Scholia in Euripidis Phoenissas (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma)
Scholia in Euripidem
Scholia Euripidem. Scholia Graeca in Euripidis Tragoedias, Vol. 3. Dindorf, Wilhelm, editor. Oxford: Oxford University Press, 1863.
6.
Φοίνισσαν ἐναλίαν χθόνα: εἰ μὲν ἐπὶ πάσης τῆς Φοινίκης, ἀκουστέον ἀντὶ τοῦ παραλίαν, εἰ δ’ ἐπὶ μιᾶς πόλεως, ἐκδεκτέον τὴν Τύρον· νησιάζεται γὰρ, ὡς καὶ ἑξῆς φησι Τύριον οἶδμα λιποῦσ’ ἔβαν ἀκροθίνια Λοξίᾳ Φοινίσσας ἀπὸ νάσου, τουτέστι τῆς Φοινίκης νήσου Τύρου. καὶ Κάδμος ἔμολε τάνδε γᾶν Τύριος. Ἄλλως. τὴν Τύρον· νησιάζεται γάρ. προληπτικὸς δὲ ὁ λόγος. οὐδέπω γὰρ ἐκαλεῖτο Φοινίκη. ἐν γοῦν τῷ Φρίξῳ φησὶν
ἦσαν γὰρ Ἀγήνορος κόροι, Κίλιξ, ἀφ’ οὗ καὶ Κιλικία κικλήσκεται, φοῖνιξ, ὅθενπερ τοὔνομ’ ἡ χώρα φέρει. καὶ Θάσος.—A.B. C.M.I.
Φοίνισσαν ἐναλίαν: τὴν τῆς Φοινίκης παραθαλασσίαν γῆν. Gr. Fl. 5. 6. 9. 21. 56. 59. 76. θαλασσίαν, παραλίαν. Gu.
7.
γήμας Κύπριδος: Δερκύλος Θηβαίου τινὸς, Δράκοντος τοὔνομα, βασιλέως δὲ Θηβαίων, φησὶν εἶναι τὴν Ἁρμονίαν θυγατέρα, ὃν φονεύσας Κάδμος ἔγημεν Ἁρμονίαν. Ἔφορος δὲ Ἠλέκτρας τῆς Ἄτλαντος αὐτὴν εἶναι λέγει, Κάδμον δὲ παραπλέοντα τὴν Σαμοθρᾴκην ἁρπάσαι αὐτὴν, τὴν δὲ εἰς τιμὴν τῆς μητρὸς ὀνομάσαι τὰς Ἠλέκτρας πύλας, καὶ νῦν ἔτι ἐν τῇ Σαμοθρᾴκῃ ζητοῦσιν αὐτὴν ἐν ταῖς ἑορταῖς. Δημαγόρας δὲ ἀπὸ Λιβύης ἐλθοῦσαν τὴν Ἠλέκτραν οἰκῆσαι τὴν Σαμοθρᾴκην. ἔνθα συγγενομένη Διὶ ἐτέκνωσεν Ἠετίωνα, Δάρδανον, Ἁρμονίαν· τὸν δὲ Κάδμον παραπλέοντα μετὰ Θάσου ἐπὶ ζήτησιν τῆς ἀδελφῆς μυηθῆναί τε καὶ μυούμενον ἰδεῖν τὴν Ἁρμονίαν, προνοίᾳ δὲ Ἀθηνᾶς ἁρπάσαι αὐτήν. A.B. C.M.I. ἡνίκα διὰ τὴν ἀδελφὴν αὐτοῦ Εὐρώπην καταλιπὼν τὴν ἑαυτοῦ γῆν παρεγένετο ἐνταῦθα. M. ὁ Κάδμος παρὰ τοῦ πατρὸς αὐτοῦ ἀποσταλεὶς τὴν ἰδίαν ζητῆσαι ἀδελφὴν καὶ μὴ ὑποστρέψας εἰς τὸν ἑαυτοῦ πατέρα διὰ τὸ. . . . . .θῆσαι παρὰ τοῦ πατρὸς, εἰ μὴ αὐτὴν καταλάβοι, τὴν Ἁρμονίαν ἁρπάσαι προνοίᾳ Ἀθηνᾶς λέγεται. M.