Scholia in Iliadem
Scholia in Homerum
Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.
130. ἕλκεϊ ἕλκος] τῷ τραύματι τραῦμαö
131. ἐνήσομεν] ἐμβαλοῦμεν
132. θυμῷ] ἐπιθυμητικῷ 136. μετά] πρός B=
142. σίφλος ὁ ψόγος A+ σίφλος ἐστί τὸ ἄμορφον πρόσωπον, ἤτοι σίνος τι περὶ τὸ πρόσωπον· ἐπεὶ γὰρ ὁ Ἀχιλλεὺς εὔμορφος ἦν, ὡς οἶδε καὶ παρʼ ἐκεῖνον τὸν Νιρέα (Il. 2. 673), διὰ τοῦτό φησιν, ὅτι ποιήσειεν ἐκεῖνον ὁ θεὸς ἄμορφον
147. πῶς ὁ Ποσειδῶν ὁμοιωθεὶς πρεσβύτῃ) ὑπὲρ τὴν ἡλικίαν φθέγγεται ; καί φαμεν, ὅτι τῇ μὲν ὄψει ἦν πρεσβύτης, τῇ δὲ φωνῇ τὴν τοῦ θεοῦ σχέσιν ἐνεδείκνυτο A=
156. αὐτοκασίγνητον] ἀδελφὸν τοῦ Διός δαέρα] ἀνδρὸς ἀδελφόν A=
158. οἱ—θυμῷ] αὐτῷ τῷ
168. ἄνωγε μὲν προπαροξύτονον ἀντὶ τοῦ ἐκέλευσεν, “ἀνῷγε” δὲ περισπώμενον ἀντὶ τοῦ ἠνέγξεν
[*](5. ἐφʼ D: ὑφ’ || 23. ἀπεχώμεθα D: ἀπελώμεθα 26. ἐπιθυμντ·)