Scholia in Euripidis Phoenissas (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma)
Scholia in Euripidem
Scholia Euripidem. Scholia Graeca in Euripidis Tragoedias, Vol. 3. Dindorf, Wilhelm, editor. Oxford: Oxford University Press, 1863.
ἡλίου πρὸς ἀνατολάς: λείπει ὁ καί· καὶ ἡλίου πρὸς ἀνατολὰς, τῶν ἄστρων καὶ τοῦ ἡλίου. C.M.T.
505.
δυνατὸς ὢν δρᾶσαι τάδε: ἤγουν εἰ ἦν δυνατός. Gu. εἰ ἐδυνάμην τοῦτο ποιῆσαι. B.I.
506.
τὴν θεῶν: τουτέστι βασιλεύειν κατὰ τοὺς θεοὺς, ἥπερ ἐστὶ μεγίστη τυραννὶς, οὐρανίων καὶ ὑποχθονίων ἄρχειν καὶ τῶν ἐν μέσῳ. πρέποντες δέ εἰσιν οὗτοι οἱ λόγοι ἀνδρὶ πλεονέκτῃ, καὶ οἷος ἦν ὁ Ἐτεοκλῆς. Gu.
507.
τοῦτ’ οὖν τὸ χρηστόν: ἀλόγιστος ὁ Ἐτεοκλῆς· ἐξὸν γὰρ αὐτῷ τῷ τοῦ πρεσβυτέρου χρήσασθαι δικαιώματι, ᾧ μᾶλλον ἐπέβαλλεν ἡ ἀρχὴ, ἀδικεῖν ὁμολογεῖ ἑαυτὸν, ἢ πλεονεκτεῖν φησι. πρὸς ὃ ῥητέον ὅτι μίμησιν ἀνδρὸς ἀδίκου ἐξεικονίζει ἡμῖν ὁ Εὐριπίδης, μηδὲ τῷ δοκεῖν εὐσεβεῖν βουλομένου· ἄλλως τε, εἰ ἔφασκεν ἄρχειν ὡς πρεσβύτερος, ἠκολούθει τῷ λόγῳ τὸ τῶν κτημάτων μέρος δεῖν ἀπονέμειν. A.B.C. M.T. Gu. I.