Scholia in Euripidis Orestem (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma)
Scholia in Euripidem
Scholia Euripidem. Scholia Graeca in Euripidis Tragoedias, Vol. 2. Dindorf, Wilhelm, editor. Oxford: Oxford University Press, 1863.
Πέλοψ ὅτε: Οἰνόμαος προέθηκε τῆς Ἱπποδαμείας, τῆς αὐτοῦ θυγατρὸς, γάμον τῷ κατὰ τὴν ἱππικὴν αὐτὸν νικῆσαι δυνησομένῳ. ἰδοῦσα δὲ τὸν Πέλοπα ἡ Ἱπποδάμεια ἠγάπησε, καὶ μελλόντων ἀγω νίζεσθαι Πέλοπος καὶ Οἰνομάου ὁ Μυρτίλος, ὃς ἦν ἡνίοχος τοῦ Οἰνομάου, ἐξ ὑποθήκης Ἱπποδαμείας ἐξέβαλεν ἀπὸ τῶν τροχῶν τοῦ τεθρίππου τοὺς σιδηρέους δεσμοὺς, καὶ οὕτως ἡττήθη ὁ Οἰνόμαος. εἶτα συναπῆρε μετὰ τοῦ Πέλοπος ἡ Ἱπποδάμεια, καὶ ὁ Μυρτίλος οὗτος διαβληθεὶς παρὰ τῆς Ἱπποδαμείας, ὡς ἐρῶν αὐτῆς, ἢ δεδιότος Πέλοπος μὴ καὶ αὐτὸν τὰ ὅμοια δράσῃ τῷ πενθερῷ, ἢ μὴ ἐξείπῃ ὡς αὐτὸς αὐτῷ αἴτιος τῆς νίκης ἐγένετο, συνελαύνων Πέλοπι παρὰ αἰγιαλοῖς ἐρρίφη ὑπ’ αὐτοῦ πρὸς τὴν θάλασσαν πλησίον Γεραιστοῦ, ἀκρωτηρίου Εὐβοίας, καὶ ἀποπνιγόμενος ηὔξατο Ἑρμῇ τῷ αὐτοῦ πατρὶ ἔριν ἐμβαλεῖν τῷ γένει Πέλοπος· ἥτις ἐγένετο ὕστερον Ἀτρεῖ καὶ Θυέστῃ περὶ τῆς ἀρχῆς. ἡ δὲ ἱστορία πᾶσα δεδήλωται πρόσθεν ἐν τῷ χορῷ τῷ ὁ μέγας ὄλβος. Gu.