Scholia in Iliadem
Scholia in Homerum
Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.
712. οὐδ· ἄρʼ Ὀῖλάδῃ] λεληθότως δεδήλωκε τὴν αἰτίαν τῆς συμπνοίας τῶν Αἰάντων· ἐν ὀλίγῳ γὰρ χωρίῳ γινομένης τῆς μάχης, ἀχρεῖοι ἦσαν οἱ Λοκροὶ ψιλοὶ ὄντες. κοσμεῖ οὖν αὐτοὺς διὰ προβλή- ματός τινος· ὑποδύντες γὰρ ὑπὸ τοὺς ὁπλίτας Σαλαμινίους ὄπιθεν βάλλουσιν.
719. οἱ μέν] οἱ Σαλαμίνιοι δηλονότι.
725. λείπει ἡ πρός, ἵνʼ ᾖ πρὸς θρασύν.
726. Ἕκτορ] ἐν καιρῷ ἀναμιμνήσκει τὸν Εκτορα τῆς ἰδίας συμ- βουλῆς· ἔλεγε γὰρ “μὴ ἴομεν Δαναοῖσι μαχησόμενοι περὶ νηῶν” (Il. 12, 216). ἀλλʼ οὐκ ἄντικρυς αὐτῷ λέγει ὅτι παρακούσας τῆς συμβουλῆς ἐκάκωσας τὴν στρατιάν· ἀπήχθετο γὰρ τῷ βασιλεῖ, καὶ φιλονεικότερον αὐτὸν ἐποίει καὶ ἄλλως θρασὺν ὄντα. εἰς πολλὰ οὖν τρέπει τὸν λόγον, τῇ γνωμολογίᾳ χρώμενος. ἀμήχανος δὲ ἀνίκητος, ἢ ἀπαραμύθητος, τοῖς βουλομένοις σε πείθειν ἀμηχανίαν παρέχων. παραρρητοῖσι δὲ παρηγορητικοῖς λόγοις, παραμυθήμασιν, ὑποθή- καις· οἱ δὲ συμβούλοις.
727. ἐν ἐρωτήσει ὁ λόγος. πραγματικῶς δὲ ἐν ἑνὶ στίχῳ θεο- φίλειαν καὶ ἀνδρείαν αὐτῷ μαρτυρῶν, ἕτοιμον πρὸς πειθὼ ποιεῖ.
728. τοὔνεκα καὶ βουλῇ] καὶ τοῦτο τεχνικῶς. οὐ γὰρ ἀνδρεῖον μὲν, ἀνόητον δὲ αὐτὸν ἔφη, ἀλλὰ λεληθότως τὴν ἀνδρείαν εἰς ψόγον αὐτῷ τρέπει, αἰτίαν τοῦτο φάσκων τοῦ ἀπειθεῖν τοῖς ὀρθῶς συμβου- λεύουσιν.
730. πάντα εἰς θεὸν ἀναφέρει ὁ ποιητὴς, καὶ δείκνυσιν ὅτι αἱ ἀρεταὶ θεόσδοτοι. πιθανῶς δὲ τὸ μὲν ἐκείνου ἐν πρώτοις, δεύτερον δὲ τὸ ἴδιον πλεονέκτημα.
733. τοῦ δέ] τοῦ νοῦ. ἐπαυρίσκονται δὲ ἀπολαύουσιν· “ἐσθλὸς γὰρ κἀκεῖνος ὃς εὖ εἰπόντι πίθηται” (Hesiod. O. 293).
734. πολεῖς] πολλούς. ἤδη δὲ προεῖπε “τοῦ δέ τε πολλοὶ ἐπαυρίσκονται.” ἐὰν δὲ τὰς πόλεις ἀκούσωμεν, μείζων ἔσται ὁ [*](23, 25. ἀνδρείαν] ἀνδρίαν et infra 23. πειθὼ] πειθῶ hic et infra ἀνδρίας 32. πίθηται] πείθεται)
πλεονάζει ὁ κεν. λέγει δὲ ὅτι μᾶλλον τῶν ἄλλων διέγνω τὴν ἐκ τοῦ πράγματος ὠφέλειαν καὶ σωτηρίαν.
735. δεόντως ἐπάγει νῦν τὴν ἰδίαν γνώμην, προπαρασκευάσας πρὸς πειθὼ τὸν στρατηγόν.
736. εἴωθεν ἀπὸ τοῦ γάρ ἄρχεσθαι οὐκ αἰτιολογικῶς. στέφανος δὲ ὁ κύκλος, ἀπὸ τῆς στεφάνης τῶν γυναικῶν· ἡ δὲ περί πρὸς τὸ δέδηεν. λέγει δὲ τὸ ὅλον ὅτι ὁ πόλεμος εἰς σὲ περισσῶς ἀνάκειται, ἢ ὅτι ὁ τοῦ πολέμου κύκλος παρὰ τῶν πολεμίων ἤδη σε περιεί- ληφεν.
737. Τρῶες δέ] τοῦτʼ ἄν εἴη ἀγαθοῦ συμβούλου τὸ μὴ μόνον τὰ καθʼ ἑαυτὸν καὶ τὸν στρατηγὸν ἰδεῖν, ἀλλὰ καὶ τὸ πᾶν κατασκέψα- σθαι, ὃ νῦν ὁ Πολυδάμας ποιεῖ.
740. ἀρίστους] ἀντὶ τοῦ ἀριστεῖς. πιθανῶς δὲ χρῆται τῇ συμ- βουλῇ, ἵνα μάθῃ ὁ Ἕκτωρ τοὺς ἀνῃρημένους καὶ ἀναχωρήσῃ. ἐκ τοῦ καλέσαι, φησὶ, τοὺς ἀρίστους βουλευσόμεθα τὸ συμφέρον.