Scholia in Euripidis Phoenissas (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma)
Scholia in Euripidem
Scholia Euripidem. Scholia Graeca in Euripidis Tragoedias, Vol. 3. Dindorf, Wilhelm, editor. Oxford: Oxford University Press, 1863.
638.
Κάδμος: ὁ Κάδμος ἦλθεν εἰς τήνδε τὴν γῆν ὁ Τύριος, οὗ χάριν ἡ τετράπους μόσχος ἔρριψεν ἑαυτὴν αὐτόματον πτῶμα, μὴ ὑπό τινος πληγῆς γεγονὸς, διδοῦσα τέλος φέροντα τὸν χρησμὸν, ὅπου οἰκεῖσθαι ἐποίησε. πεδία δὲ σιτοφόρα τῶν δόμων ὁ χρησμὸς ἔχρησε, γενέσθαι δηλονότι, ὅπου τε ἡ καλλιπόταμος νοτὶς τοῦ ὕδατος τῆς Δίρκης ἐπέρχεται τὰς βοτανηφόρους αὔλακας τῆς γῆς καὶ βαθυσπόρους, ἔνθα τὸν Διόνυσον ἔτεκεν ἡ μήτηρ αὐτοῦ ἡ Σεμέλη διὰ τοῦ γάμου τοῦ Διός. ὅντινα τὸν Διόνυσον εὐθὺς ἔτι βρέφος ὄντα κισσὸς φύσιν ἔχων ἑλίσσεσθαι κύκλῳ ἐσκέπασε, μακάριον δείξας, κλάδοις χλοηφόροις κατασκίοις. κισσός δὲ εἰπὼν ἐπάγει βακχεῖον χόρευμα, ἤγουν λέγω χόρευμα βακχικὸν τῶν παρθένων τῶν Θηβαίων, καὶ τῶν γυναικῶν τῶν εὐΐων, ἤγουν τῶν βακχικῶν. Gr. Florr. I.