Scholia in Euripidis Phoenissas (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma)

Scholia in Euripidem

Scholia Euripidem. Scholia Graeca in Euripidis Tragoedias, Vol. 3. Dindorf, Wilhelm, editor. Oxford: Oxford University Press, 1863.

οὗ καλλινίκους
: νικηφόρους τοὺς Ἀθηναίους. C. ἐπίτηδες πρὸς ἔπαινον τῶν Ἀθηναίων ἀνακεχρόνισται, τέσσαρσι γενεαῖς προύχοντος τοῦ Θηβαϊκοῦ πολέμου. Ἄλλως. τέσσαρσι γενεαῖς τοῦ Θηβαϊκοῦ πολέμου πρεσβύτερός ἐστιν Εὐμόλπου ὁ πρὸς Ἐρεχθέα πόλεμος. Ἐρεχθέως μὲν γὰρ
Πανδίων, οὗ Αἰγεὺς, οὗ Θησεὺς ὁ τῶν ἐν τῇ Καδμείᾳ πεσόντων τὰ σώματα ἀνελόμενος. ἦν δὲ ὁ Εὔμολπος Θρᾳκῶν βασιλεὺς, ὃς λέγεται ἐλθεῖν εἰς Ἐλευσῖνα ἐπὶ τῷ μυηθῆναι τὰ Ἐλευσίνια, καὶ πρῶτος ἱστορεῖται ξένος μυηθῆναι, διὸ καὶ ἀπ’ αὐτοῦ ἄρχοντες ἐγένοντο ἱεροῖσιν Εὐμολπίδαι Ἀθήνησιν. οὗτος συνεμάχησεν Ἐλευσινίοις, στασιάζουσι κατὰ τοῦ βασιλέως Ἐρεχθέως, καὶ ἡττηθεὶς ἐφονεύθη. ὕστερον δὲ κατὰ πυθόχρηστον ἐτιμήθη, καὶ ὁ τάφος αὐτοῦ ἱερώθη διὰ τὸ πρῶτον τὰ Ἐλευσίνια μεμυῆσθαι. τινὲς δὲ υἱὸν Ποσειδῶνος τὸν Εὔμολπόν φασιν, ὃς ἡττηθεὶς ὑπὸ τῆς Ἀθηνᾶς εἰς τὴν ἔριν τὴν περὶ τῆς Ἀττικῆς διὰ τῆς ἐλαίας τὸν υἱὸν αὐτοῦ κατὰ τῶν Ἀθηναίων ἐκίνησεν. A.B. C.M.T.I.

Εὐμόλπου
: Εὔμολπος παῖς Ποσειδῶνος καὶ Χιόνης τῆς Βορέου καὶ Ὠρειθυίας θυγατρὸς Ἐρεχθέως· ὃς πολεμῶν τὰς Ἀθήνας ἐπὶ τοῦ νεωτέρου Ἐρεχθέως ἐφονεύθη παρ’ αὐτοῦ. ἕτεροι δὲ καὶ ἄλλοι δύο υἱοὶ παρ’ αὐτοῦ Ἐρεχθέως ἀνῃρέθησαν ἐν ἐκείνῳ τῷ πολέμῳ συμμαχοῦντες
Εὐμόλπῳ Φόρβας καὶ Ἰμμάραδος. τότε δὲ ἐπὶ τῇ εἰρήνῃ τὰ μυστήρια Δήμητρος ἐτέλεσαν. A.M.T.