Scholia in Euripidis Orestem (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma)

Scholia in Euripidem

Scholia Euripidem. Scholia Graeca in Euripidis Tragoedias, Vol. 2. Dindorf, Wilhelm, editor. Oxford: Oxford University Press, 1863.

1554.―1681. Αἱ συστηματικαὶ αὗται περίοδοι στίχων εἰσὶν

ἰαμβικῶν τριμέτρων ἀκαταλήκτων ρκη′, ὧν τελευταῖος Μενέλαε, καὶ σοῖς, Λοξία, θεσπίσμασιν. ἐχρήσατο δὲ ἐνταῦθα ἰαμβικῷ διὰ τὸ λῆξαι Μενέλαον τοῦ δρόμου καὶ ἱστάμενον ποιεῖσθαι τοὺς λόγους. ἐπὶ ταῖς ἀποθέσεσι παράγραφος, καὶ ἐπὶ τῷ τέλει κορωνίς. Bar. 74.

1682.―1693. Ὁ ἐπίλογος οὗτος τοῦ δράματος ἐκ δύο συστημάτων σύγκειται. καὶ εἰσὶ τοῦ μὲν πρώτου συστήματος τὰ κῶλα ἀναπαιστικὰ θ′, ὧν τὰ μὲν η′ δίμετρα ἀκατάληκτα, τὸ δὲ θ′ καταληκτικὸν, ἤτοι ἑφθημιμερὲς παροιμιακὸν, τοῦ δευτέρου δὲ συστήματος τὰ κῶλα γ′· τὸ α′ ὅμοιον ἀναπαιστικὸν δίμετρον ἀκατάληκτον, τὸ δὲ β′ ἀναπαιστικὴ βάσις, τὸ δὲ τρίτον ὅμοιον ἑφθημιμερές. ἐπὶ τῷ τέλει τοῦ πρώτου παράγραφος, τοῦ δὲ δευτέρου κορωνὶς, ἡ περατοῦσα τὸ δρᾶμα.

1.

Ὀυκ ἔστιν οὐδὲν δεινόν
: ἐπειδὴ ἡ τοῦ πατρὸς αὐτῆς δυστυχία ὑπερῇρεν ἁπάσας, διὰ τοῦτο αὕτη γνωματευομένη ταῦτά φησι καθ’ αὑτήν. δείξει δὲ ὡς ἐξ ἀρχῆς τὸ γένος αὐτῆς συμφοραῖς ὑπέκειτο. Gu. I. ἵνα μὴ καθ’ ἕκαστον ἀπαριθμῆται τὰ συμβαίνοντα τοῖς ἀνθρώποις κακὰ, περιλαμβάνει διὰ τοῦ γενικοῦ ὀνόματος τοῦ δεινοῦ, διαιρουμένου εἰς πάθη καὶ συμφοράς. καὶ πάθη μέν ἐστι τὰ συμπίπτοντα τοῖς σώμασι νοσήματα, συμφοραὶ δὲ αἱ ἐπερχόμεναι τοῖς ἀνθρώποις θλίψεις. καὶ τὸ ὧδ’ εἰπεῖν ἔπος διὰ τοῦτ’ ἔφη, διότι καθολικῶς ἐξήνεγκεν. ἐπεὶ δὲ πάθος καὶ συμφορὰν εἴρηκε, προτιμᾷ τὸ θηλυκὸν τοῦ οὐδετέρου, ἀποδιδοὺς τὸ ἧς πρὸς τὸ συμφορά. γίνωσκε δὲ ὅτι, ὅταν εὑρεθῶσι δύο ὀνόματα, ἀρσενικὸν καὶ θηλυκὸν, μάλιστα μὲν τὸ ἀρσενικὸν προτιμᾶται τοῦ θηλυκοῦ, συμβαίνει δὲ ἔστιν ὅτε καὶ τὸ ἀνάπαλιν. ὁ αὐτὸς δὲ λόγος ἐστὶ καὶ ἐπὶ τῶν θηλυκῶν καὶ οὐδετέρων. ἀλλὰ μὴν καὶ τοῦτο πολλάκις γίνεται. κειμένου γὰρ ἀρσενικοῦ καὶ θηλυκοῦ καὶ οὐδετέρου ὀνόματος, ἀποδίδοται ἡ σύνταξις πρὸς τὸ οὐδέτερον, ὡς εἰς πρᾶγμα. Gu. I.

οὐκ ἔστιν οὐδὲν δεινόν
: τὸ δεινὸν ὄνομα γενικόν ἐστι, διαιρεῖται δὲ εἰς πάθος καὶ συμφοράν. καὶ πάθος μὲν λέγεται τὰ νοσήματα, συμφορὰ δὲ αἱ δυστυχίαι καὶ περιπέτειαι. A.I.