Scholia in Odysseam

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Odysseam, Volumes 1-2. Dindorf, Wilhelm, editor. Oxford: Clarendon Press, 1855.

Ἄλφα, θεῶν ἀγορὴ, Ὀδυσηΐδι Παλλάδι θάρσος.

Βἥτ’ ἀγορὴν ἔχει, ἤϊα γρηὸς, πλοῦν μετʼ Ἀθάνας.

Γάμμʼ ὑπὸ Νέστωρ δέκτο, συνῶρτο δʼ ὃς υἷϊ, θεὰ ἔπτη.

Δέλτα, μάθʼ ἀμφὶ πατρὸς παρʼ Ἀτρεῖδα λοχώμενος υἱός.

Ε, πλεῖ ἐπὶ σχεδίης Ὀδυσεὺς πόντῳ κεαθείσης.

Ζῆτα δὲ Ναυσικάα κόμισʼ ἐν Σχερίῃ Ὀδυσῆα.

[*](20. Νεκυία] ἐέκυια Butttm. hic matici ἀκρόστιχα εἰς τὴν Ἰλιαάδα κατὰ et infra. Quem accentum probat ῥαψῳδίαν, quam in Anthologia Pala. Lobeck. ad Phrynich. p. 494. Vide tina leguntur 9, 385. et ab Eusta- quæ ad ω, 1. dicentur. thio ad singulas Iliadis rhapsodias 21. ΕΠΙΓΡΑΦΑΙ ΕΜΜΕΤΡΟΙ] A- apposita sunt: qui ἐπιγραφὰς ἐμμέ- crosticha hæc, quæ in editionibus τρους appellat, omisso auctoris no- veteribus leguntur et in pluribus mine. codicibus exstare videntur, verbis 25. θεὰ ἔπτη] Pronunciavit θεʼ et numeris scripta sunt aliquanto ἔπτη, imperite. deterioribus quam Stephani gram-)
3

Ἦτα δʼ ἐῢ φρονέουσʼ Ὀδυσεῖ Σχερίης βασιλῆες.

Θῆτα δʼ ἄθλοις Φαίηκες Ὀδυσσῆος πείρηθεν.

Λωτοφάγων, Κικόνων σὺν Κυκλώπεσσιν Ἰῶτα.

Κάππʼ ἔχει Αἰόλου, Λαιστρυγόνος, ἔργα τε Κίρκης.

Λάμβδα δʼ ἐν Ἀΐδεω ψυχαῖς ἐνετύγχανʼ Ὀδυσσεύς.

Μῦ Σειρῆνας ἔχει, Πλαγκτὰς, βοῦς τʼ Πελίοιο.

Νῦ, Ἰθάκης ἐπέβη, Φαιήκων πομπῇ, Ὀδυσσεύς.

Ξῦ δʼ Ὀδυσῆα ξείνισεν Εὔμαιος ἀγρῷ ὑφορβός.

Οὐ, ἐπέβη Ἰθάκης Λακεδαίμονος ἐξ Ὀδυσείδης.

Πῖ δʼ ἄρα Τηλέμαχος ἀναγνωρίζει πατέρα ὅν.

Ῥῶ βάλες αἰπόλε τε μνηστήρ τε, κύων ὃν ἀνέγνω.

Σῖγμʼ ἔριν Ἴρου, εὖχος Ὀδυσσεῦς. δῶρά τʼ ἀνάκτων.

Ταῦ δʼ ἀναγνωρίζει ἐξ οὐλῆς γρηῦς Ὀδυσῆα.

Υ, βρονταῖς Ζεὺς θάρσυνʼ Ὀδυσσέα καὶ σχέθʼ Ἀχαιούς.

Φῖ δὲ βιὸν προτίθησιν ἄεθλον Πηνελόπεια.

Χῖ, Ὀδυσεὺς μνηστῆρας ἐκαίνυτο νηλέϊ χαλκῷ.

Ψῖ δʼ ἀναγνωρίζει πόσιν ὅν ποτε Πηνελόπεια.

Ὦ δʼ Ὀδυσεὺς σὺν πατρὶ καὶ υἱέϊ μάρνατʼ Ἀχαιοῖς.