Scholia in Euripidis Phoenissas (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma)

Scholia in Euripidem

Scholia Euripidem. Scholia Graeca in Euripidis Tragoedias, Vol. 3. Dindorf, Wilhelm, editor. Oxford: Oxford University Press, 1863.

1263.

στερείσῃ
: ἀντὶ τοῦ εἰ στερηθήσῃ. τὸ γὰρ στερήσῃ ἀντὶ τοῦ στερηθήσῃ. M. ἀντὶ τοῦ στερηθήσῃ σύ. B.

1264.

δόμων πάρος
: τὸ πάρος ἐπίρρημα παρὰ ποιηταῖς ἐν χρήσει, ἐνίοτε μὲν τοπικὸν, ὡς ἐνταῦθα, ἐνίοτε δὲ χρονικόν. ἀπὸ τούτου τὸ παροίτερον καὶ τὸ παροίτατον. Gr. Cant.

1265.

οὐκ ἐν χορείαις
: οὐ προχωρεῖ καὶ ἔρχεταί σοι κατάστασις ἐν χορείαις καὶ πανηγύρεσι δαιμόνων, οὐδὲ ἐν παρθενεύμασι καὶ παρθενικαῖς τέρψεσιν, ἤγουν οὐκ εἰς τοῦτό σοι τὰ παρόντα καθέστηκεν, ὡς παρθενεύειν τε καὶ πανηγυρίζειν· τοὺς γὰρ ἀδελφοὺς μέλλοντας μονομαχεῖν κωλῦσαί σε δεῖ μετ’ ἐμοῦ ἰοῦσαν. ἢ τὸ κατάστασις ἀντὶ τοῦ οἰκονομία, ἵν’ ᾖ οὕτως· ἡ οἰκονομία τῶν θεῶν οὐκ ἐν πανηγύρεσι καὶ τέρψεσιν ἐστί σοι νῦν. Gu. Bar. παρθενεύμασιν: ὥσπερ θαλαττεύειν τὸ ἐν θαλάττῃ διάγειν, οὕτω καὶ παρθενεύειν τὸ ἐν παρθενίᾳ διάγειν. ἐνταῦθα δὲ τὰ παρθενεύματα οὐ τὴν ἐν παρθενίᾳ διαγωγὴν δηλοῖ· εἰ γὰρ τοῦτο ἐδήλου, προετρέπετο ἂν ὁ λόγος ἀφίστασθαι
αὐτὴν τῶν ἐν παρθενίᾳ διαγωγῶν, ὅπερ ἔξω τοῦ νῦν λόγου καὶ τῆς ὑποθέσεως, ἀλλὰ λαμβάνεται νῦν ταῦτα ἀντὶ τῆς ἁρμοζούσης καταστάσεως, ἐν παρθενίᾳ, ἵν’ ᾖ ὁ λόγος οὕτως, ἡ κατάστασις τῆς τύχης οὐ προχωρεῖ σοι νῦν ἐν χορείαις, οὐδὲ ἐν τῇ ἁρμοζούσῃ καταστάσει τῆς παρθενίας. Gr. Cant. Leid.

1266.

νῦν σοι προχωρεῖ δαιμόνων κατάστασις
: προβαίνει ἡ τῆς εἱμαρμένης παρουσία. B.C.M. κατάστασις ἡ τύχη. ὁ δὲ νοῦς, ἔξελθε τῶν οἴκων. οὐ γὰρ ἐν χορείαις καὶ παρθενῶσιν ἡ παροῦσα τύχη προβαίνει σοι, ὥστε καὶ ὄχλον διελθεῖν αἰδεσθῆναι. A.B.C.M. I. Ἄλλως. ἔξελθε ἐκ τῶν οἴκων. οὐ γὰρ ἐν χορείαις καὶ παρθενώνων ἀναστροφαῖς ἡ παροῦσα τύχη συγχωρεῖ μένειν, ὥστε καὶ ὄχλον διελθεῖν αἰδεσθῆναι. A.C.