Scholia in Euripidis Phoenissas (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma)

Scholia in Euripidem

Scholia Euripidem. Scholia Graeca in Euripidis Tragoedias, Vol. 3. Dindorf, Wilhelm, editor. Oxford: Oxford University Press, 1863.

δυσχερές
: γρ. καὶ δυστυχές. M.

391.

οὐκ ἔχει παρρησίαν
: ἐξουσίαν, ἐλευθερίαν. M. διὰ γὰρ τὸ ξένος εἶναι οὐ δύναται παρρησιάζεσθαι, συμβουλῆς ἑστώσης, λέγειν τε τὰ δέοντα, εἰ νοήσειε, καὶ πρὸς ἔργα παραλαμβάνεσθαι ὑποπτευόμενος ὡς ξένος, ἀλλ’ ἃ τοῖς αὐτοῦ δεσπόταις δοκεῖ, εἰ καὶ πρὸς ταύτην ἥξει τὴν τύχην, κἂν ᾖ τὰ φαυλότατα, καὶ αὐτὸν ἀνάγκη πείθεσθαι καὶ δρᾶν ταυτὶ, ὃ πάσης ἀπολείπει λύπης ὑπερβολὴν, καθάπερ ἐν ἀρχῇ τοῦ Πλούτου Ἀριστοφάνης ἔδειξεν εἰπὼν
ὡς ἀργαλέον πρᾶγμ’ ἐστὶν, ὦ Ζεῦ καὶ θεοὶ, δοῦλον γενέσθαι παραφρονοῦντος δεσπότου
καὶ τὰ ἑξῆς. Gu. Bar.

392.

δούλου τόδ’ εἶπας
: δούλου ἴδιόν ἐστι τοῦτο, ὃ εἶπας. Gr. Bar.

μὴ λέγειν ἅ τις φρονεῖ
: δυοῖν ὄντων ἐνταῦθα, τοῦ μὴ λέγειν καὶ τοῦ ἃ φρονεῖ, καὶ τοῦ μὲν ζητοῦντος αἰτιατικὴν, τοῦ δὲ ἃ φρονεῖ εὐθεῖαν, εἰ μὲν τὸ μὴ λέγειν ἐλάμβανε τὴν αἰτιατικὴν, τὸ ἃ φρονεῖ μόνον ἂν ἐπήγετο· νυνὶ δὲ, ἐπεὶ τὸ ἃ φρονεῖ λαμβάνει τὴν εὐθεῖαν, τὸ μὴ λέγειν πάλιν οὐδὲν ἐξ ἀνάγκης ἔχει. οὗτος δὲ ὁ τρόπος καὶ παρὰ τῷ πεζῷ λόγῳ συνήθης. Gr. Cant.