Scholia in Euripidis Phoenissas (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma)
Scholia in Euripidem
Scholia Euripidem. Scholia Graeca in Euripidis Tragoedias, Vol. 3. Dindorf, Wilhelm, editor. Oxford: Oxford University Press, 1863.
αἰνιγμοὺς ἔτλης: τοὺς λόγους τοὺς ἔχοντας ἀποκεκρυμμένην τὴν διάνοιαν. C.M.
1355.
ἀρᾶς τ’ ἀγώνισμ’ Οἰδίπου: τὸ κατάραμα. τουτέστιν, εἰπέ μοι πῶς ἀπέβη ἡ κατάρα τοῦ Οἰδίποδος. A.B.C. I. τοῖς παισὶν ὁ ἀγὼν πῶς πέπρακται, οἷον ὁ ἐκ τῆς ἀρᾶς πόλεμος· ἐκ γὰρ τοῦ Οἰδίποδος ταῦτ’ ἐνόσουν· ἢ τὸ ἀποτέλεσμα τῆς ἀρᾶς τοῦ πατρός. A. B. C.M. Ἄλλως. ὁ πόλεμός τε ὁ ἐκ τῆς ἀρᾶς τοῦ Οἰδίποδος αὐτοῖς ἐπιών. ἢ οὕτως, τὸ κατόρθωμα τῆς ἀρᾶς τοῦ Οἰδίποδος. A. οὐ μάτην ἄρα, φησὶν, ὁ Οἰδίπους κατηράσατο· εἰς ἔργον γὰρ ἐχώρησαν αἱ ἀραί. C. ἀγώνισμα ὁ ἀγὼν, ἤγουν ἡ πρᾶξις αὐτὴ τοῦ ἀγῶνος, ὥσπερ βάδισμα ἡ πορεία, καὶ ᾆσμα ἡ ᾠδή. ὥσπερ δὲ λέγεται ἔργον ἡ πρᾶξις, λέγεται δὲ καὶ τὸ πραττόμενον πρᾶγμα, οὕτω λέγεται ἀγώνισμα καὶ τὸ ἀποβαῖνον ἔργον ἀπὸ τοῦ ἀγῶνος, ὃ βούλεται δηλοῦν ἐνταῦθα· ἤγουν καὶ τὸ ἀνυσθὲν ἔργον τῶν καταρῶν τοῦ Οἰδίποδος, τουτέστιν ὃ ἤνυσεν ἡ κατάρα τοῦ Οἰδίποδος. Gr. Cant. ὁ γὰρ φόνος ἀγώνισμα καὶ οἷον κατόρθωμα ἦν τῶν Οἰδίποδος ἀρῶν. Gu.
1356. τὰ μὲν πρὸ πύργων εὐτυχήματα γινώσκεις· λέγει δὲ τὴν νίκην, ἣν ἐνίκησαν πρὸ τῶν πυλῶν τῆς πόλεως. Gr. I.
1357.
οἶσθ’ οὐ: τινὲς εἰς τὸ οὐ στίζουσιν· οὐκ οἶσθα, φησὶ, τὰ πρὸ τῶν πύργων εὐτυχήματα· μακρὰν γάρ εἰσιν. Ἄλλως. καλῶς οὖν καὶ διὰ πιθανῆς ἀφορμῆς τὰ προειρημένα ὑπὸ τοῦ πρώτου ἀγγέλου ἐσιώπησεν. ἡ δὲ διάνοια, τὰ μὲν πρὸ τῶν τειχῶν εὐτυχήματα τῆς πόλεως, καθὸ ἐνικήσαμεν κοινῇ τοὺς Ἀργείους, οἶδας δηλαδή. A. B.C. M.I. πόθεν δὲ οἶμαι εἰδέναι σε; οὐ μακρὰν γὰρ τειχέων περιπτυχαί. ἡ δὲ περίφρασις ἐκ τοῦ περιφράσσειν καὶ οἷον περιπτύσσεσθαι καὶ περικυκλοῦν τὴν πόλιν. περιλαμβάνονται γὰρ αἱ πόλεις τοῖς τείχεσιν. A.C.M.I.