Scholia in Euripidis Phoenissas (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma)
Scholia in Euripidem
Scholia Euripidem. Scholia Graeca in Euripidis Tragoedias, Vol. 3. Dindorf, Wilhelm, editor. Oxford: Oxford University Press, 1863.
ἐμποιοῦσα: καὶ ἀγαλλίασιν. ἀλλὰ σὺν ὁπλοφόροις ἀνδράσι πρὸ τῶν Θηβῶν χορεύεις χορείαν ὑβριστικὴν, κακομουσοτάτην, διεγείρας τὸν στρατὸν τῶν Ἀργείων ἐπὶ φόνον. Gr. I. οὐκ ἐν ταῖς ὥραις, ἤτοι τῷ ἔαρι ἔκλυτον ἐάσας τὸν πλόκαμον ἐπὶ καλλιχόροις στεφάνοις νεάνιδος, ἤγουν ἐπὶ ἐστεφανωμένῃ καὶ χορευούσῃ νεάνιδι, καθάπερ ὁ Διόνυσος ποιεῖ, ᾄδεις ᾠδὴν κατὰ τὰ ἀπηχήματα τοῦ αὐλοῦ, ἐν ᾗ ᾠδῇ χαροποιοὶ ἡδοναί εἰσιν, ἀλλὰ ἐπὶ τὰς Θήβας ἐν φόνῳ ἀγαγὼν στρατὸν Ἀργείων σὺν ὁπλοφόροις ἀνδράσιν ἔμπροσθεν ἐκείνων χορεύεις καὶ μετὰ χοροῦ ᾄδεις κῶμον καὶ ᾠδὴν ἀναυλότατον καὶ λύπης γέμοντα. Gu.
786.
καλλιχόροις: δέον καλλιχόρου εἰπεῖν πρὸς τὸ νεάνιδος καλλιχόροις εἶπε πρὸς τὸ στεφάνοις ἔθει ποιητικῷ, ὡς καὶ κατωτέρω ἐρεῖ τὸ ψαλίοις τετραβάμοσιν. Gu. ἤγουν ἐν τῇ συζεύξει. Fl. 59.
νεάνιδος ὥραις: τῆς νεανικῆς ἀκμῆς. M. ἀντὶ τοῦ ὡραίας, ἀκμαίας, ὥραν ἐχούσης γάμου. τὸ δ’ ἑξῆς, οὐ μέλπῃ, τουτέστιν οὐκ ᾄδεις, οὐδὲ ὑμνεῖς, ἐπὶ ἀκμαζούσῃ κόρῃ νυμφιδίους ᾠδὰς, οὐδὲ αὐλῶν μέλεσι γαμηλίων χορεύεις, ἀνασείσας τὸν πλόκαμον, ὥσπερ ὁ Διόνυσος καὶ οἱ τούτου χοροὶ, ἀλλ’ ἐπὶ πολέμους ὁρμᾷς. A.C.M.T. Ἄλλως τοῖς γαμηλίοις καιροῖς. ἢ νεάνιδος ἀκμαίας, ὥραν ἐχούσης γάμου. διὰ τί δὲ μὴ τὸν σὸν βόστρυχον ἐπὶ στεφάνοις νεάνιδος ὥραις ἐκπετάσας μέλπῃ πρὸς πνεῦμα λωτοῦ; ἔνιοι δὲ νεάνιδος ὥρας, τοῦ ἔαρος τοῦ νέα πάντα ποιοῦντος. Ἄλλως. οὐ καλλιχόροις στεφάνοις βόστρυχον ἀμπετάσας ἐπὶ γάμοις νεάνιδος μέλπῃ νυμφιδίους ᾠδὰς πρὸς αὐλόν. ἡ ἐπί πρὸς τὸ ὥραις, ἐπὶ ὥραις νεάνιδος. A.B. C.M.I. οὐδὲ ἐπὶ καλλιστεφάνου ὡραίας νεάνιδος ἁπλώσας τὸν βόστρυχον κατὰ τὰ πνεύματα τοῦ λωτοῦ. A.M.T.