Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

42. μή τι διατρίβειν] μαλάσσειν, ἐκ τοῦ κηροῦ. ἐμφαίνει δὲ [*](B=) τὴν τῶν Ἡρακλειδῶν κάθοδον.

43. καὶ γὰρ ἐγώ σοι δῶκα] πολλὰ γὰρ παρὰ προαίρεσιν τῆς [*](AB=) ψυχῆς πράττομεν πρὸς τὸ κεχαρισμένον τῶν πέλας, ὡς εἰ ἔλεγε, κατεδεξάμην μὲν ἐγώ, τὰ δὲ τῆς προαιρέσεως οὔ πω μοι κατένευσεν.

καὶ γὰρ ἐγώ σοι δῶκα] τινὲς ὀρθοτονοῦσι τὸ “σοί.”

*θυμῷ] τῇ ἐπιθυμίᾳ.

44. ὑπʼ ἠελίῳ τε καὶ οὐρανῷ] ἡμέρας καὶ νυκτὸς παρείληφε [*](Β=) λαμπτῆρας, ἥλιον καὶ ἀστέρας.

αἳ γὰρ ὑπʼ ἠελίῳ ⟨—ναιετάουσι πόληες〉] ἀντὶ τοῦ παθητικοῦ.

[*](A+)

45. *ναιετάουσι] οἰκοῦνται.

46. κῆρι] περισσῶς, τῷ κέαρι.

47. καὶ Πρίαμος καὶ λαός] ψεύδεται αὔξων τὴν χάριν· φησὶ γοῦν [*](B=) Ποσειδῶν “ἤδη γὰρ Πριάμου γενεὴν ἤχθηρε Κρονίων” (Il. 306), καὶ μάλα εἰκότως, ἀσεβῆ γενομένην.

ἐυμελίω] ἢ τοῦ ε συγκοπή, ἢ συναίρεσις· ἔστι δὲ ἀντὶ τοῦ ἐυμελίου.

49. κνίσης τε] ἡ κνῖσα τῇ ἀναθυμιάσει τῆς γῆς ἔοικε τῶν σω- μάτων καιομένων.

51. ἦ τοι ἐμοὶ τρεῖς] ἐκτίθεται τὴν αἰτίαν τῆς περὶ τοὺς Ἕλληνας [*](A+) σπουδῆς· ἀγνοεῖ οὖν τὴν κρίσιν.

διὰ τί ὁ μὲν Ζεὺς μίαν, ἡ δὲ Ἥρα τρεῖς ἔχει πόλεις φιλτάτας; [*](B=) ῥητέον δὲ ὅτι εὐπρεπῆ βουλόμενος περιθεῖναι αὐτῇ τὴν αἰτίαν τῆς ὀργῆς ὁ ποιητής, καὶ οὐχ ἣν ὁ μῦθος ἀναπλάττει, ὡς ἄρα διὰ τὸ μὴ προτιμηθῆναι τῆς Ἀφροδίτης ἐν τῇ κρίσει τοῦ κάλλους τοῖς Τρωσὶν ἐχαλέπαινεν, ἐπίτηδες ταύτας φησὶν αὐτὴν τὰς πόλεις φιλεῖν, περὶ [*](1. στίζουσι ‖ 6. ? ‖ 18. παθητικοῦ A: γάρ ‖ 22. ἤχθειρε ‖ 24. itera- tur* ἐυμμελίω] ἀντὶ γενικῆς ‖ 27. ἤτοι ‖ 29. schol. post 3. 57 scriptum ‖ 32. ἐπὶ τῇ)

128
ἂς τὸ ἀδίκημα τὸ κατὰ τὴν Ἑλένην γέγονεν, “Ἄργος τε Σπάρτη 〈τε)·” σύμψηφα δὲ τούτων κἀκεῖνα, ἐν οἷς αὐτὴν ποιεῖ λαμβάνουσαν τὸν κεστὸν παρὰ τῆς Ἀφροδίτης, ἵνα τῷ Διὶ μᾶλλον οὕτως ἐπέραστος φανῇ· οὐ γὰρ ἦν εἰκὸς τὴν δεομένην 〈τῆς〉 βοηθείας τῆς παῤ αὐτῆς, ἵνα τῷ ἰδίῳ ἀνδρὶ ἀρέσειεν, ἀγανακτεῖν ἡττηθεῖσαν ἐν τῇ τοῦ κάλλους κρίσει. ὁ δὲ Ζεὺς μίαν πόλιν λέγων φιλεῖν ἐξαίρει τὴν χάριν· οὐχ οὕτω γὰρ ὁ ἀπὸ πολλῶν διδούς τι θαυμάζεται ὡς ὁ ἀπὸ ὀλίγων. ὥστε ἀμφότεροι ῥητορικῶς κατασκευάζουσιν· ἣ μὲν γὰρ πολλὰς ἀντὶ μιᾶς προήσεσθαί φησιν, ὃ δὲ τὴν μίαν, ἣν καὶ μόνην ἔχει, χαριεῖσθαι.

[*](A=)

53. διαπέρσαι] ἀντὶ τοῦ πέρσον.

[*](AB=)

τὰς διαπέρσαι] δείκνυσι τῶν ὀργιζομένων τὸ ἦθος ἀλόγιστον 〈ὄν〉, [*](B=) οἳ πόθῳ τῶν παρὰ χεῖρα τῶν μειζόνων ἀμελοῦσιν. §. διὰ δὲ τοῦ “περὶ κῆρι” ἐμφαίνει 〈περὶ) τῶν Τρώων, ὡς αὐτῇ περὶ κῆρι μισοῦνται.

[*](A=)

54. μεγαίρω] ἀντὶ μέλλοντος τοῦ φθονήσω· ἀνθυπάγει οὖν αὐτῷ τὸ φθονέω.

55. εἴπερ γὰρ φθονέω τε] κωλύω, ὡς “ᾧ δέ κʼ ἐπιφθονέοις” (Od. 11. 149).

εἴ περ γὰρ φθονέω] μειοῖ τὴν χάριν, φησίν, εἰ διὰ τοῦτο δίδωσιν ἑκοῦσα, ὅτι καὶ ἀκούσης ὁ Ζεὺς δύναται λαβεῖν· ῥητέον δέ, ὅτι οὐ μειοῖ τὴν χάριν, ἀλλʼ ἐμφαίνει, ὡς οὐ θέλει μέν τι παθεῖν τὰς πόλεις, οὐκ ἀντιπράξει δὲ διὰ τὸ ἀδύνατον· οἶκτον δὲ ἐμφαίνει τῷ λόγῳ. ὅπως μὴ ἐξ αὐτῆς ἀπαιτῇ τὴν χάριν.

57. οὐκ ἀτέλεστον] ἀντὶ τοῦ μὴ ἀτέλεστον.

[*](B=)

58. καὶ γὰρ ἐγὼ θεός εἰμι] ἔντεχνον τὸ σχῆμα. τὰ γὰρ ἑαυτῆς δίκαια, διʼ ἅπερ ὀφείλει τιμῆς τυγχάνειν, ἐκ τῆς περὶ τὸν ἄνδρα δόξης λαμβάνει, προσαγομένη τὸν θεὸν λεληθότως.

[*](AB=)

59. πρεσβυτάτην] τιμιωτάτην νῦν. πλανηθεὶς δὲ ἐντεῦθεν Ἡσί- οδος νεώτερόν φησι τὸν Δία (Theog. 454).

60. * ἀμφότερον] λείπει ἡ κατά.

[*](A- B=)

61. κέκλημαι] οὐκ ἔστι τελεία εἰς τὸ “κέκλημαι·” φησὶ 〈γάρ〉, διότι σοῦ εἰμι γυνὴ τοῦ πάντων ἀνάσσοντος. ἡδὺ δὲ τὸ τῆς ἐξαλ- λαγῆς· ἔδει γὰρ τοῦ πάντων βασιλέως εἰπεῖν.

[*](B=)

* κέκλημαι] Ἰακῶς εἰμί.

[*](4. φανείη ‖ suppl. ‖ 5. ἐπὶ τῇ ‖ 11. suppl. ‖ 13. supplevi ex B ‖ αὐτὴ π. κ. μισοῦσα ‖ 15. repetitur *φθονέω] κωλύω ‖ 20. τι μέν ‖ 21. τοῦ λόγου: corr. W ‖ 25. δι᾿ ὅπερ ‖ 30. supplevi ex B)
129

*παρέλκεται ἡ “μετά.”

63. σοὶ μὲν ἐγώ] πιθανῶς προτέραν ἔταξε τὴν ἰδίαν χάριν, ὡς [*](B=) προκατάρχουσα καὶ οὐκ ἀμειβομένη.

64. * τὸ “θᾶσσον” συντακτέον τῷ “ἐλθεῖν.”

* ἐπιτεῖλαι] ἐπίτειλον.

66. πειρᾶν δʼ ὥς κεν Τρῶες] οὐκ ἀναγκάζουσιν ἐπιορκεῖν Πάνδαρον, [*](Β=) ἀλλὰ πειρῶνται, εἰς πλείω τε ἁμαρτίαν προκαλοῦνται Τρῶας, ὅπως ἀξίαν τίσωσι δίκην· ἤδη γὰρ παρέβη Ἀλέξανδρος λέγων “κεῖνον δʼ αὖτις ἐγώ” (Il. 3. 440).

“πειρᾶν” ἀντὶ τοῦ πειράτω· Ἀττικοὶ δὲ ἐπὶ συνουσίας τάττουσι [*](A+ B-) τὴν λέξιν.

ὑπερκύδαντας] μεγάλως γαυριάσαντας ἐπὶ τῇ Μενελάου νίκῃ. μέ- [*](B=) γιστον δὲ πρὸς εὐσέβειαν πορθεῖσθαι Τροίαν διὰ τὴν παράβασιν τῶν ὅρκων· καὶ Ὀδυσσείας τὸ συνεκτικὸν ἡ κατὰ Ποσειδῶνος βλασφημία. §. “ὑπερκύδανταςʼ” παρὰ τὸ κῦδος κύδας καὶ ἐν συνθέσει 〈ὑπερκύ- [*](A+ B-) δας〉· ἢ μεταπέπλασται ἀπὸ τῆς ὑπερκυδάν〈αν〉τας 〈μετοχῆς〉.

67. ὑπὲρ ὅρκια δηλήσασθαι] ὑπερβάντες τὰ ὅρκια.