Scholia in Iliadem
Scholia in Homerum
Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.
587. οἳ καὶ πρόσθε φίλων οὕτως αἱ Ἀριστάρχου οἱ καὶ πρόσθε φίλων ἀλόχων τε καὶ υἱῶν. ἔν τισι δὲ τῶν εἰκαιοτέρων “οἵ κε πρόσθε φίλων τοκέων ἀλόχων τε καὶ υἱῶν.”
588. ἐφέψεις Νικίας ἀναστρέφει τὴν πρόθεσιν, οὐκ εὖ. προείπομεν δὲ περὶ τῶν τοιούτων προθέσεων, ὡς οὐ θέλουσιν ἀναστρέφεσθαι· καὶ σημειούμεθα ἀναγκαίως ἀναστραφεῖσαν τὴν “στεῦτο γὰρ Ἡφαίστοιο πάρʼ οἰσέμεν” (Il. 18, 191).
590. * βαρείης γρ. παχείης χειρός.