Scholia in Euripidis Phoenissas (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma)

Scholia in Euripidem

Scholia Euripidem. Scholia Graeca in Euripidis Tragoedias, Vol. 3. Dindorf, Wilhelm, editor. Oxford: Oxford University Press, 1863.

προχορεύεις
: ἡ πρό πλεονάζει, ὡς τὸ νῆάς τε προπάσας. ἀντὶ τοῦ κωμάζεις. A.B.C. M.T.I.

791.-797.

οὐδ’ ὑπὸ θυρσομανεῖ
: οὐδὲ ὑπὸ τῷ Διονύσῳ τῷ μετὰ θύρσων μαινομένῳ χορεύεις, δέρματα ἐλάφων ἐνδεδυμένος, καὶ ἐπὶ τοῖς ῥεύμασι τοῦ Ἰσμηνοῦ τοῦ ποταμοῦ πορενόμενος σὺν ἅρμασι καὶ χαλινοῖς τετραπόδων μονωνύχων ἵππων ἱππεύσεσιν ὁρμᾷς, διεγείρας τοὺς Ἀργείους κατὰ τῆς γενεᾶς τῶν ἀπὸ τῆς σπορᾶς τῶν ὀδόντων τοῦ δράκοντος ἀναδοθέντων, λέγω θίασον ἀσπιδηφόρον ἔνοπλον, ἀντίπαλον κατὰ τὰ λίθινα τείχη ὁπλίσας χαλκῷ. Gr. I. οὐδὲ, ὥσπερ αἱ Βάκχαι, χορεύεις ὑπὸ τῷ θυρσομανεῖ Διονύσῳ μετὰ νεβρίδων, ἀλλὰ καὶ ἐπὶ τοῖς χεύμασι τοῦ Ἰσμηνοῦ βαίνων θοάζεις καὶ θηριωδῶς ὁρμᾷς ἐν ἅρμασι καὶ χαλινοῖς τετραβαμόνων μωνύχων πώλων (πρὸς γὰρ τὸ ψαλίοις τὸ τετραβάμοσιν εἶπεν) ἐν ἱππεύσεσι καὶ ἵππων καταδρομαῖς, ἐπαγαγὼν ἐπὶ τοῖς Θηβαίοις κατὰ τὰ λάϊνα λέγω τείχη Ἀργείους, θίασον καὶ χορὸν ἀσπίδας φέροντα, ἔνοπλον, ἐναντίον Θηβαίοις ἢ τῷ Διονύσου χορῷ, καὶ οὐ κλαδηφοροῦντα μετὰ νεβρίδων, ὥσπερ ἐκεῖνος, κοσμήσας τοῦτον ἐν χαλκῷ. Gu.

791.

οὐδ’ ὑπὸ θυρσομανεῖ
: οἷον οὐ χορεύεις μετὰ κλάδων καὶ δερμάτων ἐλάφων, ἀλλὰ ἁρμάτων ἐπιβαίνων καὶ ἵππων τετραπόδων παρὰ ταῖς ὄχθαις τοῦ Ἰσμηνοῦ ποταμοῦ ταῖς ἱππικαῖς χορείαις ἀνασκιρτᾷς, ἐπεγείρας καὶ παροξύνας τὴν γένναν τῶν Θηβαίων τοῖς Ἀργείοις, τὸν χορὸν τὸν φέροντα καὶ σείοντα τὰς ἀσπίδας ἐξ ἐναντίας κοσμήσας
τῷ σιδήρῳ. M.T. Fl. 33. ἀντὶ τοῦ θυρσομανοῦς. λέγει δὲ τοῦ Διονύσου. ἡ ὑπό ἀντὶ τῆς σύν, σὺν θυρσομανεῖ Διονύσῳ· ὅπερ καὶ ἄμεινον. A.B.C. M. τῷ θύρσοις καὶ κλάδοις κισσοῦ βακχεύοντι. Gu.