Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

30. ὑπὲρ μόρον Ἀριστοφάνης ὡς ὑπέρβιον, ἓν μέρος λόγου ποιῶν· καὶ ὁ Ἀσκαλωνίτης, ἐπεὶ ἀντὶ ἐπιρρήματος τοῦ ὑπερμόρως παρείληπται, ὁμοίως πληθυντικῷ τῷ “ἔνθα κεν Ἀργείοισιν ὑπέρμορα νόστος” (Il. 2, 155). καὶ ὃν τρόπον “οὐ μὲν καλὸν ἀτέμβειν” (Od. 21, 312) ἀντὶ τοῦ καλῶς ἐστὶ, καὶ τὸ πληθυντικὸν “οὐ μὲν καλὰ χόλον τόνδʼ ἔνθεο” (Il. 6, 326), οὕτως καὶ τὸ προκείμενον ἑνικῶς καὶ πληθυντικῶς εἰς σύνταξιν παρελεύσεται ἐπιρρήματος· “δείδω μὴ καὶ τεῖχος ὑπέρμορον ἐξαλαπάξῃ” καὶ “ἔνθα κεν Ἀργείοισιν ὑπέρμορα νόστος.” ἐντελῶς δὲ ἐν τῇ B περὶ τῆς προσῳδίας διελάβομεν. διὸ νῦν παρίημι. ἐκεῖνο μέντοι ὑπομνήσω, ὡς ὅτι δύναται καὶ τοῦτο καὶ τὸ ἐν τῇ Ὀδυσσείᾳ (1, 35), λέγω δὲ τὸ “ὡς καὶ νῦν Αἴγισθος ὑπέρμορον,” κατὰ διάλυσιν ἀναγινώσκεσθαι, ὁμοίως τῷ “μὴ καὶ ὑπὲρ μοῖραν δόμον Ἄϊδος (336), ὥσπερ ἤδη ἀπεφηνάμην.

35. * Ἀρίσταρχος κέκασται, οὐ διὰ τοῦ ο κέκαστο.

37. *ῥώοντο ἀραιαί ἐρρώννυντο αἱ ἀσθενεῖς.