Scholia in Euripidis Phoenissas (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma)

Scholia in Euripidem

Scholia Euripidem. Scholia Graeca in Euripidis Tragoedias, Vol. 3. Dindorf, Wilhelm, editor. Oxford: Oxford University Press, 1863.

497.

ἐμοὶ μέν
: ἐμοὶ μὲν δοκεῖς συνετὰ λέγειν, εἰ καὶ μὴ Ἕλλην εἰμί· μεπέβη δέ. Α.C.M. εἰ καὶ μὴ καθ’ Ἑλλήνων χθόνα τεθράμμεθα, ἀλλ’ οὖν γε ἐμοὶ συνετὰ δοκεῖς λέγειν· ἵνα πλεονάζῃ ὁ μέν καὶ ἡ μία ἀντωνυμία. B.C. M.T. Gu. I.

499.

εἰ πᾶσι
: ὥστε εἴ σοι τοῦτο δίκαιον φαίνεται, ἀλλ’ οὐκ ἐμοί· εἰ γὰρ ταυτὸ καλὸν ἦν καὶ σοφὸν ὁμοῦ πᾶσι, καὶ τὰ ἑξῆς. B. C. M.T. εἰ ταὐτὸ καλὸν ἦν καὶ σοφὸν πᾶσιν ὁμοῦ, οὐκ ἦν ἀμφίβολος φιλονεικία καὶ μάχη ἐν ἀνθρώποις. I. εἰ παρὰ πᾶσιν ἅμα τοῖς ἀνθρώποις ἦν τὸ αὐτὸ πρᾶγμα καλὸν καὶ σοφὸν, ἤγουν φρόνιμον, καὶ μὴ τῷ μὲν, δηλονότι ἐδόκει, τόδε καλὸν, ἑτέρῳ δὲ τοὐναντίον. Gr. Bar. Mosq.

500.

ἀμφίλεκτος
: φιλόνεικος. B. rec. ἀμφισβητήσιμος. M. Gr. ἀμφίβολος, ἀμφοτέρωθεν λόγους δεχομένη. Gu.

501.

νῦν δ’ οὔθ’ ὅμοιον οὐδὲν οὔτ’ ἴσον βροτοῖς
: μέχρι ὀνόματος τὸ ὅμοιον καὶ τὸ ἴσον σώζεται τοῖς ἀνθρώποις. ὀνομάζομεν γὰρ κοινῇ πάντες Ἕλληνες χρυσὸν, καὶ τὸ μὲν ὄνομα ὁμοίως προφερόμεθα, διχοστατοῦμεν δὲ περὶ τὴν τούτου δόξαν, οἱ μὲν ἀγαθὸν, οἱ δὲ φαῦλον αὐτὸν φάσκοντες. ὁμοίως καὶ ἐπὶ τῆς σωφροσύνης καὶ ἐπὶ πάντων τῶν ἄλλων. A.B. C.M.T. Gu. I.