Scholia in Iliadem
Scholia in Homerum
Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.
488. ὄφρα δυώδεκʼ] ὅτι χωρὶς τοῦ Ῥήσου δώδεκα ἑταίρους αὐτοῦ ἀναιρεῖ, ἀλλʼ οὐ σὺν αὐτῷ δώδεκα, ὥς τινες.
489. *πλήξειε] οὕτως Ἀρίσταρχος· ἄλλοι δὲ πλήξασκε.
ὅτι ἰδίως προειπὼν ἀτὰρ πολύμητις Ὀδυσσεύς ἐπενήνοχεν αὐτοῦ τὸ ὄνομα, τὸν δʼ Ὀδυσεύς· καὶ ὅτι ὁ δέ σύνδεσμος περιττός.
495. τὸν τρισκαιδέκατον] ὅτι νῦν μὲν τοῖς δώδεκα Θρᾳξὶν ἐπα- ριθμεῖ τὸν Ῥῆσον, πρὸς τὸ “τρεισκαιδέκατον σκοπόν” (561)· καὶ ὅτι ἐν σχήματι ἐξήνεγκε, τὸν τρεισκαιδέκατον τὴν ψυχὴν ἀφείλετο.
496. *κακὸν γὰρ ὄναρ] κακὸς γὰρ αὐτῷ ἐπέστη ὄνειρος ὁ Διομήδης.
[*](2. ὅτι] addidit Vill. go inter. 5. οἱ Lehrsius] οὗτοι οἱ τοῖς] τοὺς 30. ἀντὶ τοῦ τρεισκαιδέκατον mar- 31. πρὸς τὸ addidit Lehrsius)497. ἀθετεῖται, ὅτι καὶ τῇ συνθέσει εὐτελής· καὶ μὴ ῥηθέντος δὲ νοεῖται ὅτι ὡς ὄναρ ἐφίσταται τῷ Ῥήσῳ ὁ Διομήδης. καὶ τὸ διὰ μῆτιν Ἀθήνης λυπεῖ· μᾶλλον γὰρ διὰ τὴν Δόλωνος ἀπαγγελίαν.
*οὕτε ἐν τῇ Ζηνοδότου οὕτε ἐν τῇ Ἀριστοφάνους ἐφέρετο.
499. ἡ διπλῆ, ὅτι καὶ νῦν ὅμιλον τὸ ἄθροισμα εἶπεν. διὰ τὴν περίστασιν δὲ ἀναγκασθέντες ἐπὶ γυμνοῖς τοῖς ἵπποις καθίζουσιν οἱ ἥρωες, συναρτήσαντες αὐτοὺς τοῖς ἱμᾶσι· καὶ μιμεῖται τὸ γινόμενον ἐν ταῖς ταραχαῖς.
502. ῥοίζησεν] ἀνάρθρως ἐφώνησεν, ὃ ἡμεῖς συρίζειν λέγομεν. καὶ ἀλλαχοῦ δέ φησιν “πολλῇ δὲ ῥοίζῳ πρὸς ὄρος τρέπε πίονα μῆλα (Od. 9, 315).
505. ῥυμοῦ ἐξερύοι] ὅτι πρὸς ἓν ληπτέον μέρος τὸ λεγόμενον ἐκ τοῦ “ἢ ὅγε δίφρον ἑλὼν ῥυμοῦ ἐξερύοι ἢ ἐκφέροι ὑψόσʼ ἀείρας.” ἔστι γὰρ ἢ τὸν δίφρον ἐκ τοῦ ῥυμοῦ λαβόμενος ἐξέλκοι, ἢ μετέωρον ἄρας ἐξενέγκοι, ὥστε περὶ τοῦ δίφρου μέρος ἔχειν. πρὸς τοῦτο δὲ ἀντιδιέσταλκεν “ἢ ἔτι τῶν πλεόνων Θρῃκῶν.”
*ὑψόσ’] διχῶς, ὑψοῦ καὶ ὑψόσε.
* ἢ ὅγε δίφρον ἑλὼν ἡ ἐκφέρει ὑψόσ᾿, ἢ ὅτι τῶν πλεόνων] δια- πορητικοὶ οἱ ὕστεροι· διὸ περισπαστέον τὸν δεύτερον, τὸν δὲ πρῶτον καὶ τρίτον ἐγκλιτέον.