Scholia in Odysseam
Scholia in Homerum
Scholia in Homerum. Scholia Graeca in Homeri Odysseam, Volumes 1-2. Dindorf, Wilhelm, editor. Oxford: Clarendon Press, 1855.
Ἄλφα, θεῶν ἀγορὴ, Ὀδυσηΐδι Παλλάδι θάρσος.
Βἥτ’ ἀγορὴν ἔχει, ἤϊα γρηὸς, πλοῦν μετʼ Ἀθάνας.
Γάμμʼ ὑπὸ Νέστωρ δέκτο, συνῶρτο δʼ ὃς υἷϊ, θεὰ ἔπτη.
Δέλτα, μάθʼ ἀμφὶ πατρὸς παρʼ Ἀτρεῖδα λοχώμενος υἱός.
Ε, πλεῖ ἐπὶ σχεδίης Ὀδυσεὺς πόντῳ κεαθείσης.
Ζῆτα δὲ Ναυσικάα κόμισʼ ἐν Σχερίῃ Ὀδυσῆα.
[*](20. Νεκυία] ἐέκυια Butttm. hic matici ἀκρόστιχα εἰς τὴν Ἰλιαάδα κατὰ et infra. Quem accentum probat ῥαψῳδίαν, quam in Anthologia Pala. Lobeck. ad Phrynich. p. 494. Vide tina leguntur 9, 385. et ab Eusta- quæ ad ω, 1. dicentur. thio ad singulas Iliadis rhapsodias 21. ΕΠΙΓΡΑΦΑΙ ΕΜΜΕΤΡΟΙ] A- apposita sunt: qui ἐπιγραφὰς ἐμμέ- crosticha hæc, quæ in editionibus τρους appellat, omisso auctoris no- veteribus leguntur et in pluribus mine. codicibus exstare videntur, verbis 25. θεὰ ἔπτη] Pronunciavit θεʼ et numeris scripta sunt aliquanto ἔπτη, imperite. deterioribus quam Stephani gram-)Ἦτα δʼ ἐῢ φρονέουσʼ Ὀδυσεῖ Σχερίης βασιλῆες.
Θῆτα δʼ ἄθλοις Φαίηκες Ὀδυσσῆος πείρηθεν.
Λωτοφάγων, Κικόνων σὺν Κυκλώπεσσιν Ἰῶτα.
Κάππʼ ἔχει Αἰόλου, Λαιστρυγόνος, ἔργα τε Κίρκης.
Λάμβδα δʼ ἐν Ἀΐδεω ψυχαῖς ἐνετύγχανʼ Ὀδυσσεύς.
Μῦ Σειρῆνας ἔχει, Πλαγκτὰς, βοῦς τʼ Πελίοιο.
Νῦ, Ἰθάκης ἐπέβη, Φαιήκων πομπῇ, Ὀδυσσεύς.
Ξῦ δʼ Ὀδυσῆα ξείνισεν Εὔμαιος ἀγρῷ ὑφορβός.
Οὐ, ἐπέβη Ἰθάκης Λακεδαίμονος ἐξ Ὀδυσείδης.
Πῖ δʼ ἄρα Τηλέμαχος ἀναγνωρίζει πατέρα ὅν.
Ῥῶ βάλες αἰπόλε τε μνηστήρ τε, κύων ὃν ἀνέγνω.
Σῖγμʼ ἔριν Ἴρου, εὖχος Ὀδυσσεῦς. δῶρά τʼ ἀνάκτων.
Ταῦ δʼ ἀναγνωρίζει ἐξ οὐλῆς γρηῦς Ὀδυσῆα.
Υ, βρονταῖς Ζεὺς θάρσυνʼ Ὀδυσσέα καὶ σχέθʼ Ἀχαιούς.
Φῖ δὲ βιὸν προτίθησιν ἄεθλον Πηνελόπεια.
Χῖ, Ὀδυσεὺς μνηστῆρας ἐκαίνυτο νηλέϊ χαλκῷ.
Ψῖ δʼ ἀναγνωρίζει πόσιν ὅν ποτε Πηνελόπεια.
Ὦ δʼ Ὀδυσεὺς σὺν πατρὶ καὶ υἱέϊ μάρνατʼ Ἀχαιοῖς.
ΜΕΤ τὴν Ἰλίου ἅλωσιν ἕκαστος τῶν Ἑλλήνων εἰς τὴν ἰδίν ἀπῆλθε σκηνήν. καὶ διὰ τῆς νυκτὸς ἀδήλως ἐσφάγη ὁ Αἴας, καὶ εὑρέθη πρώϊος κείμενος. στάσις οὖν γέγονε μεγάλη ἐν τῷ στρατῷ καὶ πάντες ὑπενόουν δόλῳ φονεῦσαι τοῦτον τὸν Ὀδυσσέα. μελλόντων δὲ εἰς ἀλλήλους τῶν Ἑλλήνων χωρεῖν καὶ ἐμφυλίου κρίνεσθαι πολέ- μου πρῶτος Ὀδυσσεὺς ἑλκύσας τὰ ἑαυτοῦ πλοῖα ἀφώρμησε τῆς [*](2. Θῆτα δʼ ἄθλοις] Fort. Θτῆ’ extant, sed cum iis quæ apud Dic- tyem lib. 6. p. 5. 6. et 15. ed. Da- ἄθλοις. 14. Ζεὺς θάρσυνʼ Ὀδυσσέα] Fort. cer. leguntur fere conspirant. At- θάρσυνʼ Ὀδυσῆ Ζεὺς—. qui Malalas sua etiam illa e Dictye 19. Nugax hoc argumentum, se hausisse testatur p. 134. quæ quod e cod. Palat. transcripsi, e nu- tamen in Dictye nostro Latino non gacissimi scriptoris Jo. Malalæ de inveniuntur. Illis itaque qui criti- Ulysse narratione (Chronogr. 5. p. cam horum auctorum tractant, non 144 sqq. ed. Hod.) breviatum esse inutilis fortasse erit hæc lacinia. dicas. Obstat tamen quod extrema BUTTM. de Alcinoo, Telegono etc. ibi non)
Ὡς οὖν Ὀδυσσεὺς εἰς τὴν ἰδίαν ἠπείγετο πατρίδα περιπλεύσας εἰς χώραν λεγομένην Μαρώνειαν καὶ συγχαρούμενος τῶν νεῶν ἀποβῆ- ναι διακρίνεται τούτοις πόλεμῳ, καὶ λαμβάνει τὸν πλοῦτον αὐτῶν ἅπαντα. ἐκεῖ δὲ τὴν Ἑκάβην καταρωμένην τῷ στρατῷ καὶ θορύβους κινοῦσαν λίθων βολαῖς ἀνεῖλε καὶ παρὰ τὴν θάλασσαν καλύπτει ὀνο- μάσας τὸν τόπον Κυνὸς σῆμα. καὶ παραγίνεται εἰς χώραν λεγομέ- νην Λωτοφάγων, ἐκεῖ δὲ πάλιν πολεμήσας ἡττήθη. καὶ φυγὼν κατα- λαμβάνει νῆσον λεγομένην Σικανίαν, τὴν νυνὶ λεγομένην Σικελίαν. ἡ δὲ νῆσος αὕτη τρίγωνος οὖσα ἀπὸ τριῶν ἀδελφῶν ἐκρατεῖτο ἀλλή- λοις συνερχομένων, σὓς οἱ τῆς χώρας ὠνόμαζον Κύκλωπας. ὁ μὲν γὰρ πρῶτος ἐκαλεῖτο Κύκλωψ, ὁ δὲ δεύτερος Πολύφημος, καὶ ὁ τρί- τος Ἀντιφάτης. οὗτοι γεγόνασι παῖδες Σικανοῦ ἄνδρες δυνατοὶ καὶ ἄγριοι κατακρατοῦντες τῆς χώρας καὶ τοὺς ἐμπίπτοντας ἀναιροῦντες. ὡς οὖν Ὀδυσσεὺς περὶ τῶν’ Ἀντιφάτου ἦλθεν καὶ τοὺς σὺν αὐτῷ δια- φθειρομένους εἶδε, ἔφυγεν εἰς ἕτερον μέρος τῆς νήσου καὶ περιπίπτει τῷ καλουμένῳ Κύκλωπι. καὶ συλληφθεὶς ὑπʼ αὐτοῦ πολλοὺς μὲν τῶν ἑταίρων ἀπολλύει, αὐτὸς δὲ ἐν τῷ σπηλαίῳ κατακλεισθεὶς ἐμηχα- νᾶτο πῶς ὤφειλε σωθῆναι. καὶ προσαγαγὼν αὐτῷ λύτρα χρυσοῦ τε καὶ ἀργύρου πλῆθος τὸν ὑπʼ ἐκείνου διέφυγε θάνατον. καὶ διὰ νυκτὸς ἐπιβὰς τῇ ὁλκάδι περιπίπτει τῷ λεγομένῳ Πολυφήμῳ καὶ καταπο- νηθεὶς ὑπʼ αὐτοῦ καὶ πολλοὺς ἀποβαλὼν δώροις αὐτὸν καὶ οἴνῳ προσ- ενεχθέντι μετέβαλεν. ἦν γὰρ ἀήθης τῆς τοῦ οἴνου γεύσεως. ἀπολυ- θεὶς δὲ λοιπὸν ἔφυγεν ἁρπάσας τὴν ἐκείνου θυγατέρα ἣν εἶχε μονο- γενῆ. ταῦτα Σίσυφος ὁ Κῶος ἐξέθετο. οἱ γὰρ ἄλλοι ποιητικῶς ἔγραψαν ὅτι τρεῖς ὀφθαλμοὺς εἶχον οἱ Κύκλωπες, σημαίνοντες τοὺς τρεῖς ἀδελφοὺς ἀλλήλοις συγκειμένους, ὁ δὲ Πολύφημος ἕνα, ὃν καὶ [*](2. διαλυθῆναι Buttm. διαλεχθῆναι τιφάτου καὶ τοῦ στρατοῦ αὐτοῦ τῶν λε- γομένων Λαιστρυγόνων. Sensus igitur 17. περὶ τῶν Ἀντιφάτου ἤλθεν] verborum fuit ὡς οὖν Ὀδυσσεὺς πρὸς Verba non integra. Apud Mala- τὸν Ἀντιφάτην ἦλθε —. lam p. 146. (115, 1. ed. Bonn.) 27. Σίσυφος ὁ Κῶος] Commenti- hæc sic narrantur, καταντήσας σῦν cius scriptor, quem ut alios eius ταῖς ναυσὶν αὐτοῦ καὶ τῷ στρατῷ ὁ Ὀ- farinæ multos praeter Malalam ne- δυσσεὺς εἰς τὸ διαφέρον μέρος τῷ Ἀντι- mo novit. Vid, Vossium et Fabri- φάτῃ συνέβαλε πόλεμον μετὰ τοῦ Ἀν- cium. BUTTM.)