Scholia in Euripidis Phoenissas (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma)
Scholia in Euripidem
Scholia Euripidem. Scholia Graeca in Euripidis Tragoedias, Vol. 3. Dindorf, Wilhelm, editor. Oxford: Oxford University Press, 1863.
τί λέξεις, μῆτερ: δέον εἰπεῖν, τί λέγεις, — εἶπε γὰρ, ὡς πρὸς ἀλλήλους μονομαχήσουσι, καὶ ἡ Ἀντιγόνη οὐκ ἐδεῖτο αὖθις ἀκούειν ἀκούσασα, — ὁ δὲ τί λέξεις εἶπεν, εἰκότως· δείκνυσι γὰρ ἐντεῦθεν τὴν Ἀντιγόνην τῇ τοῦ ἀκούσματος ὑπερβολῇ ἐκπλαγεῖσαν καὶ οὐ παραδεχομένην τοῦτο, ἀλλ’ ὥσπερ κωφεύουσαν καὶ οὐ βουλομένην τοιαῦτα περὶ τῶν ἀδελφῶν ἀκούειν. συμβαίνει δὲ καὶ ἡμῖν τὸ τοιοῦτον ὁπόταν τι παρὰ δόξαν ἐξαίφνης ἀκούωμεν. Gu. Bar.
οὐ φίλ’, ἀλλ’ ἕπου: οὐ προσφιλῆ, ἀλλ’ ἀκολούθει. I.
1276.
οὐκ ἐν αἰσχύνῃ τὰ σά: νῦν οὐχ ἁρμόζει σοι αἰδεῖσθαι. οὐκ ἔστι καιρὸς αἰσχύνεσθαί σε νῦν. A.B.C. M. γράφεται οὐκ ἐν αἰσχύνῃ τάδε. ἤγουν τὰ παρόντα· τουτέστιν αἰσχύνην οὐκ ἔχουσι τὰ παρόντα, ἐκκρούουσι τὴν αἰσχύνην. Gr. Bar.
1278.
προσπιτνοῦσα: παρακαλοῦσα. I. προσπίπτουσα καὶ δεομένη ἐκείνων. Gu. Florr.