί εἰσιν οἱ τῶν καθευδόντων, καὶ συσπάσω καὶ κα- κώσω. V
402 ἀεικέλιος] ᾐκισμένος, οἰκτρὸς, ἀπρεπὴς, εὐτελής· ὡς “δί- φρον ἀεικέλιον” (Od. υ, 259.). B.Q.
405. ἐπίουρος] ἐπίσκοπος, φύλαξ. V. ὅς τοι ὑῶν ἐπίουρος] ἐπίσκοπος. δύναται ἡ πρόθεσις εἶναι καὶ ἐν [*](10. ὑπονοεῖται] ὑπονοοῖτο H. ὐπονο- schol. ad 430. οῦσι τὸν στίχον οἱ παλαιοὶ Eustath. 21. χοντρὸν] Vid. Schneid. in 9. 1744, 52. χονδρός. BUTTM. 17. ἀθετοῦνται διὰ — ἐπεξιέναι] 22. ῥυσώσω—ῥυσοὺς] εὐρώσω—ῥυ: Verba non integra, que a proxi- τοὺς B.Q. mis, quibuscum non cohaerent, 25. συσπάσω] συμπλἀσω V. Cor- separavi. rexit Heinrichius collato Hesych. 18. ἐκ addidit Buttm. Conf. κνυζώσω: συσπάσω, κακώσω. )
ὁμῶς] ὁμοίως τῷ πρώην χρόνῳ, ὡς ἀπʼ ἀρχῆς καὶ νῦν. ἢ ὡς σὺ σαυτῷ εὐνοεῖς. B.H.
408. πὰρ Κόρακος πέτρῃ] Ἀρεθούσης υἱὸς καὶ Κόραξ ἐγένετο. οὗτος οὖν ὁ Κόραξ κυνηγῶν εὑρῶν λαγὼ καὶ διώκων ἠνέχθη κατὰ κρημνοῦ, καὶ πεσὼν ἐπὶ τῆς πέτρας ἐτελεύτησεν. ἡ δὲ μήτηρ αὐτοῦ Ἀρέθουσα διὰ τὴν λύπην ἐλθοῦσα ἐπί τινα κρήνην ἑαυτὴν ἀπήγξατο. ἔνθα ἀπὸ τοῦ Κόρακος ἡ πέτρα, ἀπὸ δὲ τῆς Ἀρεθούσης ἡ κρήνη. εἰώθαμεν δὲ σημαίνειν ἀπὸ τῶν ἐνοικούντων πολλάκις τοὺς τόπους, ὡς οἱ Ἀττικοί. λέγει δʼ οὖν τὰ συφόρβια. ἰστέον ὅτι Ἀρέθουσαι κρῆναί εἰσι τέσσαρες, ἐν Συρακούσαις, ἐν Σμύρνῃ, ἐν Χαλκίδι, καὶ ἐν Ἰθάκῃ. B.H.Q. οὗτος ὁ Κόραξ κυνηγῶν ἀπὸ τῆς πέτρας πεσὼν ἐτελεύ- τησε, καὶ ἡ μήτηρ αὐτοῦ Ἀρέθουσα ἑαυτὴν ἀπήγξατο. Ἀρέθουσαι δὲ τέσσαρες, ἐν Συρακούσῃ, ἐν Σμύρνῃ, ἐν Χαλκίδι, καὶ ἐν Ἰθάκῃ. V. Ἀρέθουσα κρήνη Ἰθάκης καὶ Ἄργους. V.
409. βάλανον μενοεικέα] ἁρμόζοντα τῇ δυνάμει αὐτῶν. Q. βά- λανον ἁρμόζουσαν καὶ οὖσαν κατάλληλον τῇ δυνάμει τῶν χοίρων. Q.
413. καλέουσα] καλέσαι ὀφείλουσα. V.
421. ἐνθύμιος] ἔμφροντις, ὅ ἐστι διὰ φροντίδος. B.
423. πόνον] γρ. μόρον. M.
427. ἕως τοῦ ὀίω ἡ στιγμή. Vind. 133. καθέξει] γρ. παρέξει. H. Vind. 133.
[*](8. ἐπὶ] ἀπὸ H., superscripto ἐπί. omisit Stephanus, Arethusa Smyr- 12. οἱ et δʼ addidi ex H. næa, sex erunt. Scholiastam Ho- 13. τέσσαρες] Stephanus Byzant. meri exscripsit Tortellius de ortho- s. v. Ἀρέθουσα, allato hoc Odysseæ graphia s. v. Arethusa fol. 43 a. ab versu, Δίδυμος inquit, ὑπομνηματίζων Osanno (Anecd. Rom. p. 107.) in- τὴν N τῆς Ὀδυσσείας φησὶν “Ἀρέθου. dicatus, “Sane in glossulis Ari- σαι δέ εἰσιν ὀκτώ.” Ἡρακλέων δὲ ὁ starchi super xiii. Odysseæ Homeri Γλαύκου τὴν αὐτὴν ὑπομνηματίζων φη- librum comperi quatuor in diversis σὶν “Ἀρῶ ἐστι τὸ ποτίζω” οὗ τὸ ἄρδω mundi partibus fuisse Arethusios παράγωγον. ἐκ τούτου ἀρέθω ὡς φλέγω fontes: umum apud Syracusas, αἰ- φλεγέθω. ἀφʼ οὗ πᾶσα κρήνη ἐπιθετι- terum apud Smyranam tertium in κῶς οὕτω λέγεται.” Stephanus enu- Chalcidia, et quartum in Ithaca.” merat quinque, quibus si addatur Qui quod de glossulis Aristarchi quam scholiasta Homeri et Eusta- dicit, ipse excogitavit.· thius p. 1746. memorant, sed quam 18. ἁρμόζοντα] Immo ἁρμόζουσαν. )429. ὡς ἄρα μιν φαμένη] εἰπὼν τὸ κατὰ μέρος ἐπήγαγε τὸ ὄλον ἀντὶ τοῦ συνελόντα εἰπεῖν, δέρμα γέροντος αὐτῷ περιέθηκε πρότερον τὸν χιτῶνα, εἶδʼ οὕτως τὸ ῥάκος. B.Q.
430. ὅτι ἐντεῦθεν οἱ ἄνω μετενηνεγμένοι εἰσίν. H.
435. μεμορνγμένα] οἷον πεπονημένα καὶ ἠφανισμένα, παρὰ τὸν μόρον. H. μεμολυσμένα καὶ πεφυρμένα. V.
438. πυκνὰ ῥωγαλέην] ἤτοι συνεχεῖς ἔχουσαν ῥαγάδας, ἢ πολλῶν ῥηγμάτων πεπληρωμένην, ἢ συνεσχισμένην. Q.V.
στρόφος] συνεστραμμένος δεσμὸς, ἢ εἰς σχοινίον ἐστραμμένος, ἢ ἐξ ἱμάντος. B.Q. ἢ ἐκ σχοινίου ἐστραμμένος. ἢ ἱμὰς περιεστραμ- μένος. H.V.
ἀορτήρ] νῦν ὁ τῆς πήρας δεσμὸς, σχοινίον, ὁ ἀναφορεὺς, ἐξ οὗ ἀπήρτητο, ὅ ἐστι παρεκρέματο. B.H.Q. ὅπερ λέγομεν βαστά- γιον. B.
Ξενισμὸς Ὀδυσσέως γίνεται ἐν τῷ ἀγρῷ παρὰ Εὐμαίῳ τῷ συ- βώτῃ αὐτοῦ. διηγεῖται δὲ αὐτῷ Ὀδυσσεὺς πολλὰ ἃ πέπονθε ἀγγέλ- λων καὶ τὴν Ὀδυσσέως ἐπάνοδον. P.
Ξενισμὸς Ὀδυσσέως γίνεται ἐν τῷ ἀγρῷ παρʼ Εὐμαίῳ τῷ ὑφορβῷ, [*](2. συνελόντα] Scribebatur συνε- Verba καὶ ἠφανισμένα habet etiam λοντὶ (hoc accentu). 4. οἱ ἄνω] Versus dicit 398— 6. μόρον] μηρόν H. Correxi ex 401. ubi vid. schol. Eustathio p. 1740, 34. μεμορυχμένα μετενηνεγμένοι Buttm. pro κατη- ἢ μεμορυγμένα, διχῶς γὰρ φέρεται καθὰ νεγμένοι. Versibus 430—433. in M. καὶ τὸ βρεχμός καὶ βρέγμα, τὰ μεμο- appicti sunt ⋇ λυσμένα καὶ πεφυρμένα κατὰ τοὺς πα- 5. πεπονημένα] πεπορημένα H. He. λαιούς. κρεῖττον δὲ ἠφανισμένα εἰπεῖν sychius, μεμορημένον· ἠσκημένον, πε- παρὰ τὸν μόρον, ἐξ οὗ τὸ μορύσσω. πονημένον. μεμορυχμένα· μεμολυμένα 10. ἢ ἐκ] ἢ om. V. ε τ (μεμολυγμένα Musurus: sed videtur 13 παρεκρέματο] παρεκρέμαστο H. potius delendum esse ut natum e. 14. βαστάγιον] Sic etiam Eusta- proximo μεμολυσμένα, quod vidit thius interpretatur p. 823, 35. Vide Heinsius), μυσαρὰ, μεμολυσμένα, ἐρ- de hoc voc. Ducangium p. 182. ρυπωμένα, ἠσβολούμενα (hoc ἠσβολω- 21. Hæc exscripsit Eustathius μένα potius scribendum quam quod p. 1742. Musurus posuit ἠσβολημένα), μεμο- 21. παρʼ —αὐτῷ] παρὰ εὐμκίου καὶ ρωμένα ἅπαντα. ποικίλη τις αὐτῷ Q. )
1. ἀταρπὸν] πρὸς τὴν τραχεῖαν ἀταρπόν· ἢ ἀντὶ τοῦ διὰ τραχείας ἀταρποῦ. B.
2. διʼ ἄκριας] ἀντὶ τοῦ, διʼ ἀκρίων. ἄκριες δέ εἰσιν αἱ ἀκρώρειαι. B. κατὰ τὰς ἀκρωρείας. V.
4. οἰκήων] ἀντὶ τοῦ οἰκετῶν. λέγονται δὲ καὶ οἱ συγγενεῖς καὶ πάντες οἱ ἐν τῇ οἰκίῳ. Q.
5. προδόμῳ] τῇ πρὸ τοῦ οἴκου στοᾷ. V.
ἥμενον] τὸ ἑξῆς, ἥμενον περισκέπτῳ ἐνὶ χώρῳ. P.Q. ἵνα γὰρ περισκοπῶσι τὰ πέριξ ἐν τοῖς ἀγροῖς, ἐν ὑψηλῷ τὰς ἐπαύλεις οἰκοδο- μοῦσιν. Q.
7. περίδρομος] περιοδευτὴ, γείτονας μὴ ἔχουσα τοὺς ἐμποδίζον- τας τῷ βουλομένῳ περιδραμεῖν καὶ περιελθεῖν αὐτήν. B.Q.V.
8. Ζηνόδοτος, δείματο οἶος. H.
10. ῥυτοῖσι λάεσσι] ἑλκυστοῖς, μεγάλοις, καὶ μὴ δυναμένοις διὰ χειρῶν βασταχθῆναι λίθοις. V. μεγάλοις, εἱλκυσμένοις καὶ μὴ βασταχθεῖσιν ὡς ἐλαφροῖς. οἱ γὰρ μεγάλοι λίθοι ἑλκύονται καὶ κυλίονται, οἱ δὲ μικροὶ βαστάζονται. B.
ἐθρίγκωσεν] ἐχαράκωσε, τὴν στεφάνην ἐποίησεν. Q. ἐχαράκω- σεν. θριγκὸς δὲ λέγεται ἡ ἐπὶ τοῖς οἴκοις στεφάνη. V.
ἀχέρδῳ] τῇ ἀγρίᾳ ἀπίῳ. ἔχουσι δὲ αὗται ἀκάνθας διʼ ὧν αἱ αί- μασιαὶ γίνονται. θριγκὸς δὲ λέγεται ἡ ἐπὶ τοῖς οἰκοδομήμασι στε- φάνη. B.Q. ἄχερδός ἐστιν ἀκανθῶδες φυτὸν, ἐξ οὗ τὰς αἱμασιὰς ποιοῦσιν. ἔνιοι δὲ ἀπέδοσαν τὴν ἀγρίαν ἄπιον. ἀκανθώδης γὰρ ἡ αὐτὴ εἴωθεν εἶναι. V.
[*](1. αὐτῶν (αὐτῷ Q.) addidi ex ἢ περίσκεπτον ὃ τις ἂν κατανοῶν θαυ- H.: om. V. et Eustathius. μάσειεν, οἷον, ὄφρα γένωμαι σοὶ περί- 8. τοῦ addidit Buttm. σκεπτον παίγνιον. Ἀρσινόη (Callim. 13. Ex scholio ad v. 6. Etym. Epigr. 5, 8.). Δίδυμος ἐν ὐπομνή- M. περισκέπτῳ ἐνὶ χώρῳ· τῷ ὑψηλῷ, ματι ξ Ὀδυσσείας. οὕτως εὖρον ἐγώ εἰς ὅθεν ἔστι περισκέψασθαι διὰ τὸ ὕψος τὸν Ὦρον. Conf. schol. α, 426. καὶ ἀπιδεῖν. ἡ ὅθεν ἔστι τὸ πέριξ ἰδεῖν. 26. ἡ αὐτὴ] Immo αὕτη. )11. σταυροὺς] ἐξυσμένα ξύλα καὶ ὀρθὰ ἔπηξε πρὸς τὸ ἀντιβαίνειν τῷ τοίχῳ. Q. τὰ ὀρθὰ καὶ ἀπεξυσμένα ξύλα. V.
ἐκτὸς ἔλασσε] ἔξω διὰ τῶν τοίχων ξύλα διήλασεν ὀρθά. V.
12. τὸ μέλαν δρυὸς] ἤτοι τὸ δάσος, ἢ τὴν ἐντεριώνην, τὸ ἐγκάρ- διον τῆς δρυός· μελάνδρυον γὰρ λέγεται διὰ τὴν χροιάν· ὁ δὲ Ἀρι- στοφάνης τὸν φλοιὸν τῆς δρυός. B.H.Q.V. τὸ μέλαν δρυὸς τὴν ἐντεριώνην φασὶν οὕτω καλουμένην· ὁ δὲ Ἀρίσταρχος τὸν φλοῦν· ὁ δὲ Κράτης τὴν δασύτητα τῶν φύλλων μελάνδρυόν φησιν, ὡς καὶ Αἰ- σχύλος φησὶ Φιλοκτήτῃ “κρεμάσασα τόξον πίτυος ἐκ μελανδρύου.” τὸ δὲ δρυός δύναται νοεῖσθαι καὶ ἐπὶ παντὸς ξύλου. δρυμοὶ γὰρ αἱ ὗλαι, καὶ ἀκρόδρυα τῶν πάντων δένδρων οἱ καρποὶ, καὶ δρυπετεῖς ἐλαῖαι. B.H.Q.
18. ἀντίθεοι μνηστῆρες] νῦν οἱ ἐναντίοι τοῖς θεοῖς. Q. V.
21. θῆρας τοὺς λέοντας κατʼ ἐξοχήν. H.
22. τέσσαρες] ὑπωπτεύετο παρὰ Ζηνοδότῳ. H. Καλλίστρατος ὑπώπτευε τὸν στίχον διὰ τὴν ἐξαρίθμησιν τῶν κυνῶν καὶ τὸ ἐπίθετον. H. Vind. 133. ὄρχαμος ἀνδρῶν] νῦν ἔξοχος ἐπὶ τῇ εὐγενείᾳ. V.
24. δέρμα βόειον εΰχροον] εὔχρουν, ἀπὸ ὑγιοῦς βοός. B. ἐϋ- χροές] γρ. εὔχροον. Vind. 133.
[*](1. ἐξυσμένα Buttm. pro ἐξειλ- H. ad v. 20. adscriptum, proxima κυσμένα. ἀπωξυμμένα dixit Eustath. annotatio in H. Vind. ad v. 21. re- p. 1748, 51. lata, a Porsono ad v. 22. Duentze- 5. τῆς δρυός] τῆς ἀντὶ περιφράγματος rus verod p. 192. scholiastam negli- δρυός H. Verba ἀντὶ περιφράγματος genter de uno versu (22.) loqui spectant ad versum præcedentem. opinatur, quum utrumque versum Ἀριστοφάνης] In scholio proximo (21. et 22.) ab Ζenodoto et Calli. Ἀρίσταρχος. In V. est ἢ τὸν φ., strato notatum dicere deberet. omisso ὁ δὲ Ἀριστοφάνης. Nam verba καὶ τὸ ἐπίθετον (quæ ap- 6. τὸ μέλαν δρυὸς H. et Eustathius sunt ab Vind.) non posse de epi- p. 1748, 56. τὸ μελάνδρυον B. Q. theto Eumæi ὄρχαμος ἀνδρῶν intel- 7.φλοῦν H. et Eustathius. φλοιόν ligi, quod sæpius recurrat (ξ, 121. ο, 351. 389. π, 36. ρ, 184. et φι- 8. τὴν δασύτητα τῶν φύλλων cor- λοίτιος ὄρχαμος ἀνδρῶν υ, 185, 254.), rexi ex Eustathio pro τὴν τῶν δασυ- ut non sit verisimile in eo haesisse τατῶν φυτῶν. Callistratum, sed ad θήρεσσιν v. 21. Αἰσχύλος] Fragm. 249. spectare. Verum huic nomini non 9. κρεμάσασα τόξον] κρεμάσας τόξον apta sunt verba καὶ τὸ ἐπίθετον nec, Eustathius. κρεμαστὰ τόξα Her- si essent, hoc loco collocanda fuis- sent, sed inverso potius ordine Καλ- 10. νοεῖσθαι] νοῆσαι H. λίστρατος ὑπώπτευε τοὺς στίχους διὰ τὸ 15. ὑπωπτεύετο παρὰ Ζηνοδότῳ in ἐπίθετον καὶ τὴν ἐξαρίθμησιν τῶν κυνῶν. )29. ὑλακόμωροι] ὁ μὲν Ἀρίσταρχος, ὀξύφωνοι. κρεῖσσον δὲ ἀπο- διδόναι οἱ περὶ τοῦ ὑλακτεῖν μεμορημένοι, ὅ ἐστι πεπονημένοι· ἴδιον γὰρ κυνῶν τὸ ὑλακτεῖν. ἐν ἄλλῳ, οἱ περὶ τὸ ὑλακτεῖν ἐσπουδακότες, ἢ ὑλακτικοί. Q.V. οἱ περὶ τὴν ὑλακὴν μεμορημένοι, ὅ ἐστιν εἰ- θισμένοι ἢ κακοπαθοῦντες, ἀπὸ τοῦ μόρος ἡ κακοπάθεια. οἱ ὁρῶντες πάντοτε πρὸς τὴν ὑλακήν. B.
30. οἱ μὲν κεκλήγοντες] κεκληγῶτες καὶ κεκλήγοντες διχῶς αἱ Ἀριστάρχου. εἰ μὲν διὰ τοῦ ω, περισπᾶται, εἰ δὲ διὰ τοῦ ντ, προ- παροξύνεται. H.Q.
31. ἕζετο κερδοσύνῃ] φυσικόν φασι βοήθημα πρὸς ἀποτροπὴν κυ- νῶν τὸ καθεσθῆναι καὶ προέσθαι τὴν ῥάβδον ὡς μὴ ἐπιτιθέμενον. V.
σκῆπτρον δέ οἱ ἔκπεσε χειρός] ἀντὶ τοῦ ἔρριψεν αὐτό. φυσικὸν βοήθημά φασι— — ἐπιτιθέμενον. ἢ διὰ φόβον. B. οὐ διὰ φόβον, ἀλλʼ ἑκὼν ἔρριψεν αὐτό. V.
33. μετασπὼν] ὀξυτονητέον· ἔστι γὰρ β΄ ἀόριστος, καὶ μετασπόν- τος ἡ γενική. H.
34. σκῦτος] ὃ περιέτεμνε δέρμα, καὶ σκυτοτόμος, καὶ σκυτοδέψης, καὶ σκυτεύς. ὡς ἐπιπολὺ γὰρ δέρμασιν εἴλουν τὴν παντευχίαν. H.Q.
35. ἄλλον, οὐκ ἄλλη. H.
38. καί κέν μοι] ἀπόλυτος ἡ μοι. B.
41. ἦμαι] διατρίβω, ὡς τὸ “ἧμαι ἐνὶ Τροίῃ σέ τε κήδων.” (Il. ω, 542.). H.
49. ῥῶπας] παρὰ τὸ ῥέπω ῥέψω ῥέψ καὶ τροπῇ τοῦ ε εἰς ω ῥώψ. ῥέπει ὅπου θέλει τις· ἱμαντῶδες γάρ ἐστι. B.Q.
50. ἰονθάδος] ἰόνθους λέγουσι τὰς ῥίζας τῶν τριχῶν. σημαίνει οὖν τὴν δασεῖαν. οἱ δὲ τὴν ταχεῖαν, παρὰ τὸ ἄδην ἰέναι. οἱ δὲ νέας, τῆς ἰόνθους φυσάσης, οἵτινες φύουσι τοῖς ζῴοις. οὐκ ἂν δὲ [*](2. οἱ περὶ τοῦ ὺ.] οἱ τὸ ὑ. Q. εἰ μὲν H. ὁ μὲν Q. μεμορημένοι Q. μεμωρημένοι V. προπαροξύνεται H. ὁξόνεται Q. Conf. Hesychii glossam ad ν, 435. 19. σκυτεύς Buttm. pro σκυτεῦ- σαι (σκυλεῦσαι H.). allatam. 4. μεμορημένοι] μεμωρημένοι B. 21. In textu ἄλλυδις ἄλλη et ος 7. κεκλήγοντες utrobique scripsi super η. pro κεκληγόντες. 28. ταχεῖαν Buttm. pro τελείαν. 8. Ἀριστάρχου H. ἀριστάρχειοι Q. )
51. αὐτοῦ] τοῦ συβώτου. ἐνεύναιον δὲ ἐφʼ οὗ ηὐνάζετο. τὴν αὐ- τοῦ οὐκ οἶδέν ποτε σύνθετον Ὅμηρος. τὸ δὲ ἐνεύναιον προπαροξυτό- νως. H.
ἐνεύναιον] εἰς τὸ κοιτάριον, ἀπὸ τοῦ εὐνάζω. B. ἐγκοίμητρον, ἐγκοίτιον. V.
μέγα καὶ δασὺ] οὐκ ἂν νῦν ἔφη δασὺ, εἴ γε τὸ ἰονθάδος ἐδήλον τὸ δασέος. H.
56. κακίων σέθεν] μᾶλλόν σου κεκακωμένος τὴν ψυχήν. H.V.
59. ἡ γὰρ δμώων δίκη ἐστὶν] ἀντὶ τοῦ, αὕτη τῶν δούλων ἐστὶν ἡ δικαιοσύνη. B. δίκη] δικαιοσύνη. V.
61. τὸ ἑαυτοῦ συμβεβηκὸς κοινὸν πρὸς ἄλλους ποιεῖ. H.
65. ἀναστρεπτέον τὴν ἐπί. H.
εὔμορφον ἀέξῃ] οὕτως Ἀρίσταρχος. H.
66. οὐ παραποιητικῶς, ἀλλὰ ἀορίστως. τὸ πεπιστευμένον τῷ οἰκέτῃ εἰς πλεονασμὸν καὶ ἐπίδοσιν ἄγει. H.
68. τὸ ἑξῆς ἀπολέσθαι. H.
ὤλετο] ἀπώλετο. ὤφελεν] ὤφειλεν. V.
πῶς ἂν ὁ Πηνελόπης πατὴρ Ἰκάριος Λάκων εἴη τὸ γένος; ἢ πῶς ἂν ἡ Πηνελόπη τῆς Ἑλένης ὑπάρχοι ἀνεψιά; οὐ γὰρ ἂν ὁ φιλο- δεσπότης Εὔμαιος Τηλεμάχῳ καὶ Πηνελόπῃ κατηρᾶτο βουλόμενος διεφθάρθαι τὸ τῆς Ἑλένης γένος. H.Q.
72. συνέεργε] γρ. ἐπέεργε. H.
73. ψιλωτέον τὸ ἔθνεα καὶ τὸ ἔρχατο. H.
77. ὁ δʼ ἄλφιτα λευκὰ πάλυνεν] ὡς περὶ ἑτέρου. ἔστι δὲ ἐπὶ τοῦ Εὐμαίου. Ὁμηρικὴ δὲ ἡ φράσις. H.
78. κισσυβίῳ] ἀγροικικῷ ἐκπώματι. V.
[*](1. ἴονθοι] ἰονθοὶ hic et infra ὁξυ- thius rursus utitur ad explicandum τόνως scribebatur. ἐνεύναιον p. 1793, 49. 9. ἐγκοίμητρον ex Eustathio p. 23. Conf. schol. β, 52. 1750, 26. correctum pro ἐγκοίτερον 24. ὑπάρχοι H. ὑπάρχει Q. vel ut in codice Barnes. est ἔγκοι- 25. κατηρᾶτο] κατηρῶτο H.Q. τρον. Vocabulo ἐγκοίμητρον Eusta- )81. χοίρε’] χοίρων μικρῶν κρέα. σιτευτὸν γὰρ φοβοῦμαι θῦσαι. H. Q. τοῦ σιτευτοῦ τροφιμώτερα. H.
82. ὄπιδα] τὴν εἰς τὸ μέλλον τῶν θεῶν ἐπιστροφὴν καὶ κόλασιν· B.Q.V.
φρονέοντες] λογιζόμενοι. τρομέοντες] φοβούμενοι. V.
ἐλεητύν] ἔλεο ν.Αἰολικὴ ἡ διάλεκτος. V.
85. καὶ μὲν δυσμενέες] καὶ οἱ φύσει πολέμιοι ληϊσάμενοι πόλεις ὑποχωροῦσι διὰ τὴν ἐπιστροφὴν τῶν θεῶν. B. Q.
86. βῶσιν] ἐπέλθωσιν ἐπὶ βόσιν. V.
87. πλησάμενοι δέ τε νῆας] ὁ δέ πλεονάζει. H. Q. ὁ δὲ τε ἀντὶ τοῦ καί. H.
89. οἵδε δὲ καί τι ἴσασι] γινώσκουσί τι περὶ τῆς Ὀδυσσέως. φθορᾶς, ὅτι οὐδὲν ἔσται. Q. ὡς ἔοικε δὲ ἔμαθον τὸν τούτου ὄλεθρον ἀπὸ χρησμοῦ. B. τὸ οἷδε προπερισπαστέον. ἔστι γὰρ κατʼ ἐπέκτα- σιν εἰρημένον καὶ ἀναφορικῶς κείμενον. H.
91. ἀλλὰ ἕκηλοι] ἤτοι ἡσυχάζοντες καὶ μὴ περὶ ἔργον ἀσχολού- μενοι. Q.
94. οἶα] μόνα. V.
+60 ὑπέρβιον] πάνυ βιαίως. γρ. ἀκήριον ἀντὶ τοῦ ἄθικτον, ὡς, “αὐτῶν μὲν γὰρ κτήματʼ ἀκήριον” (Od. ρ, 532.). ἢ ἀντὶ τοῦ ἀκέ- ραιον. H.
96. ζωή] ἡ πρὸς τὸ ζῆν οὐσία καὶ παρασκευὴ καὶ κτῆσις. B. ἡ πρὸς τὴν ζωὴν παρασκευή. V.
οὔτινι τόσση] οὐδενὶ τῶν ἡρώων οὔτε τῆς ἠπείρου οὕτε τῶν τῆς Ἰθάκης ἐστὶν οὐσία τοσαύτη. B.H.Q.
97. ἠπείροιο] τῆς ἀντικρὺ Ἰθάκης. ἠπείροιο μελαίνης] τῆς κα- ταντικρὺ Κεφαλληνίας νῦν λέγει. μέρος δέ ἐστι τῆς πέλας ἠπείρου. αὕτη καὶ μετʼ ὀλίγον ἐπιφέρεται, “δώδεκʼ ἐν ἠπείρῳ ἀγέλαιι.” V. ἤπειρον νῦν τὴν ἀντιπεραίαν φησί. H.
98. ξυνεείκοσι φωτῶν] ὁμοῦ εἴκοσι ἀνδρῶν. H.
99. ἔστʼ ἄφενος] ὅτε ἐστὶν ἐν ἀρχῇ στίχου, παροξύνεται. H.
101. αἰπόλος ὁ τῶν αἰγῶν βοσκός· αἰπόλιον ἡ τῶν αἰγῶν ἀγέλη. [*](1. σιτευτὸν H. σιτατὸν Q. 22. ἡ π. τὸ ζ. οὐσία] Hoc etiam 14. τὸ οἷδε] In textu H. scrip- in H. tum οἷδε δέ τι ἴσασι. 27. πέλας Buttm. pro πελάγης, 20. κτήματʼ ἀκήριον] Legitur κτή- quod in editionibus recentioribus· ματʼ ἀκήρατα. in μελαίνης mutatum erat. )
102. ξεῖνοί τε καὶ αὐτοῦ βώτορες ἄνδρες] ὁμοίως τῷ “θῆτές τε δμῶές τε” (Od. δ. 644.). H.
103. ἐνθάδε τʼ] διχῶς, ἐνθάδε καὶ ἐνθάδε. H.
104. ἐσχατιῇ βόσκοντʼ] ἐσχάτην, οὕτως αἱ Ἀριστάρχου. H. ὄρονται] ἀντὶ τοῦ ὀρούουσιν, ὅ ἐστιν ἐρρωμένως συνέπονται. ἢ ὁρῶσι, φυλάττουσι. B.Q. ὁρῶσι, φυλάττουσι, ἐπακολουθοῦσιν. V.
106. αἰγῶν—ἄριστος] ὅτι ἀρσενικῶς τὸν αἶγά φησι. Q.
108. ἐϋκρίνας] ἐπιλεξάμενος. V.
112. σκύφος] διχῶς, καὶ ὁ σκύφος καὶ τὸ σκύφος οὐδετέρως. B.H.M.
113. ἐνίπλειον] προπαροξυτόνως. H.
115. τὸ ὄνομα ἐπιζητεῖ. H.
116. καρτερός] εἶπε γὰρ ὅτι ᾤχετο εἰς τὴν Ἴλιον. H.
117. φθεῖσθαι] φθαρῆναι, ἀποθανεῖν. V.
118. εἴ πως αὐτὸν γνωρίσω τοιοῦτον ὄντα οἷον καὶ λέγεις. H.
120. εἰ ἰδὼν αὐτὸν ἀγγείλαιμι ἀμισθὶ, ἀψευδῶς. H.
123. πείσειε] τὸ εὐκτικὸν ἀντὶ ὁριστικοῦ, πείσειε, πείσει. H. διὰ τούτου οὐδʼ ἂν σὺ πιστευθείης. H.
128. ἕκαστα μεταλλᾷ] φύσεως ἀνθρωπίνης ἰδίωμα τὸ περὶ τῶν ἀναγκαίων ἀπιστοῦντας ἡμᾶς ὅμως ἀναπυνθάνεσθαι. Q.
131. παρατεκτήναιο] παρατεχνήσαιο, παρὰ τὴν ἀλήθειαν παρα- σκευάσειας. B.V.
132. εἴ τίς τοι] Διοκλῆς ἀθετεῖ. οὔτε γὰρ ἡ Πηνελόπη πάντα ἀμφιέννυσιν, οὔθʼ οὕτως πάντα διὰ τοῦτο ψεύδεται, ἀλλὰ καὶ διὰ μόνην πολλάκις τροφήν. H.Q.
[*](1. φασὶν scripsi pro φησίν. καὶ τὸ σκύφον M. (qui σκύφος in 3. τῷ] τὸ H., superscripto ῶ. textu habet). τὸν σκύφον καὶ τὸ ξίφος 5. ἐνθάδε καὶ ἐνθάδε] Scribendum H. τὸ σκύφος καὶ τὸ σκύφον B. De saltem ἔνθα δέ καὶ ἐνθάδε, nisi aliud utraque forma, ὁ σκύφος et τὸ σκύφος, quid latet. dixit L. Dindorfius in Thesauro 6. ἐσχάτην] Immo ἐσχατιήν, ut vol. 7. p. 473. In versu Homeri videtur. Aristarchum σκύφον, Aristophanem 10. ἐπιλεξάμενο,] καταλεξάμενος σκύφος probasse annotavit Athe- codex Barnes. næus 11. p. 498 E. 11. διχῶς, καὶ] δίχα H., omisso οὐδετέρως om. B.H. 26. πάντα] πάντως H. ὁ σκύφος καὶ τὸ σκύφος] τὸ σκυφος )133. ἀπʼ ὀστεόφιν] οὕτως αἱ πᾶσαι σχεδόν. H.
134. ἐρύσαι] γρ. ἐρύειν. H. ἑλκύσαι, ἀποσπάσαι. V.
138. τὸ ἑξῆς, κήδεα τετεύχαται. H.
142. οὐδέ νυ] γρ. οὐδʼ ἄρα. H.
ἱέμενός περ] γρ. ἀχνύμενός περ. H.
ἀχνύμενός περ] λείπει, καίπερ ἐπιθυμῶν αὐτούς. Q.
144. ἀλλά μʼ Ὀδυσσῆος πόθος αἴνυται οἰχομένοιο] ἀλλὰ μᾶλλον ὁ τοῦ Ὀδυσσέως πόθος μένει ἀποιχομένου, διακόπτει, λαμβάνει. Q. λείπει ἡ περί καὶ ἀπό. ἀλλὰ μᾶλλον ὁ περὶ τοῦ Ὀδυσσέως ἀποι- χομένου πόθος μένει. B.
145. τὸν μὲν ἐγὼν, ὦ ξεῖνε] φησὶ, τὸν Ὀδυσσέα δίχα φιλοφρο- νητικῆς προσηγορίας ὀνομάζειν αἰδοῦμαι· πρεσβύτερον δὲ ἀδελφὸν καλῶ. B.Q.V.
147. ἀλλά μιν ἠθεῖον καλέω] οὐ καλῶ αὐτὸν Ὀδυσσέα ἢ δεσπό- την, ἀλλὰ ἀδελφὸν μείζονα διὰ τὴν πρὸς ἐμὲ φιλοστοργίαν. τὸ δὲ ἠθεῖε προσφώνησίς ἐστι νεωτέρου πρὸς μείζονα. B.Q. ἓν μέρος λό- γου ἐστί· δηλοὶ δὲ τὸν πρεσβύτερον ἀδελφόν. H. ἠθεῖον, πρεσβύ- τερον ἀδελφὸν, θαυμαστὸν ἄγαν. V.
155. πρὶν δέ κε] πρότερον δὲ τὸ εὐαγγέλιον, ἤτοι τὸ ὑπὲρ τῆς ἀγγελίας δῶρον, οὔτι δεχοίμην, καίπερ ἐνδεὴς ὑπάρχων. B.Q.
159. ἱστίη τʼ Ὀδυσῆος] ὁ βωμὸς τῆς ἑστίας. V. ὁ βωμὸς Ὀδυσσέως, εἰς ὃν παραγέγονα. B.
μετενήνεκται ἀπὸ τῶν ἑξῆς ἐπὶ τῶν πρὸς τὴν Πηνελόπην λόγων (τ, 304.). οὔπω γὰρ ἀφῖκται εἰς τὴν Ὀδυσσέως οἰκίαν. Q.
160. ἡ μέν τοι τάδε πάντα τελείεται] γρ. ἦ μέν τοι τῆδε, ἀντὶ τοῦ οὕτως. H. Vind. 133.
161. τοῦδʼ αὐτοῦ ἢ τοῦδʼ αὖ τοῦ λυκάβαντος· οὐ δύναται γὰρ εἶναι ἡ αὐτοῦ ἀντωνυμία. H. τοῦδʼ αὖ τοῦ, τρεῖς τόνοι. ἀντὶ, τού- [*](1. ἀπʼ ὀστεόφιν] ἀπὸ στεόφιν H. in 25. τῇδε] Si revera talis hic fuit textu, sed deleto accentu super variatio, vel metrum ignorabant ἀπό. qui eam admittebant, neque ratio 5. ἀχνύμενος] Hoc in textu habet eius est habenda, vel scribebant M., adscripto a m. rec. γρ. ἱέμενος. τῆ. BUTTM. 11. δίχα om. V. φιλοφρονητικῆς 27. τοῦδ᾿ αὖ τοῦ pro τοῦδʼ αὐτοῦ correxi pro φιλοφρονηματικῆς. in hoc proximoque scholio cor- 12. δὲ V. δὲ καὶ B.Q. rectum ex Eustathio p. 1755. 40. 19. ποότερον Buttm. pro πρῶτον. qui hanc scripturam τοῖς ἀκριβεστέ- ὑπὲρ Buttm. pro ὑπό. ροις tribuit. )
λυκάβαντος] ἐνιαυτοῦ, διὰ τὸ ἐξῆφθαι πρότερόν τινα τοῦ χρόνου τὸν χρόνον. πεπίστευται τοὺς λύκους βίαιον διαβαίνοντας ποταμὸν ἐνδακόντας τὴν κέρκον τῶν ἀεὶ προηγουμένων τοὺς ἑπομένους στιχηδὸν διανηχομένους διεξιέναι τὸ ῥεῖθρον. Q. λυκάβας εἴρηται ἀπὸ τοῦ λυγαίως βαίνειν, ὅ ἐστι σκοτεινῶς πορεύεσθαι. λεληθότως γὰρ ὁ χρό- νος διέρχεται. H.Q.V.
162. τοῦ μὲν φθίνοντος] εἰς τὴν τριακάδα καὶ νουμηνίαν. Q. V. Vind. 133. ὅ ἐστιν εἰς τὴν ἔνην καὶ νέαν. Vind. 133.
ὑποπτεύονται οἱ τρεῖς ὡς ἀσύμφωνοι πρὸς τὰ πρὸ αὐτῶν, καὶ ὡς ὕποπτοι καὶ ὡς ἄπιστοι. πόθεν γὰρ ᾔδει εἰ καὶ ἐκ Δωδώνης ὑπο- στρέφων οὐ πλοίσει; H.
166. τὴν αὐτὴν διάνοιαν καὶ Πηνελόπη φησὶ, δύσελπις γεγονυῖα ὑπὸ τοῦ χρόνου. H.
168. ἀντὶ τοῦ καὶ ἄλλων παρεκτὸς μνημονεύσωμεν. H. Q.
171. ὅρκον μὲν] Ζηνόδοτος, κεῖνον μέν. H.
174. λείπει ἡ περί, περὶ παιδός. H.
ἄλαστον] ἀντὶ τοῦ ἀλάστως, ἀνεπιλήστως B. V.
176. χερείω] χείρονα, ἐλάττονα. V.
οὔτι χέρεια] οὕτως Ἀρίσταρχος. H.
χερείονα χέρεια, συγκοπή. H.
[*](2. ἀναφορικῶς Buttm. pro ἀναφο- modo denique, quid post consul- tum oraculum Dodonæum facturus 3. λυκάβαντος] Conf. schol. τ, esset Clysses tam certe praedicere poterat idem BUTTM. Recte 7. λυγαίως] λυγέως H. Recte apud judicasse Buttmannum apparet ex Eustath. p. 1756, 28. M., in quo non his tribus tantum 11—13. Hanc notam in imo pa- versibus, sed etiam duobus præ- ginæ versus 1 25—166. continentis cedentibus (160. 161.) appicti scriptam, Porsonus, quo eam re- sunt Eodem in codice mox ferret incertus, sic nude apposuit. versibus 174—184. obeli (—) un- Ego ad 162-4. referre non dubito. decim adscripti sunt. Nam primum absurdum videri po- 11. πρὸς τὰ] Sic vel πρὸς τοὺς tuit eum qui proximum novilu- corrigendum fuit quod in H. est nium definiret annum antea me- πρὸς τῶν. morare; deinde in persona vagan- 21. χέρτια] χερείω H. M. in textu, tis hominis qui fando omnia ab superscripto in H. γρ. χερείων. Ari- alio tenebat, admodum incredibilis starchus autem χέρηα potius scrip- videri debebat Eumæo hæc diem sisse videtur. Conf. schol. Il. α, etiam definiendi fiducia; et quo- 80.)179. ἐν σχήματι, ὡς τὸ “γυναῖκά τε θήσατο μαζόν.” (Il. ω, 58.) καὶ “οἵ σʼ ὠτειλῆς αἷμ’ ἀπολιχμήσονται. (Il. φ, 122.) H.
[182. νωνύμους: ἀνωνύμους καὶ δυσφήμους, οἷς οὐκ ἄν τις εὔφημον εἴποι. V.]
184. ἤ κε φύγῃ] γρ. ἥτε φύγοι. H.
185. ἐνίσπες] σπές ἐνίσπες ὡς θές ἐπίθες, σχές ἐπίσχες. ἔνισπες δὲ ἀπὸ τοῦ ἐνίσπω ὡς ἐλαύνω. H. Q.
188. ὁποίης δʼ ἐπὶ νηὸς ἀφίκεο] ἀστερίσκος πρόσκειται ἄχρι στί- χων γ΄, ὅτι νῦν ὡς πρὸς ῥάκεσιν ἠμφιεσμένον ὀρθῶς λέγονται· ὡς δὲ πρὸς τὴν Ἀθηνᾶν ὁμοιωθεῖσαν Μέντῃ καὶ βασιλικὴν ἔχουσαν στο- λὴν οὐ πάνυ. H. Q.
195. δαίνυσθαί τʼ ἀκέοντʼ] ἐκ πλήρους, ἀκέοντας. ἀντὶ τοῦ ἀρ- γοῦντας ἡμᾶς καὶ μὴ περὶ ἔργον ἀσχολουμένους. B. Q.
ἐπὶ ἔργον ἕποιεν] ἐπὶ τὸ ἐργάζεσθαι πορεύοιντο. H.
ἔργα ἕποιεν] γρ. τράποιντο. M.
199. ἐκ μὲν Κρητάων] ἀπὸ τοῦ Κρῆται. καὶ τὰς Ἀθήνας γὰρ ποτὲ ἑνικῶς, ποτὲ πληθυντικῶς ὀνομάζει. τοῦτο δὲ ζηλώσας ὁ Καλ- [*](2. οἵ σʼ] οἵ H. μον reponendum εὐφήμως: Νωνύμ- 3. νωνύμους] Vere observat Bar- νοῦς· ἀνωνύμους, δυσφήμους, οὖς οὐκ ἄν nesius pertinere hoc scholium po- τις εὐφήμως εἴποι. Hæc enim certe tius ad Il μ, 70. (unde etiam in mens est antiqui enarratoris, ho- ed. ant. ΝΩΝΥΝΟΥΣ. nimirum ex mines ita funditus sublatos ut vel νωνύμνους). Sed mira idem sollertia nomen eorum pronuntiare religio aliud in eius locum concinnatum sit. BUTTM. apposuit, ingenue addens, “tale 6. σπές ἐνίσπες om. Q. quid ad hunc locum hactenus desi- ἔνισπες] Noli putare grammati- deratum fuisse.” Rectius monu- cum utramque formam ἐνίσπες et isset scholium utrique loco, sed ἔνισπες hic tutari. Posterior, quæ diverso casu, aptum a socorde est contra norman horum ἐπίθες, compilatore hic tantum et casu ἐπίσχες,plane mon agnoscitur. Scrip- non mutato additum esse. Sed sit itaque scholiastes ultimo loco emendanda est posterior ejus pars ἐνίσπε, ut quae form. aeque sit proba ope glossæ Hesychianæ, Νώνυμος. quam illa ἐνίσπες, quippe deducenda ἀνώνυμος, δύσφημος. ὃν οὐκ ἄν τις εὔ- ἀπὸ τοῦ ἐνίσπω ὡς ἔλαυνε ἀπὸ τοῦ ἐλαύνω. φημον εἴποι, ἀλλὰ δυστυχῆ: quæ ta- Nam sic procul dubio ultima scholii men ipsa interpolata est: nam verba sunt supplenda. BUTTM. quid hoc est “homo quem bene 10. πρὸς τὴν Ἀθηνᾶν] Vid. schol. ominatum nemo dicat, sed mise- ad α, 171. rum ?” Abjicienda itaque duo ul- 17. ζηλώσας Maius pro ζημιώσας. tima verba quae absunt a scholio; Καλλίμαχος] Scena, ut vides, in contra huic ex Hesvchio accusati- Attica est: quare ad Hecalen re- vus reddendus, οὓς scribendo pro fero. BUTTM. οις: utroque autem loco pro εὔφη- )
Κρητάων] τῆς Κρήτης. εὐρειάων] ἀντὶ εὐρείας. νῦν δὲ μακρᾶς· στενὴ γὰρ ἡ Κρήτη. ἐντεῦθεν δέ φησιν εἶναι φεύγων τὸν ἔλεγχον. ἐπεὶ πόρρω τῆς Ἑλλάδος. V.
201. υἷες ἐνὶ] γρ. υἱέες ἐν. Vind. 133.
202. ἐξ ἀλόχου] γρ. ἐξ ἀλόχων. H.
203. παλλακὶς] πιθανῶς τοῦτο, ἵνα δόξῃ ὅμοιος εἶναι τῷ ξενοδόχῳ συβώτῃ. H. Ἄλλως. πιστεύεσθαι βουλόμενος περὶ τῶν λοιπῶν ἐλαττοῖ τὸ γένος. H.Q.
ἰθαιγενέεσσι] γνησίοις τέκνοις. Q.V.
204. Κάστωρ Υλακίδης] Καλλίστρατος ἐν τῇ ἐκ Μουσείου Κά- στῶρ φησὶ γεγράφθαι. H.
γένος] γρ. πάις. M.
206. κυδαλίμοισι] γρ. ἠνδαλίμοισι. H.
212. εἵνεκʼ ἐμῆς ἀρετῆς] τοῦτο ἄλλως μεταβάλλων εἶπε “περὶ μὲν πολέμῳ καρτερός ἐσσι, καὶ βουλῇ μετὰ πάντας ὁμήλικας ἔπλευ ἄριστος” (Il. ι, 53.). Q.
214. ἀλλʼ ἔμπης καλάμην] καὶ ἡ παροιμία, ἀπὸ τῆς καλάμης τὸν στάχυν. Q.
καλάμην] τὸ γῆρας, τὸ λείψανον ὥσπερ τοῦ σώματος κατὰ μετα- [*](1. θηλυκῶς H. ἑνικῶς Q. quid Callistratus voluerit. Aliud ἔκ με—ἐτάρων Porsonus pro ἐκ nomen, quale Ἄκτωρ est, positum μὲν—ἐτέρων. Κολωνάων ex hoc loco fuisse conjicit Duentzer. Zenod. annotavit Suidas cum νησάων, quod p. 42. ipsum quoque Callimachus dixerat 15. ἠνδαλίμοισι] Porsonus prius de hac varietate loquens eam manu pro νήσων. 4. φησιν—ἐπεὶ] φασι εἶναι φεύ- recentissima scriptam dicebat, do- γοντα τὸν ἔλενον (sic) ἐπὶ V. Correxit cens simul quam sollemnis in mss. Buttm. syllabarum κυ et ην sit permutatio. 7. ἀλόχων] ἀλόχοιο H. Correxi ex In Postscripto autem errasse se M., qui ἀλόχου vulgatum habet, su- dicit, et scripta haec a manu si perscripto ων. non ipsius scholiastæ Harl, certe 9. Ἄλλως om. Q. non multo juniore. Videndum igi- 12. Μουσείου Buttm. pro μουσείων tur an varietas illa ita scripta, ἰν- vel μουσείω (nam obscura in H. δαλίμοισι, inter antiquas lectiones scriptura). Exemplar in Musarum referenda sit, cum εἰδάλιμος sit vox sacello, quod cum schola Alexan- Homerica et ἰνδάλιμον, εὐειδές repe- drina conjunctum fuerit, asservari riatur apud Hesychium, quamvis solitum intelligit Lehrs. Arist. p. in serie vocum ab ἰδ incipientium ideoque in recentioribus editioni- Κάστρῶ] Sic H. Non apparet bus mutatum in ἰδάλιμον. BUTTM. )
217. ῥηξηνορίην] ἀνδρείαν, παρὰ τὸ ῥηγνύειν τὴν δύναμιν τῶν ἐναντίων. H.P.Q. ῥηξηνορίην, τουτέστιν ῥήσσειν τὴν ἠνορέαν, ὅ ἐστι τὴν ἀνδρείαν καὶ γενναιότητα τῶν πολεμίων. V.
κρίνοιμι λόχονδε] ἐξ ἐπιλογῆς συντάττοιμι. Q. διαχωρίζοιμι εἰς ἐνέδραν. V.
220. ὄλεσκον] ἀνήρουν, ἐφόνευον. V.
221. ὅτε μοι εἴξειε πόδεσσι] ὅτε κατελήφθη ὑπʼ ἐμοῦ. τινὲς δὲ, ὅτε εἰς φυγὴν ἐτρέπετο. B.Q.
222. ἔργον] ἡ γεωργία, ἀπὸ τῆς ἔρας. τὰς γὰρ λοιπὰς πράξεις ἔργα φάσκων ὁ ποιητὴς προστίθησι διασημαίνων ὡς ἔργον Ἄρηος. Q.
223. οὐδʼ οἰκωφελίη] τινὲς τὸ ὀφέλλειν οἴκους, ὅ ἐστιν οἰκοδομεῖν καὶ λαοξουργεῖν, ἐπεὶ λύεται ἐκ τοῦ “αἶψα δὲ οἶκος ὀφέλλετο” (233.). H.Q.
226. λυγρὰ] κατὰ πάντων τὸ λυγρά. πόλεμοι καὶ ἄκοντες καὶ ὀιστοὶ, ἅπερ εἰσὶ λυγρά. H.
ῥιγηλὰ] φρικτὰ, φοβερά. V.
228. ἄλλος γάρ τʼ ἄλλοισιν] τοῦτο Ἀρχίλοχος μετέφρασεν “ὡς ἄλλος ἄλλῳ καρδίην ἰαίνεται.” H.
230. εἰνάκις] ἔνατον. V. ἐπὶ ἐννέα ἔτη. ἀντὶ τοῦ ἡγεμὼν ἐπὶ λῃστείαν ἐγενόμην. οὐ γὰρ αἰσχρὸν, καὶ Θουκυδίδης φησί. B.Q.
231. καί μοι] Ζηνόδοτος, καί σφιν. H.
πάντα] γρ. πολλά. Q. λάφυρα δηλονότι. P.Q.
[*](3. ἀγροῖκον] ἄγροικον V. Emp. p. 699. 6. κατανοῆσαι] κατανοῆσθαι H. 26. Θουκυδίδης] 1, 5. Conf. schol. 12. ὄλεσκον] Sic ed. ant. Unde ad γ, recentt. ὅλεσκον] ἔνιοι, ἕλεσκον, α. ε. 28. γρ. (id est γράφεται) correxi Vid. not. ad δ, 139. BUTTM. pro γράφε. πάντα in textu habet M., 18. δὲ οἶκος] δέ οἱ οἶκος H. cum γρ. πολλά. 23. μετέφρασεν “ὡς ἄλλος ἄλλῳ πολλά] Hoc H.P. in textu ha- καρδίην ἰαίνεται] μετὰ φράσεως ἄλλος bent: in πάντα consentit M., sed ἄλλῳ κραδίην γένηται H. Correxit adscripto γρ. πολλά. Bergkius Poet. Lyr. p. 543. colla- δηλονότι Buttm. pro δηλοῖ. tis Clem. Alex. p. 739. et Sexto )232. μενοεικέα] τὰ τῷ μένει μου ἐοικότα. H.
ἐξῃρεόμην] ἐξαίρετα ἐλάμβανον. P.
233. λάγχανον] κληρούμενος ἐλάγχανον, ἤτοι ἀπὸ κλήρου ἐλάμ- βανον. B.
239. χαλεπὴ δʼ ἔχε δήμου φῆμις] τινὲς οὕτως, τοὺς μὴ βουλο- μένους ἀπελθεῖν ὄνειδος κατεῖχεν. Q. ἐβίαζε γὰρ ὑμᾶς. V.
246. ὅτι ὁμωνύμως τὸν ποταμὸν καὶ τὴν χώραν. νῦν δὲ τὴν χώ- ραν. H.
248. νῆας στεῖλα] εἰς πλοῦν εὐτρέπισα, ὅθεν καὶ στόλος εἴρηται. B.Q.
ἐσαγείρετολαός] διὰ τοῦ ε. ὁ ναυτικὸς λαός. H.
249. ἑξῆμαρ πρὸ τοῦ πλοῦ. H.
253. ἀνέμῳ ἀκραέι] ἄκρως πνέοντι, ὅ ἐστιν ἐπιτηδείως καὶ καθαρῶς. B.H.Q. ἄκρως πνέοντι, καθαρῶς. V.
255. ἀσκεθέες καὶ ἄνουσοι] ἀντὶ τοῦ ἄπονοι καὶ ἄνευ κακοπαθείας. Q. ἀβλαβεῖς, ὑγιεῖς. V.
260. ἔρυσθαι] ἐνεστῶτός ἐστιν, ὡς πήγνυσθαι, παρακειμένου δὲ τὸ εἰρύσθαι. Q.
261. σκοπιὰς] ὀρεινοὺς τόπους ὑψηλούς. B.
262. ὕβρει εἴξαντες] πεισθέντες, ὅ ἐστιν, ὑβρισταὶ γενόμε- νοι. B.
μένει σφῷ] τῇ ἑαυτῶν ὁρμῇ καὶ ἐπιθυμίᾳ συνδραμόντες. ἔθος γὰρ ἦν αὐτοῖς λῃστεύειν. B.Q. ἑαυτῶν. οὐ γὰρ οἱ ὀπτῆρες, ἀλλʼ οἱ ἐν ταῖς ναυσὶν ὄντες. B.P.
272. ἄγαγον] ἀπέφερον. V.
273. τοῦτο νόημα] γρ. ὧδε νόημα. Vind. 56.
278. αὐτὰρἐγὼ βασιλῆος] Σέθως τότε ἐβασίλευσε. B.H.
280. ἐς δίφρον δέ μʼ ἕσας ἄγεν] ἐπιβιβάσας. οὐ γὰρ ἐκαθέζοντο ἐν τοῖς δίφροις. B. ἀγαγὼν, Αἰολικῶς. Q. ἡ Αἰολικὴ, ἐς δίφρον δʼ ἀνέσας, ἀναγαγών. H. ἕσας] καθίσας. V.
[*](6. ὑμᾶς] ἡμᾶς Barnes. aliam etiam lectionem affuisse, 15. ἀσκεθέες] Sic etiam M. in ἄπαγον, tum ex eodem illo ἀπέφερον, textu. tum eo quod tam sollemnis est for- 25. ἀπέφερον] Hoc imperfectum marum ΑΠΑΓΟΝ et ΑΓΑΓΟΝ per- indicio est lemma quoque ex im- mutatio. BUTTM. perfecto corruptum esse, quod fu- 27. σέθως τ. ἐ. H. σέθος ἐ. τ. B. isse dixeris illud codicum H. P. 29. Αἰολικῶς] Ex errore nata vi- Vindob. 56. ἄναγον: idque recepit detur hæc notula: neque de dia- )286. χρήματα] γρ. κτήματα. H.
288. δὴ τότε Φοῖνιξ ἦλθε] πῶς πρὸς Ἀθηνᾶν διαλεγόμενος εὐλο- γεῖ τοὺς Φοίνικας διʼ ὧν φησι “πόλλʼ ἀεκαζομένους, οὐδʼ ἤθελον ἐξα- πατῆσαι” (ν, 277.), ὧδε δὲ τὸ ἐναντίον; ἐκεῖ μὲν προτρέπεται τὸν ξένον μὴ γενέσθαι ἀλιτόξενον, ἐνθάδε δὲ οἶδεν Εὔμαιον ὑπὸ Φοινίκων πεπραμένον. Q.
289. τρώκτης] πανοῦργος, ἀπατεών. V. φιλοκερδὴς, ἄπληστος. B.Q.
290. παρπεπιθὼν] ὀξυτόνως ἡ μετοχὴ, δευτέρου γὰρ ἀορίστου. τὸ ἑξῆς, πείσας παρήγαγε ταῖς ἑαυτοῦ φρεσί. B.Q.
294. ἐπήλυθον ὧραι] ἡ ἐπί ἀντὶ τῆς παρά. παρῆλθον οἱ καιροὶ, ὅ ἐστιν αἱ τροπαί. B.H.Q.
295. ἐς Λιβύην] τὸ ἑξῆς, ψευδέα βουλεύσας ἐπὶ νηός μʼ ἐέσσατο ποντοπόροιο ἐς Λιβύην, ἵνα οἱ σὺν φόρτον ἄγοιμι. Q.
Ῥιανός φησιν, ἐφέσσατο. Ζηνόδοτος, ἐφείσατο. H.
298. ὀϊόμενός περ] ὑπονοῶν μὲν τὸ πραχθησόμενον, τῇ ἀνάγκῃ δὲ συμπλέων. Q.
300. μέσσον ὑπὲρ Κρήτης] τὸ μέσον πέλαγος ὑπερβᾶσα τὴν Κρήτην. H. μεταξὺ Κρήτης καὶ Λιβύης. ἀντικρὺ γὰρ ἀλλήλων εἰσί. B.Q.
307. ἐκ δὲ θεείου] θεαφίου. θεῖον λέγει πῦρ ἐξ ὕλης τινὸς ἀναπτο- μένης θειώδους ὀνομαζόμενον. H.Q. τεαφίου. οὕτω γὰρ ὄζει ὁ κε- ραυνός. B.
311. ἀμαιμάκετον] ᾧ οὐκ ἔστι μῆκος παραβαλεῖν. καὶ χίμαιραν θρέψεν ἀμαιμακέτην, οὐκ ἔστι μέγεθος παραβαλεῖν. H. ἀντὶ τοῦ, οὗ οὐκ ἔστι μῆκος παραβαλεῖν. B.Q.
315 γαίῃ Θεσπρωτῶν] πόλις περὶ τὰ ἔσχατα τῆς Θεσσαλίας. Q.V.
316. ἐκομίσσατο Φείδων] ἀντὶ τοῦ ἀνεκτήσατο, ἐπιμελείας ἠξίω- σεν ἐλεήσας. B.Q.
[*](lectione ea, quam praebet sequens 21. θεαφίου addidi ex H. in quo nota ex editione dicta Æolica, sic- θεαφείου scriptum. ut celebris illa Argolica fuit et τινὸς om. Q. aliæ. Eandem infra ad 331. citat ἀναπτομένης θειώδους ὀνομαζόμενον] ita, οἱ Αἰολεῖς. ἡ Αἰολὶς dicitur in ἀναπτόμενον θειώδει ὀνομαζομένῳ Q. schol. σ, 98. BUTTM. 22. τεαφίου] τεσφίου B. Idem vi- 5. ἐνθάδε—πεπραμένον] Hæc et- tium notavimus ad μ, 417. iam in V., sic scripta, ἐπεὶ ᾔδει καὶ 26. οὖ addidit Buttm. τὸν Εὔμαιον ὑ. Φ. π.)317. ἀπριάτην] ἐπίρρημα, ὡς ἄντην, μάτην, ἀντὶ τοῦ ἀπριάτως, ὅ ἐστι προῖκα. B.P.Q. οὐδὲ χρήματα, ὅ ἐστιν ὡς ἐλεύθερον. B.H.Q. Ῥιανὸς γράφει, ἀπριάδην. H.
318. αἴθρῳ καὶ καμάτῳ] οὕτως Ἀρίσταρχος, Ζηνόδοτος, Ἀριστο- φάνης. H. ψυχρότητι. αἴθρῳ ἀρσενικῶς, ὡς “ἐν πύλῳ ἐν νεκύεσ- σιν” (Il. ε, 397.), ἀντὶ τοῦ ἐν πύλῃ. B.
321. Ὀδυσῆος] λείπει ἡ περί. πολλὴν ἂν ὑπόνοιαν Εὐμαίῳ παρ- έσχε τῆς ἑαυτοῦ ἐπιγνώσεως, εἰ εἶπεν ὅτι καὶ ἐθεάσατο τὸν Ὀδυσ- σέα. H.
324. πολύκμητον] τὸν πολυδάμαστον σφύραις καὶ ἄκμονι. Q.
325. καί νύ κεν ἐς δεκάτην γενεὴν] γένος. ὁ δὲ νοῦς, τὰ χρήματα βόσκοι ἂν μέχρι δεκάτης γενεᾶς ἕτερον ἐξ ἑτέρου διαδεχόμενον παρὰ πατρὸς παῖδα. B.H.Q. ἢ οὕτως· ἄλλον καὶ πάλιν ἄλλον, ὅ ἐστιν ἕως δέκα γενεῶν, ὅ ἐστι τʼ ἔτη. H.
326. ὅσσα οἱ] πᾶσαι, τόσσα, εἶχον. H.
327. τὸν δʼ ἐς Δωδώνην] Δωδῶνα νῦν τὴν Θεσπρωτικὴν, ἔνθα τὸ μαντεῖον ἦν τοῦ Διός. ἑτέρα δέ ἐστιν ἡ Θεσσαλικὴ, ἀφʼ ἧς Ἀχιλ- λεὺς καλεῖ τὸν Δία “Ζεῦ ἄνα Δωδωναῖε Πελασγικέ.” (Il. ω, 233.). H. ποιμὴν νέμων πρόβατα ἐν τοῖς τῆς Δωδώνης ἕλεσι τοῦ πέλας ὑφείλετο ποίμνην καλλίστην, καὶ εἵρξας εἰς τὴν σφετέραν αὐλὴν [*](2. ὡς additum ex H. “ἐν πύλῳ ἐν νεκύεσσι βαλών.” καὶ 3. Ῥιανὸς γράφει ἀπριάδην] In Il. α, τὴν δείλην δείελον “εἰς ὃ κεν δείελος 99. ἀπριάτην Apollonium adverbi- ἔλθῃ ὀψὲ δύων” (Il. φ, 231.). aliter dictum accepisse annotaAit 5. ἐν νεκύεσσιν] ἐννεκύσουσιν B. scholiasta, ἵνʼ ᾖ χωρὶς πριασμοῦ, ἀντὶ 11, γένος. ὁ δὲ νοῦς om. H. τοῦ ἀπριάδην. Cratetis scripturam 14. τ΄ ἔτη] τέτη H. ἥρως ἀπριάτης reprehendit Apollon. 16. Δωδώνην] Ad hunc locum vel Lex. s. v. ἀπριάτην. τ, 296. referenda quæ de duabus 4. οὕτως—Ἀριστοφάνης] Spectant Dodonis dixit Φιλόξενος ὁ τὴν Ὀδόσ- hæc ad lectionem interpolatam λύ- σειαν ὑπομνηματίζων ap. Steph. Byz. θρῳ, cujus memoriam servavit E- s. v. Δωδώνη. Idem Φιλόξενος τὴν Ὀ- tvm. M. p. 33, 40. in excerpto ex δύσσειαν ἐξηγούμενος dixerat de solœ- scholiis veteribus, αἴθρῳ· τῷ ψύχει, cismo Alabandiaco (ὅταν ἡ μή ἀπα- ἀπὸ τῆς αἰθρίας. “αἴθρῳ καὶ καμάτῳ” γόρευσις ἀντὶ τῆς οὐ κεῖται, ut Il. ο, 41. —εἰς τὴν Ὀδύσσειαν. ἢ τὸ ἐξ αἰθρίας μὴ διʼ ἐμὴν ἰότητα Ποσειδάων ἐνοσί- πνεῦμα· ὅτι ἐπιμελῶς ἐν ταῖς αἰθρίαις τὸ χθων), ut annotavit Steph. s. v. ψῦχος γίνεται. ἄλλοι δὲ ἀγνοοῦντες γρά- Ἀλάβανδα. Porro ex hoc com- φουσι, λύθρῳ καὶ καμάτῳ. τῷ γὰρ mentario excerpta videntur quæ ναυαγῷ οὕτε ἱδρὼς ἁρμόζει οὔτε αἷμα· leguntur in schol. ad ι, 22. 106. ἐκεχώριστο γὰρ ἀμφοῖν· ὑπὸ δὲ τῆς αἰ- 19. Δωδώνης] δωδῶνος V. θρίας ἐδεδάμαστο, ὡς ναυαγὸς ἀσκε- 20. ὑφείλετο] ὑφίστατο Q. πής. κατὰ δὲ τὸ ἀρσενικὸν τὴν αἰθρίαν ποίμνην Barnes. pro νομήν. εἶπεν αἶθρον, ὡς τὴν πύλην πύλον· οἷον )
328. ἐπακούσῃ] παροξυτόνως τὸ ἐπακούσαι. ἐπακούσῃ Ἀρίσταρ- χος, Ἀριστοφάνης ἐπακούσαι. H.
331. ἀποσπένδων] οὕτως Ἀρίσταρχος. ἡ δὲ Αἰολὶς ἐπισπένδων. H. Vind. 133.
332. κατειρύσθαι] παρακειμένου ἐστί· διὸ παροξύνεται. H.
334. ἀντὶ τοῦ ἀπερχομένη, μέλλουσα ἀπιέναι· ὅ ἐστι, συνέβη ἄν- δρας Θεσπρωτοὺς θέλειν ἀποπλεῦσαι εἰς τὸ Δουλίχιον. H.
ἀλλʼ ἐμὲ πρὶν ἀπέπεμψε] ἀλλὰ ἐμὲ πρότερον πλεῦσαι ἐποίησεν. νοητέον δὲ ὅτι ὕστερον μετὰ τὸ ἀποστρέψαι τὸν Ὀδυσσέα ἐκ τῆς Δωδώνης μέλλει αὐτὸν ἐκπέμψαι ὁ Φείδων μετὰ νηὸς καὶ ἀνδρῶν ἰδίων. Q.
335. πολύπυρον] γρ. πολύμηλον. H. Vind. 56. et 133.
376. ὡς ἐμοῦ δηλονότι τοῦτο αἰτησαμένου. H.
[*](6. Μαρδύλας V. Μανδόλας Q. 13. ἐπακούσαι correxi pro ἐπα- Neutrum nomen aliunde cogni- κοῦσαι cum Nauckio Aristoph. p. 42. tum. ἐπακούσῃ in textu habent M, 9. μὴ—δένδρου] Sic Q. et V. ed. et (superscripto ἐπακούσῃ ἀρίσταρ- ant. In recentioribus autem verba χος, ἀριστοφάνης ἐπακοῦσαι) Vind. 133. haec ita, λέγουσαν, μὴ θίγειν τοῦ ἱεροῦ et superscripto ἐπακοῦσαι H. Ari- τούτου δένδρου, rejiciuntur post illa stophanes optativum posuerat ἐπα- μὴ τοῦτο δρᾶν, satis probabiliter. κούσαι. BUTTM. 15. ἡ δὲ Αἰολὶς] Sic correxi pro θιγεῖν scripsi pro θίγειν. οἱ δὲ Αἰολεῖς. Recta scriptura ser- 11. ἀπ᾿ om. V. in ed. antiquis. vata est in alio codicis Harleiani ὑπομονῆς] ἐπιμονῆς codex Barnes. scholio ad σ, 98. Eadem ἡ Αἰολική 12. προάγει— Προξένῳ om. Q. est supra p. 590, 29. Proxenum scripsisse Epirotica con- 23. ἰδίυν Maius pro ἰδών. stat. Vid. ad α, 259. BUTTM.)βασιλῆϊ Ἀκάστῳ] καὶ πῶς ἐν Ἰλιάδι Μέγητά φησιν εἶναι βασι- λέα Δουλιχίου; βασιλέας οὖν τοὺς δυνάστας φησί. H.Q.
338. πάγχυ δύης] λείπει ἡ ἐξ, ἵνʼ ᾖ, ἐκ τῆς δύης ἐπὶ βλάβην ἔλθοιμι, ἢ ἐπὶ ταῖς συμβεβηκυίαις τιμωρίαις ἄλλην βλάβην ὑπομεί- ναιμι. B.
Ἀριστοφάνης, δύῃ ἐπὶ πῆμα γένηται, ἀντὶ τοῦ ἐπὶ τῇ δύη· ἵνα μοι πῆμα ἄλλο γένηται. δύναται δὲ λείπειν ἡ ἐξ, ἵνʼ ᾖ ἐκ τῆς δύης ἐπὶ βλάβην ἔλθοιμι. H.
343. Ῥιανὸς, ῥωγαλέον. H.
348. γναπτὸν λέγεται τὸ ἐπικαμπὲς καὶ ὥσπερ εἰς ἑαυτὸ καμπυ- λοειδῶς νεῦον, ἐξ οὗ δὴ τὸ ἀνέγναψαν, ἤτοι ἀπὸ τοῦ γναπτοῦ ἐποίησαν καὶ διέλυσαν τὸν σχοῖνον. H.
δεσμὸν ἀνέγναμψαν] ἀνέλυσαν. τῇ γὰρ συνδέσει κεκαμμένα ἦσαν τὰ σχοινία. B.
349. Ἀριστοφάνης, κεφαλὴν δέ. H.
350. ξεστὸν ἐφόλκαιον] τὸ ἐπακολουθοῦν τῇ μεγάλῃ νηὶ σανδά- λιον, παρὰ τὸ ἐφέλκεσθαι τῇ νηί. ἢ τὸ πηδάλιον. B. ἐφόλκιον] πηδάλιον, ἀπὸ τοῦ ἐφέλκεσθαι τὴν ναῦν, ἢ ἐφέλκεσθαι ὑπὸ τῆς νεώς. P.V.
352. θύρηθʼ] τὸ πλῆρες θύρηθεν. μάλα, φησὶ, μετὰ τὸν πλοῦν ἐγενόμην ἔξωθεν τῆς θαλάσσης. τὸ γὰρ θύρηθεν σημαίνει τὸ ἔξωθεν ὅπερ Ἀττικοὶ θύρῃσι λέγουσι. H.Q.
θύρηφι] ἔξω ἀγόμενος. V.
353. δρίος] σύνδενδρον χωρίον, δρυώδης καὶ σύσκιος τόπος. Q.
356. μαίεσθαι] ἐπιζητεῖν τὴν ἐμὴν εὕρεσιν. H.
361. ὦ] γρ. ἄ. H. ἂ δειλὲ] τὸ ᾱ θαυμαστικὸν ἀντὶ τοῦ, τί ὦ δειλὲ καὶ ἄθλιε πλέον τῶν ἄλλων ξένων. H. Vind. 133.
366. νόστον] ὅτι ἤχθετο ὁ νόστος δηλονότι. H.
368. τολύπευσεν] μετὰ κακοπαθείας ἤνυσεν. Q.
369. τῷ κέν οἱ τύμβον] εἰ γὰρ ἐν Τρωσὶν ἐκεῖνος ἀπέθανεν, ἐποίη- σαν ἂν αὐτῷ καὶ τύμβον οἱ Ἕλληνες. Q.
[*](1. Ἀκάστῳ] ἑκάστῳ H. in lem- 15. κεφαλὴν δέ] κεφαλήνδε H. mate scholii. κεφαλὴν est in textu M., correctum 13. ἀνέγναμψαν] Cf. Etym. Gud. in κεφαλῆ, superscripto κεφαλήν. p. 54, 24. s. v. ἀνέγναμψαν, qui 20. θύρηθʼ] θύρηφʼ Q. ἀναγνάμψαι explicat ἐξαπλῶσαι καὶ 22. θύρῃσι] Immo θύρασι. τὸ τὰ δεδεμένα ἀναλῦσαι. Δίδυμος ἐν 23. ἀγόμενος Barnes. ex codice ὑπομνήματι Ὀδυσσείας. pro εἴσμενος.)372. ἀπότροπος] κεχωρισμένος, ἄπωθεν τῆς πόλεως σὺν τοῖς ἐμοῖς τέκνοις τετραμμένος. B.Q.
375. οἱ μὲν —] καὶ ὧδε καὶ ἐν τοῖς ἑξῆς δύο στίχοις τὸ ἄρθρον ἐστί. H.
ἐξερέουσιν] ἀλλʼ οἱ μὲν ἐν τῇ πόλει διατρίβοντες ζητοῦσι περὶ τοῦ Ὀδυσσέως, καὶ ὅσοι λυποῦνται ἀπελθόντος αὐτοῦ καὶ ὅσοι χαίρουσιν, οἱ μὲν ὡς ἐπιθυμοῦντες μαθεῖν εἰ ζῇ, οἱ δὲ εἰ ἀπέθανεν ὡς χαίροντες ἐπὶ τούτῳ. B.Q.
381. ἐμὰ πρὸς δώματ᾿] γράφεται καὶ, ἐμὸν πρὸς σταθμόν. B.
383. ἀκειόμενον] θεραπεύοντα, ἀνορθοῦντα, φιλοκαλούμενον. τινὲς δὲ ῥάπτοντα, καὶ ἀκεστρίας τὰς ῥαπτρίας. B.H.Q.
384. ὀπώρην] νῦν τὸ μετόπωρον. V. θέρος ὅτε θερίζεται ὁ σῖτος· ὀπώρη ὅτε τρυγᾶται ἡ ὀπώρα· νῦν δὲ τὸ φθινόπωρον. H.
389. λείπει τὸ ξενίσω. Vind. 133.
392. οἷον] ἀντὶ τοῦ, οἷος οὐδὲ ὀμόσας ἐφειλκυσάμην σε εἰς πειθώ. B.H. ἔφερόν σε εἰς τὸν ἐμὸν λόγον. H.
393. ἀλλʼ ἄγε δὴ ῥήτρην] τὴν ἐπὶ ῥητοῖς καὶ ὁμολογουμένοις πράγμασι συνθήκην καὶ ὁμολογίαν. V.Q.
ὕπερθεν] γρ. ὄπισθεν. Vind. 133.
394. μάρτυροι] ἀντὶ τοῦ μάρτυρες· ἡ γὰρ εὐθεῖα ὁ μάρτυρος. H.Q.
396. πέμψαι] ἀντὶ τοῦ πέμψον. B.
397. Δουλίχιον] πόλις τῆς Κεφαλληνίας. V. εἰς Κεφαλληνίαν. Vind. 50.
398. εἰ δὲ καὶ μὴ ἔλθῃσιν ἄναξ] εἰ δὲ μὴ ἔλθοι ὁ σὸς ἄναξ ἤτοι Ὀδυσσεὺς ὡς ἀγορεύω, τοὺς σοὺς δμῶας καὶ δούλους ἐπισπεύσας αὐτοῖς καὶ κελεύσας βαλέειν ἐπὶ πέτρας ἐμὲ θέλησον ἤτοι κατα- κρημνίσαι, ὅπως καὶ ἄλλος πτωχὸς φυλάσσηται μὴ τὰ ψευδῆ λέγειν τοῖς ὑπερέχουσιν. Q.
299. ἐπισσεύας] ἀντὶ τοῦ ἐπίσσευον, ἐπίταξον. B. ἐπισσεύας] κελεύσας, ἐφορμήσας. H.V.
402. εὐκλείη] εἰρωνικῶς. Q.
[*](10. φιλοκαλούμενον] φιλοκαλοῦντα B. fides in his litterarum apicibus ex- et Eustath. p. 1764, 60. scriptoris Mediolanensis, et nimis 11. ῥαπτρίας H. ῥαπηγυίας Q. ἰα- parva in codd. differentia inter σσ τρείας B. et σπ, quam ut veram hanc esse 22. Κεφαλλ- utrobique scripsi lectionis varietatem pro certo cre- pro Κεφα—. dere possim. BUTTM. 25. ἐπισπεύσας] Nimis lubrica)403. ἅμα τʼ αὐτίκα καὶ μετέπειτα] ὡς ἐν ἤθει συλλήβδην καὶ νῦν καὶ ὕστερον. H.
406. λιτοίμην] ἱκετεύσαιμι. V.
ἀλιτοίμην] ἁμαρτήσαιμι. H. αὐθαιρέτως καὶ ἑκουσίως ἁμάρτοιμι εἰς τὸ θεῖον. ἢ μετ᾿ εἰρωνείας φησὶ, λιτανεύσαιμι ἂν καὶ εὐξαίμην ποτὲ εὐπροσώπως τὸν Δία, ἐάν σε ἀδικήσω. B.H.Q.
410. ἀγχίμολον] τοπικὸν ἐπίρρημα ἢ χρονικὸν ὡς τὸ ἔναγχοε. B.
411. ἔρξαν] συνέκλεισαν, κατέκλεισαν. ψιλωτέον δὲ τὸ ἔρξαν ἀντὶ τοῦ κατέκλεισαν. τὸ γὰρ δασυνόμενον ἀντὶ τοῦ ἔθυσαν. ἐτυμολογεῖ- ται δὲ τὸ ἔρξαν ἀντὶ τοῦ ἔκλεισαν ἀπὸ τοῦ εἴργω τὸ κωλύω, τὸ δὲ ἕρξαν ἀντὶ τοῦ ἔθυσαν ἀπὸ τοῦ ἔρδω τὸ θύω. B.Q.
415. τηλεδαπῷ] πόρρωθεν ἀφιγμένῳ ἢ ξένῳ. H.
ὀϊζὺν] ἔστιν οἴ ἐπίρρημα σχετλιαστικὸν καὶ σημαίνει τὴν κακο- πάθειαν. καὶ ἐξ αὐτοῦ γίνεται ῥῆμα οἴζω καὶ κατὰ διάλυσιν ὀίζω, καὶ πλεονασμῷ τοῦ υ ὀϊζύω, καὶ ἐξ αὐτοῦ ὀϊζύς. H.Q.
417. νήποινον] ἀνεμποδίστως, ὑπὲρ οὗ ποίνην οὐδεὶς εἰσπράσσε- ται. B.
425. σχίζῃ] σχίζη λέγεται τὸ ἀποσχισθὲν μέρος τοῦ ξύλου. H.
ἣν λίπε κείων] ἀπὸ τοῦ κέω τοῦ σημαίνοντος τὸ κλῶ. κλῶν γὰρ τὰ ξύλα ταύτην εἴασε τὴν σχίζαν ὡς ἐπιτηδείαν εἰς τὸ κρούειν τὰ ἱερεῖα. ἢ κείων ἀντὶ τοῦ καίων, ἔνθεν καὶ τὸ “κειάμενοι πυρὰ πολ- λά” (Il. ι, 234.). καίων οὖν τὰ ἄλλα ξύλα ταύτην κατέλιπεν καὶ οὐκ ἐνέκαυσεν, ὡς ἐπιτηδείαν πρὸς τὸ τύπτειν τὰ ἱερὰ τῆς σφαγῆς. B.H.Q. κείων] σχίζων, ἢ καίων. V.
427. αἶψα δέ μιν διέχευαν] εἰ κατέτεμε, πῶς πάλιν ἐμίστυλλον; ἀλλὰ τὸ μὲν διέχευαν, ἐμέλισαν, τὸ δὲ μίστυλλον, εἰς μικρὰ τὰ κρέατα ἔνεμον. τινὲς δὲ τὸ διέχευαν, εἰς τὸ πλάτος διέθηκαν. B.Q.
ὠμοθετεῖτο] οὐχ, ὡς τινὲς, τὴν ὠμοπλάτην τοῖς θεοῖς ἐπετίθει, ἀλλὰ [*](6. ποτὲ] τότε B. γμένου ἱερείου ἀφαιρεῖν, ἔτι ῶμοῦ ὄντος ἐάν σε] ἐάν κεν B.H. καὶ ἐπιτιθέναι ἐπὶ τὴν θυσίαν. ἐξηγεῖ- 15. οἴ addidi ex H. ται δὲ αὐτὸ ὁ Ὅμηρος (ὁ Ὁμηρικὸς vel 21. κέω H. καίω B. Q. Per ε Σέλευκος ὁ Ὁμηρικός Schmidtius in apud Eustatb. p. 1766, 21. Schneidew. Philol. vol. 3. p. 456.) 23. κειάμενοι H. κῆα μὲν B.Q. δὲ post τινὲς lectum delevit Butt- 30. ὠμοθετεῖτο] Hesychius, ὠμοθε- mann. τεῖν, τὸ ἀφʼ ἑκάστου μέμους τοῦ ἐσφα- )
428. πάντοθεν ἀρχόμενος] Ἀρίσταρχος πάντων, αἱ δὲ εἰκαιότεραι πάντοθεν. H.
429. παλύνας] καταπάσας αὐτὰ τῷ ἀλεύρῳ. οἱ δὲ, μάζας ποιήσας καὶ συμπλάσας αὐτὰ τῷ ἀλεύρῳ, καὶ καταπάσας αὐτὰ τῷ δώρῳ ἤτοι τῷ σίτῳ, ἵνα καὶ ἐκ τοῦ ἄρτου ἀπάρχωνται. B.H.Q. ἐπιπάσας, ἵνα καὶ τοῦ ἄρτου ἀπάρχωνται. ἢ ὅτι πρὸ τῆς τοῦ λιβανωτοῦ εὑρέσεως ἀλφίτοις πρὸς τὸ θυμιᾶν ἐκέχρηντο. εἰς μνήμην οὖν τῆς παλαιᾶς διαίτης καὶ οἱ μεταγενέστεροι ἄλφιτα ἐθυμίων μετὰ τῶν ἀπαρχῶν. Q. ἀνατρίψας καὶ μαζοποιήσας. V.
432. ἐλεοῖσιν] μαγειρικαῖς τραπέζαις. B. δασύνεται τὸ ἑλεοῖ- σιν. H.
ἂν δὲ συβώτης] ἀνίστατο δὲ ὁ συβώτης μαγειρεύσων. H.
433. δαιτρεύσων] κατακόψων αὐτά. B. κατακόπτων αὐτὰ, μα- γειρεύων. Q. δαιτρεύων] μερίσων. V.
435. τὴν μὲν ἴαν νύμφῃσι] ὡς ποιμενικοῖς προστάταις. B.Q. καὶ Σιμωνίδης θύειν αὐτούς φησι Νύμφαις καὶ Μαιάδος τόκῳ, οὗτοι γὰρ ἀνδρῶν αἷμʼ ἔχουσι ποιμένων. B.H.M.Q.V. ταύτην οἱ νεώτεροι Ἄτλαντος παῖδά φασι. H.
436. θῆκεν] ἐν μέρει ἔθηκε. B.
437. νώτοισιν διηνεκέεσσι] συνεχέσι νωτιαίοις κρέασι. κατʼ ἐξαί- ρετον αὐτὸν ἐτίμα δίχα τῶν μερίδων. B.Q.
438. κύδαινε] εὔφραινε. H.
443. δαιμόνιε] ὦ κακοδαιμονέστατε. τοῦτο δέ φησιν οἰκτείρων καὶ συμπαθῶν. B.Q.
446. ἄργματα θῦσε] τὰς ἀπαρχὰς τῶν μερίδων, ἢ τὰ ἀπομερι- σθέντα τοῖς θεοῖς. θῦσε, δὲ, ἐθυμίασεν. οὐδέποτε γὰρ θῦσαι ἐπὶ τοῦ σφάξαι ἱερεῖόν φησι. B.Q.
447. καὶ τοῦτο ἐξ ἐπαναλήψεως ἐπʼ αὐτοῦ τοῦ Ὀδυσσέως. H.
[*](5. τῷ ἀλεύρῳ om. B.Q. duobus trimetris constat, quorum 6. τῷ δώρῳ] Eustath. p. 1766, 38. priorem restituit Barnesius, θύουσι παλύνας, τουτέστι λευκάνας καὶ κατα- Νύμφαις τῷ τε Μαιάδος τόκῳ. αὐτούς πάσας ἀλφίτου ἀκτῇ, τουτέστι τῷ δώρῳ om. H. 19. αἶμʼ] Scribebatur αἷμα. In ἢ κλάσματι. 12. ἐλεοῖσιν cum spiritu aspero H. M. αἷμα legitur post ποιμένων. in textu. ποιμένων] ποιμανικῶν B.Q. 18. Simonidis fragmentum ex)449. Μεσαύλιος] ὄνομα κύριον. V. ἀπὸ τῆς μεσαύλου, τῆς κατʼ ἀγροὺς ἐπαυλίας τὸ ὄνομα. ὁ νοῦς, τὸν Μεσαύλιον δοῦλον ὄντα ἐξω- νήσατο ὁ συβώτης, καὶ οὕτως ἐκτήσατο μόνος τοῦ Ὀδυσσέως ὑπο- χωρήσαντος. Q.
457. σκοτομήνιος] ἀσέληνος, σκοτεινή· ἢ καθʼ ἣν ἡ σελήνη ἀπε- σκότωται τῇ πρὸς τὸν ἥλιον συνόδῳ. μήνη γὰρ ἡ σελήνη. V. καθʼ ὃν καιρὸν οὐκ ἔστι σελήνη. P.
458. Ζέφυρος μέγας αἰὲν ἔφυδρος] ὕδωρ ἐπάγων. V. ὑετὸν ἐπα- γόμενος. οὐκ ἀεὶ, ἀλλʼ ἐν χειμῶνι. B.Q.
463. εὐξάμενος] μάρτυρα τὸν θεὸν ἐπικαλούμενος ὅτι ἀληθεύω. ἢ καυχησάμενος. B.Q.
464. ἠλεὸς] ἠλιθοποιὸς, μάταιος. V.
466. προέηκεν] οὕτως αἱ Ἀριστάρχου. ὁ δὲ Ἀριστοφάνης, παρέ- θηκεν, ὃ καὶ ἄμεινον. H.Q. Vind. 133.
ἄρρητον ἄμεινον] ὅπερ τὸ λόγιον κρεῖττον ἦν μεῖναι ἄλεκτον. B.Q.
467. ἀλλʼ ἐπεὶ οὖν τὸ πρῶτον] ἀλλʼ ἐπεὶ κατὰ πρώτην ἐπιβουλὴν λέγειν ἠρξάμην, οὐ μὴ ἐπικεύσω ἤτοι κρύψω ὅπερ εἰπεῖν ὑπεσχό- μην. Q.
468. εἴδ᾿ ὣς ἡβώοιμι] ἔνθεν δῆλον ὅτι τὸ εὐξάμενος ἀντὶ τοῦ καυ- χησάμενος. H.Q.
474. τεύχεσι γρ., οὐ τείχεσι. H.
476. πηγυλίς] ὀξυτόνως τὸ πηγυλίς, ἀντὶ τοῦ παγετώδης. B.Q.
πηγυλίς] παγετὸς, ψυχρά. πάχνη] πυκνότης ἀέρος ψυχρά. V. χιὼν] ἡ χιὼν δροσῶδές ἐστιν ὕδωρ καταφερόμενον. ἔπειτα πηγνυ- μένη διὰ τὸ ψῦχος καλεῖται πάχνη· εἰ δʼ ἐπὶ πολὺ, κρύσταλλος. πάχνη οὖν ἐστιν ἡ πεπηγυῖα χιών. δηλοῖ δὲ διὰ τῶν λεγομένων τὴν προσθήκην τῆς ψύξεως. ἡ γὰρ χιὼν λεπτὴ, ἡ πάχνη παχυτέρα, ἡ κρύσταλλος παχυτάτη. B.H.Q.
[*](13. Ἀριστάρχου] ἀριστάρχειοι Q. stantive, ψύχρα: vid. not. ad ε, 467. 22. γρ.] Id est γραπτέον. Certius autem pronuntio in altera τείχεσι] τείχεσσιν H. glossa scribendum esse ψύχρα: 24. In priori harum glossarum mam πυκνότης ψυχρὰ nihili est: sed vox πηγυλὶς substantive excepta est. ἡ ψύχρα recte definitur πυκνότης ἀέ- Eustath. πηγυλὶς ἤγουν παγετὸς, κατὰ ρος. BUTTM. τοὺς παλαιοὺς, ἢ παγετώδης. Hinc ap- 25. ἡ χιών] ἡ om. B.Q. paret pro ψυχρά legendum esse, aut πηγνυμένη] πηγνύμενον B.Q. cum Barnesio, ἢ ψυχρά; aut sub. 27. χιών Buttm. pro πάχνη. )477. περιτρέφετο] ἐπήγνυτο. ὅθεν καὶ τροφὴ ἡ πηγνύουσα τὸ σῶμα. B.H.Q.
481. ἀφραδέως] γρ. ἀμαθίᾳ. γρ. ἀφραδίῃ. H.
482. ζῶμα] νῦν προφανῶς ζῶμα τὸν χιτῶνά φησιν, ὡς διὰ τῶν ἐξῆς δῆλον “παρά μʼ ἤπαφε δαίμων οἰοχίτωνʼ ἔμεναι.” τινὲς δὲ ζῶμα φαεινὸν τὸν σιδηροῦν χιτῶνα. H.
485. ἐμμαπέως] ταχέως, προθύμως. V. ταχέως, ἅμα τῷ λόγῳ. οὕτω δὲ Φιλόξενος σχηματίζει τὴν λέξιν ἐν δευτέρῳ Περὶ μονοσυλλά- βων ῥημάτων· παρὰ τὸ ἔπος γράφουσι σύνθετον τὸ ἀμεπής, ὡς ψεῦ- δος ἀψευδής. εἶτα ἐξ αὐτοῦ γράφουσι μεσότητος ἐπίρρημα ἀμεπῶς, ὡς ἀψευδῶς, καὶ ἐν Ἰωνικῇ διαλύσει ἀμεπέως, ὡς ἀψευδέως. καὶ ἐπεὶ τρεῖς βραχεῖαι ἀλλεπάλληλοι οὐ συνίστανται, τῷ διπλασιασμῷ τοῦ μ καὶ ἀντιπαραχυρήσει τοῦ α καὶ ε γίνεται ἐμμαπέως. B.H.Q. Vind. 133.
488. Καλλίστρατος, παρά μʼ ἤλασε. H. Vind. 133.
489. ἔμεναι] Καλλίστρατος, ἴμεναι. H. Vind. 133.
490. ὁ δʼ ἔπειτα νόον σχέθε] ὁ δὲ Ὀδυσσεὺς ἀκούσας ὧν εἶπον αὐ- τῷ τὸν νοῦν ἐκράτησεν οὕτως, καθὼς πέφυκεν εἶναι αὐτὸς περί τε τὰς βουλὰς καὶ τὴν μάχην. H. Vind. 133. γρ. σχέτο. M.
491. οἷος ἐκεῖνος] ποταπὸς ἦν ἐκεῖνος. θαυμαστικόν. B.
495. κλῦτε φίλοι, θεῖός μοι] ἀθετεῖται ὡς ἐκ τῆς Ἰλιάδος (β, 56.) μετενηνεγμένος. γελοῖον δὲ εἰπεῖν καὶ τὸν ἐν λόχῳ καθυπνωκέναι. ὁ δὲ νοῦς, θεῖός μοι ὄνειρος ἐφάνη. λοιπὸν τὰ παρὰ τοῦ ὀνείρου ῥηθέντα ἐπάγει, ἐπειδὴ τῶν νηῶν πόρρω ἐσμὲν, ἀπέλθῃ τις καὶ εἴπῃ τῷ Ἀγα- μέμνονι πλείους ἡμῖν ἀπὸ τῶν νεῶν πέμψαι συμμάχους, ἵνα μὴ πόρ- ρωθεν ὄντες τῶν ὁμοφύλων ὀλίγοι ὑπάρχοντες βλαβῶμεν ὑπὸ τῶν πολεμίων. H.
496. τινὲς φασὶν ἐνίους ἠγνοηκότας τὸ ἔθος τοῦ ποιητοῦ, ὅτι ἔθος ἐστὶν αὐτῷ ἀπὸ τοῦ γάρ ἄρχεσθαι, διὰ τοῦτο πεπλακέναι τὸν στίχον. H.
[*](1. ἐπήγνυτο om. B.Q. verbis ὅθεν 11. ἐπεὶ] ἐπεὶ ἄμα H., omisso ἀλ- —σῶμα post παγετώδης (p. 598, 23.) λεπάλληλοι. 13. ἀντιπαραχωρήσει] ὑπερθέσει B. positis. 3. ἀμαθία—ἀφραδίη (sic H.)]Sunt 17. ἀκούσας ὧν H. ἀκούων Vind. dativi (—ᾳ, —η). Prius e glossa 19. γρ. σχέτο] Spectat fortasse ad natum. BUTTM. In M. ἀφραδίης v. 494. ubi M. in textu habet κεφα- est in textu. λὴν θέτο pro κεφαλὴν σχέθεν. 9. ἀμεπής] Nimirum ab ἅμα, sed 21. ἀθετεῖται] Idem tradit schol. cum leni ut in ἄμυδις. BUTTM. Il. β, 96.)εἵη] πορεύοιτο. V.
500. βάλε] ἀπέθετο. γρ. θέτο. H.
503. ὣς νῦν ἡβώοιμι] αἴθε οὕτως ἀκμάζοιμι ὡς καὶ τὸ πάλαι, ἵυ᾿ αἰδεσθείς τις τὸ γενναῖον τῆς νεότητος ἔδωκέ μοι χλαῖναν. νῦν γὰρ ἀτιμάζουσί με πένητα. H.
εἴθε μοι τις δοίη τῶν χοιροβοσκῶν ἱμάτιον ῥιγῶντι, δυσὶ τρόποις, φιλότητί τε καὶ ἀνδρὸς ἀγαθοῦ αἰδοῖ, ἤγουν ἐντροπῇ. καὶ ὁ Ἀθηνο- κλῆς προηθέτει. ἀφανίζουσι γὰρ τὸ χωρίον τοῦ αἰνίγματος διαρρήδην αἰτοῦντος· ἄλλως τε καὶ ὁ Εὔμαιος ὕστερον λέγει “αἶνος μέντοι ἀμύμων ὃν κατέλεξας.” H.
508. αἶνος μέντοι] αἰνιγματώδης ὁ λόγος ὃν εἶπες. B.
αἶνος] ἔπαινος, ὁ εἰς προτροπῆς περιπέτειαν παραινετικήν. καὶ Ἀρχίλοχος δὲ λέγει, αἶνός τις ἀνθρώπων ὡς ἄρα ἀλώπηξ καὶ αἰετὸς ξυνωνίην ἔμιξαν. αἶνος δέ ἐστι καὶ ὁ ὑποβεβλημένος λόγος. M.V.
509. παρὰ μοῖραν ἔπος] ἀσύμφορον, ἀνόητον. B.
511. ταλαπείριον] τὸν τλάντα πείρας πολλῶν πραγμάτων. Q.
512. ῥάκεα] παλαιὰ καὶ διερρωγότα ἱμάτια. τὸ δὲ δνοπαλίξεις ἀντὶ τοῦ ἀμφιέσεις, συρράψεις. δνοπαλίζειν τὸ ἐν χερσὶν ἔχειν, παρὰ τὸ δονεῖν ταῖς παλάμαις τὸ ληφθέν. τὸ δὲ ῥάπτεις προστακτικῶς ἀντὶ τοῦ ῥάπτε. H.
δνοπαλίξεις] διὰ χειρῶν ἕξεις. οἱ γὰρ ῥακοφοροῦντες συνεχῶς ἐφέλκονται αὐτὰ εἰς τοὺς γυμνοὺς τόπους τοῦ σώματος. παρὰ τὸ δονεῖν ταῖς παλάμαις τὸ ληφθέν. Καὶ ἄλλως. ῥάπτεις τὰ σὰ ῥάκη διεσχισμένα ὄντα. τὸ δὲ ῥάπτεις ἀντὶ τοῦ ῥάπτε. B.Q.
513. αὐτὰρ πολλαὶ χλαῖναι] χλαῖναι αἱ χλαμύδες καὶ τὰ ἔξωθεν περιβλήματα καὶ αἱ χλανίδες. B.H.Q.
ἐπημοιβοί τε] ἤτοι ἃς ἀμείψασθαί τις δύναται, ἢ καταλαμβάνειν [*](6. δυσὶ τρόποις—αὶδοῖ] Hæc verba 14. ξυνωνίην (sic M.; ξυνωνίαν V.) sunt etiam in Q. adscripta ad ἀμ- ἔμιξαν] Apud alios ξυνωνίην ἔθεντο. Vid. Bergk. ad Archilochi fragm. φότερον v. 506. 8. προηθέτει] Versus 503 —506. 80. quibus quattuor obeli appicti sunt 16. τλάντα Buttm. pro τλῶντα. in M. In Q. tres tantum versus 19. ῥάπτεις hic et in proximo 504—506. obelis notati esse di- scholio male pro ῥάψεις. cuntur. De verbo προαθετεῖν dictum 25. αἱ χλαμύδες καὶ addidi ex H. ad α, 185. Athenocles autem est χλαμύδες etiam V. habet, omissis Cvzicenus grammaticus Aristarcho mox καὶ αἱ χλανιδες. ætate, ut videtur, paullo major, de 27. καταλαμβάνειν] μεταλαμβάνειν quo vid. ad schol. Il. ξ, 71. V.)
521. παρεχέσκετʼ ἀμοιβὰς] ἔν τισι διὰ τοῦ χ, ἵνʼ ἥ, ἥτις παρεῖ- χεν αὐτῷ τὰς ἀμείψεις εἰς τὸ μεταμπίσχεσθαι. ἄκυρον δέ· οὐ γὰρ ἡ χλαῖνα παρεῖχε τὰς ἀμοιβὰς, ἀλλʼ αὐτὴ παρέκειτο εἰς τὸ ἀμείβε- σθαι. καὶ ἐπὶ τῶν Φαιάκων “εἵματά τʼ ἐξημοιβὰ λοετρά τε θερμὰ καὶ εὐναί” (θ, 249.). H.Q.
παρεκέσκετʼ ἀμοιβὰς] παρέκειτο ἡ χλαῖνα ἀμοιβὰς οὖσα, ὅ ἐστιν ὑπʼ ἀμοιβῇ κειμένη. τοῦτο δὲ ἐπεὶ τοῖς ἥρωσιν ἅτε δὴ ἀνδρείαν ἐπι- δεικνυμένοις ἀπρεπὲς ἐλογίζετο δύο χλαίνας ἀμπέχεσθαι. διὸ ἔφη αὐτὴν ἀμοιβάδα· ὡς γὰρ στερεωτέραν ἐκείνην τὴν χλαῖναν παρέθηκεν, ἵνα τέως μὲν τῇ ἐλαφροτέρᾳ καλύπτοιτο, εἰ δὲ χειμάσει, ἀμείψας ταύτῃ χρήσαιτο. δύο γὰρ φορεῖν ἀπρεπὲς ἦν τότε. B.H.Q.
ἀμοιβὰς] τινὲς ἐπιρρηματικῶς ἀκούουσιν ἀντὶ τοῦ ἀμοιβήδην ἕν- νυσθαι. H.
παρεῖχε τὰς ἀμοιβὰς καὶ ἐναλλαγάς. ἢ παρεκέσκετο, παρέκειτο ἀμοιβὰς ἐσθὴς ἐναλλασσομένη. V.
522. Ἀριστοφάνης καὶ Ῥιανὸς, εἴνυσθαι, ὡς τὸ “θριξὶ δὲ πάντα νέκυν καταείνυον” (Il. ψ, 135.). H.
523. παρʼ αὐτὸν] πλησίον αὐτοῦ, οὐ τῇ αὐτῇ σκέπῃ σκεπόμε- νοι. H.
525. ἥνδανεν] ἀπὸ τοῦ ἥθω γίνεται, τὸ εὐφραίνω. B.
526. χαῖρε δʼ Ὀδυσσεὺς] ἔχαιρεν ὁ Ὀδυσσεὺς ὅτι ὁ συβώτης χωρὶς ὢν αὐτοῦ οὐκ ἐπαύετο φροντίζων τοῦ Ὀδυσσέως τῆς ζωῆς καὶ τοῦ βίου. Q.
528. ὅπλα ἐφόρει ἀκόντιον καὶ ξίφος. H.
529. ἀλεξάνεμον μάλα πυκνὴν] παρὰ τῶν ἀγροικοτέρων λεγομένην κάπα. Q. Vind. 133. ἀλεξάνεμον, βοηθὸν ψύχους, δυναμένην ἀντι- πράττειν ἀνέμῳ, ἢ ἀπείργουσαν τοὺς ἀνέμους. Vind. 133.
530. ἂν δὲ νάκην] γρ. ἐν. H. Vind. 133.
[*](2. ἀνδρῶν] ἀνδρεῖα V. Mox ver- accepit interpres. Cf. Apollon. Lex. sus 515—517. absunt ab H.P. et 9. ὐπʼ] ἐπ᾿ H. Vindob. tribus. In M. leguntur in ἐπεὶ Maius pro εἶπε. margine. 13. δύο—τότε om. B.Q. 3. ἔν τισι addidi ex H., in quo 17. ἐσθὴς Buttm. pro εἴδος. ἔν τε esse dicitur. 28. κάπα] Vide exempla ab Du- 8. ἀμοιβὰς] Hoc pro nominativo cangio allata p. 584. )νάκην] δέρμα αἰγὸς δασύμαλλον. V. γράφεται νάκος παρὰ Θεο- κρίτῳ. Vind. 133.
531. ἀλκτῆρα] ἀποσοβητῆρα. B.
533. ὑπιωγῇ] τὴν πέτραν τοῦ Βορρᾶ ὑπιωγὴν εἶπε, παρόσον οὐ διαβαίνει αὐτὴν ὁ ἄνεμος, ἀλλʼ αὐτόσε ἄγνυται αὐτοῦ ἡ ἰωὴ, ὅ ἐστιν ἡ πνοή. H.
ὑπιωγῇ] σύνθετόν ἐστι τὸ ὄνομα ἀντὶ τοῦ, ἐν τῷ σκέποντι καὶ ἀπείργοντι τὸν βορρᾶν τόπῳ. τὴν δὲ πέτραν τοῦ βορρᾶ ὑπιωγὴν εἶπε παρόσον οὐ διαβαίνει αὐτὴν ὁ ἄνεμος, ἀλλʼ αὐτόσε ἄγνυται αὐτοῦ ἰωή. B. ὑπʼ ἰωγῆς] ἀπανεμίας, ἡσυχίας. B. ἰωγῇ] τῇ σκέπῃ. V.
Ἐρεχθεὺς ὁ τῶν Ἀθηναίων βασιλεὺς ἴσχει θυγατέρα τοὔνομα Ὠρεί- θυιαν κάλλει διαπρεπεστάτην. κοσμήσας δὲ ταύτην ποτὲ πέμπει κανηφόρον θύσουσαν εἰς τὴν ἀκρόπολιν τῇ πολιάδι Ἀθηνᾷ. ταύτης δὲ ὁ Βορέας ἄνεμος ἐρασθεὶς λαθὼν τοὺς βλέποντας καὶ φυλάσσοντας τὴν κόρην ἥρπασεν. καὶ διακομίσας εἰς Θράκην ποιεῖται γυναῖκα. γίνονται δὲ αὐτῷ παῖδες ἐξ αὐτῆς Ζήτης καὶ Κάλαϊς, οἳ καὶ διʼ ἀρετὴν μετὰ τῶν ἡμιθέων εἰς Κόλχους ἐπὶ τὸ νάκος ἔπλευσαν ἐν τῇ Ἀργοῖ. ἡ δὲ ἱστορία παρὰ Ἀκουσιλάῳ. H. V.