Scholia in Euripidis Orestem (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma)

Scholia in Euripidem

Scholia Euripidem. Scholia Graeca in Euripidis Tragoedias, Vol. 2. Dindorf, Wilhelm, editor. Oxford: Oxford University Press, 1863.

3.

ἧς
: διὰ τί εἰρηκὼς ἔπος καὶ πάθος πρὸς τὸ θηλυκὸν τὰ ἑξῆς συνέταξε, φάσκων ἧς οὐκ ἂν ἄραιτ’ ἄχθος. φαμὲν οὖν ὅτι προτιμᾶται τοῦ οὐδετέρου τὸ θηλυκὸν καὶ διὰ τοῦτο πρὸς αὐτὸ ἐποίησε τὴν σύνταξιν. A. M. Fl. 33.

ἄχθος
: ἄχθος ἐπὶ σώματος, ἄχος ἐπὶ ψυχῆς. Fl. 6. 9. 17. 21. 34. 59. 76. Gr. βάρος. καὶ Ὅμηρος φησὶ τλητὸν γὰρ Μοῖραι θυμὸν θέσαν ἀνθρώποισιν. Gu.

4.―14.

ὁ γὰρ μακάριος
: προδιόρθωσις. Gu. ὁ γὰρ μακάριος Τάνταλος, ― καὶ οὐκ ὀνειδίζω τὰς τύχας, ― γεννηθεὶς, ὡς λέγουσιν, ἀπὸ τοῦ Διὸς, φοβούμενος τὴν πέτραν τὴν ὑπερκειμένην τῆς κεφαλῆς,
κρέμαται ἐν τῷ ἀέρι, καὶ δίδωσι ταύτην τὴν τιμωρίαν, ὡς μὲν λέγουσιν, ὅτι ἄνθρωπος ὢν, ἔχων ἀξίωμα κοινῆς τραπέζης ἴσον τοῖς θεοῖς, ἔσχε γλῶσσαν ἀκράτητον, νόσον αἰσχίστην καὶ χαλεπωτάτην. οὗτος ὁ Τάνταλος ἐγέννησε Πέλοπα, καὶ ἀπὸ τοῦδε ἔφυ ὁ Ἀτρεὺς, ᾧ Ἀτρεῖ ἡ Μοῖρα ἡ Κλωθὼ ξήνασα καὶ κατασκευάσασα, ἤτοι παρασχοῦσα, τὰ στέμματα καὶ τὴν βασιλείαν, ἐπέκλωσε, καὶ εἱμαρμένον ἐποίησε, θέσθαι καὶ ποιῆσαι ἔριν πόλεμόν τε τῷ Θυέστῃ, ὄντι συγγόνῳ καὶ ἀδελφῷ. I.

ὁ γὰρ μακάριος
: κατασκευὴν ποιούμενος ὁ ποιητὴς τῆς ἰδίας προτάσεως τῆς ὅτι πάντα φέρει τὰ δεινὰ ἡ ἀνθρωπότης ἐπιφέρει ὅτι καὶ αὐτοὶ οἱ μακάριοι καὶ ὄλβιοι δόξαντες ἄνθρωποι οὐκ ἄμοιροι συμφορῶν καὶ παθῶν γεγόνασιν. ἐξ ἑνὸς δὲ τοῦ Ταντάλου καὶ ἄλλους παραδηλοῖ. τὸν Τάνταλον δὲ καὶ οὐκ ἄλλον τῇ ὑποθέσει προείληφε διὰ τὸ ἐξ ἐκείνου τοῦ γένους καὶ τὸν Ὀρέστην κατάγεσθαι. A. μακάριον γὰρ αὐτὸν καλῶ, φησὶ, καὶ οὐ δυστυχῆ, ἵνα μὴ ὀνειδίσω αὐτῷ.