Scholia in Euripidis Phoenissas (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma)
Scholia in Euripidem
Scholia Euripidem. Scholia Graeca in Euripidis Tragoedias, Vol. 3. Dindorf, Wilhelm, editor. Oxford: Oxford University Press, 1863.
1326.
εἰς ἀσπίδ’ ἥξειν: εἰς μάχην, εἰς συμβολήν. B. M.I.
1327.
νέκυν τοι: ἀντὶ τοῦ τὸ νεκρὸν σῶμα τοῦ ἐμοῦ παιδὸς ἐπιμελείας ἠξίουν. B.C.M.I. Ἄλλως. τί, φησὶν, ἀπῆλθεν Ἰοκάστη πρὸς τοὺς παῖδας καταλλάξασα τούτους, ἐγὼ δὲ τὸ σῶμα τοῦ παιδὸς Μενοικέως περιστέλλων καὶ κοσμῶν καὶ ἐπιμελείας ἀξιῶν, καὶ δι’ ἀγάπην ἐκείνῳ προσκαθήμενος οὐκ ἔφθασα εἰς τὸ καὶ ταῦτα μαθεῖν, ὅ ἐστιν ἀσχολούμενος περὶ τὸν υἱὸν οὐκ ἦλθον εἰς εἴδησιν τούτων. Ἄλλως. ἐγὼ προσκαθήμενος, φησὶ, τῷ νεκρῷ τοῦ παιδός μου σώματι καὶ περὶ ἐκεῖνο ἀσχολούμενος οὐκ ἔφθασα τούτων τι μαθεῖν. A.
ἀγαπάζων: περιστέλλων, θρηνῶν. M. ἐπιμελείας ἀξιῶν. B. ἐπιμελούμενος, περιέπων. Cant. Gr. τιμῶν, φιλοφρονούμενος. Gu.
1328.
οὐκ εἰς τόδ’ ἦλθον: οὐκ ἐπὶ τοῦτο παρεγενόμην. B. C.M. εἰς τὸ γνωρίσαι. B. οὐκ εἰς τόδε ἔφθασα, εἰς τὸ γνωρίσαι, οὐκ ἐπὶ τοῦτο παρεγενόμην, ὥστε καὶ τάδ’ εἰδέναι. I. ἐν ἑνὶ λόγῳ εἶπεν ἂν, οὐκ ἦλθον εἰς γνῶσιν τούτου, οὗ λέγεις, ἤγουν οὐκ ἔγνων τοῦτο· νῦν δὲ διαιρεῖ, καὶ φησὶν, οὖκ ἦλθον εἰς τοῦτο, εἶτα ὥσπερ ἑρμηνεύων, ποῖον τοῦτο λέγει, ἐπάγει λέγων, ὥστε καὶ τάδε εἰδέναι. Gr. Bar.