Scholia in Euripidis Phoenissas (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma)

Scholia in Euripidem

Scholia Euripidem. Scholia Graeca in Euripidis Tragoedias, Vol. 3. Dindorf, Wilhelm, editor. Oxford: Oxford University Press, 1863.

ὑγρότητ’ ἐναντίαν
: σφάζοντες οἱ μάντεις πρόβατον, ὁπότε τινὰ ὄλεθρον ἢ νίκην τῶν αὐτῶν στρατευμάτων ἐβούλοντο σημειώσασθαι, τέμνοντες τοῦτο, τὸν μὲν μηρὸν περιειλοῦντες πιμελῇ ἐπὶ πῦρ ἐπετίθουν. καὶ εἰ μὲν ἐξήφθη τὸ πῦρ, νικᾶν ἔλεγον, μὴ τούτου δὲ γενομένου, νικᾶσθαι. οὐ μόνον δὲ τοῦτο, ἀλλὰ καὶ τὴν κύστιν μεστὴν οὔρου ἐν τῷ στόματι ἐρίῳ δεσμοῦντες ἐπετίθουν τῷ πυρὶ, καὶ ἐπετήρουν πῶς ῥαγήσεται, καὶ ποῦ ἀκοντίσει τὸ οὖρον. καὶ εἰ μὲν εἰς αὐτοὺς, νικητὰς ἑαυτοὺς ἐκάλουν, εἰ δὲ εἰς τοὺς ἐναντίους, καταβολὴν ἑαυτῶν ἐμαντεύοντο. τὴν οὖν ἀκόντισιν τοῦ οὔρου ἐναντίαν ὑγρότητα λέγει. ἐπετήρουν δὲ ἁπλῶς καὶ τὸ ἄκρον τοῦ πυρὸς, τὴν μὲν ἔξαψιν τούτου νίκην, τὴν δὲ εἰς τοὐναντίον ὁρμὴν ἀπώλειαν καὶ φθορὰν σφῶν αὐτῶν λογιζόμενοι. τὸ δὲ ἐνώμων κατὰ συνεκδοχὴν εἰς τὰ τρία λάμβανε, εἴς τε τὸ ἀκμὰς, καὶ εἰς τὰς ῥήξεις, καὶ εἰς τὸ ἄκραν. Gu. Bar.