Scholia in Euripidis Orestem (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma)
Scholia in Euripidem
Scholia Euripidem. Scholia Graeca in Euripidis Tragoedias, Vol. 2. Dindorf, Wilhelm, editor. Oxford: Oxford University Press, 1863.
981.―1000.
μόλοιμι τὰν οὐρανοῦ: εἴθ’ ἀπέλθοιμι εἰς τὴν πέτραν τὴν αἰωρουμένην μέσον τοῦ οὐρανοῦ καὶ τῆς χθονὸς, τὴν βῶλον λέγω τὴν δι’ ἁλύσεων χρυσῶν φερομένην ἐν στροφαῖς ἐξ Ὀλύμπου, ἤγουν ἐκ τοῦ οὐρανοῦ. Gr. μόλοιμι καὶ ἀνέλθοιμι εἰς τὴν πέτραν τὴν μέσον τοῦ οὐρανοῦ καὶ τῆς χθονὸς τεταμένην ἐν αἰωρήμασι καὶ ἐν κρεμάσμασιν ἐν ἀλύσεσι χρυσέαισι φερομένην καὶ κινουμένην ἐν δίναισι καὶ συστροφαῖς, βῶλον καὶ λίθον ἐξ Ὀλύμπου, ἵνα ἀνὰ τῷ γέροντι πατρὶ Ταντάλῳ βοήσω ἐν θρήνοις ἤτοι κλαήσω, ὃς ἔτεκε τοὺς γεννήτορας ἐμέθεν καὶ ἐμοῦ, ἤτοι τὸν Πέλοπα καὶ τοὺς ἐξ αὐτοῦ, οἵτινες τὸ δίωγμα καὶ τὸν δρόμον τῶν πώλων καὶ τῶν ἵππων τοῦ Οἰνομάου ἢ τοῦ Πέλοπος τὸ πτηνὸν καὶ τὸ ταχὺ ἐν τεθριπποβάμονι στόλῳ καὶ πορείᾳ κατεῖδον καὶ ἐθεάσαντο ἄτας καὶ συμφορὰς τῶν οἰκείων δόμων, ἤγουν οἷστισιν ἡ πρὸς Οἰνόμαον διφρεία Πέλοπος μεγάλων συμφορῶν γεγένηται, ὅτε ὁ Πέλοψ ἐν τοῖς πελάγεσι διεδίφρευσε καὶ ἐκ δίφρου ἔρριψε τὸν φόνον τοῦ Μυρτίλου δικὼν καὶ ῥίψας εἰς τὸ οἶδμα καὶ τὸ κῦμα τοῦ πόντου πρὸς ταῖς Γεραιστίαις πέτραις ταῖς λευκοκύμοσι καὶ ταῖς διὰ τῶν κυμάτων λευκαῖς γινομέναις, ἁρματεύσας καὶ ἐκ τοῦ ἄρματος ῥίψας ἐν ταῖς ἠϊόσι καὶ αἰγιαλοῖς τῶν ποντίων σάλων. ὅθεν, ἤγουν ἀπὸ τῆς ῥίψεως ταύτης, τὸ λόχευμα καὶ τὸ γέννημα τοῦ τόκου καὶ τοῦ υἱοῦ τῆς Μαιάδος, ἤτοι ὁ Μυρτίλος ὁ Ἑρμοῦ παῖς, ἦλθεν ἀρὰ πολύστονος τοῖς ἐμοῖς δόμοις, ὁπότε τὸ χρυσόμαλλον ὀλοὸν καὶ ὀλέθριον τέρας τῆς ἀρνὸς ἐγένετο ἐν τοῖς ποιμνίοις τοῦ Ἀτρέως τοῦ ἱπποβότα, τουτέστιν ὁπότε ἡ χρυσόμαλλος ὄϊς ἐδόθη τῷ Ἀτρεῖ τέρας, ὡς ἄξιος ἐστι τῆς ἀρχῆς ἐγκρατὴς γεγενῆσθαι. Gu.