Scholia in Euripidis Phoenissas (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma)
Scholia in Euripidem
Scholia Euripidem. Scholia Graeca in Euripidis Tragoedias, Vol. 3. Dindorf, Wilhelm, editor. Oxford: Oxford University Press, 1863.
ὑγρότητ’ ἐναντίαν: τὴν περὶ τῶν ἐναντίων δηλοῦσαν, τὴν ἐπὶ τῶν ἐναντίων καὶ ἐχθρῶν ἀεὶ ταρασσομένην. οἱ γὰρ θύται εἰ περὶ τῶν ἐχθρῶν βουληθεῖεν μαντεύεσθαι, εἰς τὴν χολὴν ἀφορῶσι· πικροὶ γὰρ οἱ ἐχθροί. ὑγρότητα δὲ λέγει αὐτὴν τὴν χολήν. A. B. C.M.I. Ἄλλως. τὴν τὰ περὶ τῶν ἐναντίων δηλοῦσαν, ἢ διὰ τὸ πικρὰν οὖσαν καλεῖσθαι γλυκεῖαν, ἢ ἐναντίαν, ὡς πρὸς τὸ πῦρ· ξηρὸν γὰρ τὸ πῦρ. τὸ δὲ ἑξῆς, μάντεις τὰ μῆλ’ ἔσφαξον, ἐμπύρους τ’ ἀκμὰς ἐνώμων, (κατὰ κοινοῦ γὰρ τὸ ἐνώμων) ἄκραν τε λαμπάδα ἐνώμων. A.B.C.M.I.
ὑγρότητ’ ἐναντίαν: σφάζοντες οἱ μάντεις πρόβατον, ὁπότε τινὰ ὄλεθρον ἢ νίκην τῶν αὐτῶν στρατευμάτων ἐβούλοντο σημειώσασθαι, τέμνοντες τοῦτο, τὸν μὲν μηρὸν περιειλοῦντες πιμελῇ ἐπὶ πῦρ ἐπετίθουν. καὶ εἰ μὲν ἐξήφθη τὸ πῦρ, νικᾶν ἔλεγον, μὴ τούτου δὲ γενομένου, νικᾶσθαι. οὐ μόνον δὲ τοῦτο, ἀλλὰ καὶ τὴν κύστιν μεστὴν οὔρου ἐν τῷ στόματι ἐρίῳ δεσμοῦντες ἐπετίθουν τῷ πυρὶ, καὶ ἐπετήρουν πῶς ῥαγήσεται, καὶ ποῦ ἀκοντίσει τὸ οὖρον. καὶ εἰ μὲν εἰς αὐτοὺς, νικητὰς ἑαυτοὺς ἐκάλουν, εἰ δὲ εἰς τοὺς ἐναντίους, καταβολὴν ἑαυτῶν ἐμαντεύοντο. τὴν οὖν ἀκόντισιν τοῦ οὔρου ἐναντίαν ὑγρότητα λέγει. ἐπετήρουν δὲ ἁπλῶς καὶ τὸ ἄκρον τοῦ πυρὸς, τὴν μὲν ἔξαψιν τούτου νίκην, τὴν δὲ εἰς τοὐναντίον ὁρμὴν ἀπώλειαν καὶ φθορὰν σφῶν αὐτῶν λογιζόμενοι. τὸ δὲ ἐνώμων κατὰ συνεκδοχὴν εἰς τὰ τρία λάμβανε, εἴς τε τὸ ἀκμὰς, καὶ εἰς τὰς ῥήξεις, καὶ εἰς τὸ ἄκραν. Gu. Bar.
1257.
ἄκραν τε λαμπάδα: τουτέστι τὸ ἄκρον τοῦ πυρὸς ἐσκόπουν, ὃ καλεῖται κέρκος. οἱ δὲ τὴν καρδίαν, διὰ τὸ εἶναι πυρώδη καὶ θερμήν. Ἄλλως. τὴν οὐρὰν τοῦ ἱερείου· ἦν γὰρ καὶ δι’ αὐτῆς μαντεία· καμπτομένη γὰρ ὑπὸ τοῦ πυρὸς δυσχέρειαν ἐδήλου τοῦ πολέμου, ἁπλουμένη δὲ καὶ κάτω νεύουσα ἧτταν, ἀνατεινομένη δὲ εἰς ὕψος νίκην. οἱ δὲ ἄκραν λαμπάδα τὴν χολὴν λέγουσι τὴν ἐν τῷ ἥπατι. σημεῖον γάρ ἐστι μαντικὸν καὶ ἥττης καὶ νίκης. A.B.C. M.I.
ἣ δυοῖν: ἣ δύο πραγμάτων ὅρους ἔχει· εἰ μὲν ὀξὺ τὸ πῦρ ἔρχεται, νίκην δηλοῖ, εἰ δ’ εἰς πλατὺ, ἧτταν. C.