Scholia in Euripidis Phoenissas (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma)

Scholia in Euripidem

Scholia Euripidem. Scholia Graeca in Euripidis Tragoedias, Vol. 3. Dindorf, Wilhelm, editor. Oxford: Oxford University Press, 1863.

δράκοντος
: σπήλαιόν ἐστιν ἐν τῷ Παρνασῷ δράκοντος, ὃν ἀνεῖλεν Ἀπόλλων, καὶ τὸ δέρμα αὐτοῦ παρὰ τὸν ναὸν εὕρηται, τὴν τοῦ θεοῦ παριστῶν νίκην. λέγουσι δὲ καὶ τὴν Πυθίαν οὕτω παρωνομάσθαι ἀπὸ τοῦ ἐκεῖ κατασαπέντος δράκοντος· πύθω γὰρ τὸ σήπω. οἱ δὲ ἀπὸ τοῦ πεύθω, τὸ ἐρωτῶ καὶ μανθάνω, φασὶν, ἅτε κοινὸν χρηστήριον πᾶσιν ἀνθρώποις οὖσαν, ἐρωτῶσι περὶ ὧν βούλονται καὶ μανθάνουσιν. ἦν δὲ τὸ ὄνομα τοῦ δράκοντος Δελφὶν, ὅθεν καὶ ὁ τόπος τοὔνομα ἔσχηκε, Δελφοὶ καλούμενος. Gu. Leid.

233. σκοπιὰς δὲ θεῶν φησὶ τὸ κατοπτευτήριον, τόπον οὕτω καλούμενον ἐν Παρνασσῷ, ὅθεν κατοπτεύσας Ἀπόλλων τὸν Δέλφιν κατετόξευσεν. A.B. H.M.T.I.

σκοπιὰς θεῶν πάλιν λέγει ὃ δικόρυφον ἄνω εἶπε σέλας πυρός. σκοπιὰ δέ ἐστιν ὁ ὑψηλὸς τόπος, ἐφ’ οὗ ἀναβάς τις τὰ πόρρω διεστῶτα σκοπήσει καὶ κατοπτεύσει. Gu.