Scholia in Euripidis Orestem (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma)

Scholia in Euripidem

Scholia Euripidem. Scholia Graeca in Euripidis Tragoedias, Vol. 2. Dindorf, Wilhelm, editor. Oxford: Oxford University Press, 1863.

ἀναμετρήσασθαι
: ἐξαριθμῆσαι, καταλέξαι, εἰπεῖν. Gu. ἀναλαβεῖν καὶ διηγήσασθαι. Gu.

15.―27.

ἔδαισε δ’ οὖν νιν
: εὐώχησεν αὐτὸν τὸν Θυέστην ὁ Ἀτρεὺς, τὰ τέκνα αὐτοῦ δηλονότι ἀποκτείνας. ἀπὸ τοῦ Ἀτρέως δὲ ―τὰς γὰρ ἐν μέσῳ δυστυχίας σιγῶ, ― ἔφυ ὁ κλεινὸς Ἀγαμέμνων, κλεινὸς μὲν, ὡς ὑπὲρ τῆς Ἑλλάδος εἰς Τροίαν στρατεύσας· εἰ δὴ κλεινὸς, ὡς ἀθλίως ἀποθανὼν καὶ τὴν τῆς γυναικὸς ὑποστὰς μοιχείαν, ὁ Μενέλεώς τε ἀπὸ μητρὸς Κρητικῆς τῆς Ἀερόπης. εἰς γυναῖκα δὲ ἔλαβεν ὁ μὲν Μενέλαος τὴν Ἑλένην, τὴν μισουμένην ὑπὸ τῶν θεῶν, ὁ δὲ Ἀγαμέμνων ὁ ἄναξ τὸ λέχος τῆς Κλυταιμνήστρας (περιφραστικὼς ἀντὶ τοῦ τὴν Κλυταιμνήστραν) τὸ ἐπίσημον καὶ διάδηλον, διὰ τὸν φόνον δηλονότι, εἰς Ἕλληνας· ᾧ Ἀγαμέμνονι παρθένοι μὲν τρεῖς ἐγεννήθημεν ἐκ μιᾶς ἀνοσιωτάτης μητρὸς, Χρυσόθεμις, Ἰφιγένεια, καὶ ἐγὼ ἡ Ἠλέκτρα, ἄρσην τε Ὀρέστης· ἥτις Κλυταιμνήστρα περιβαλοῦσα καὶ περικρύψασα τὸν ἄνδρα ἐν ἱματίῳ κυκλοτερεῖ, μὴ ἔχοντι διέξοδον, ἔκτεινεν· ὧν δὲ χάριν, ἔκτεινε δηλονότι, οὐ καλόν ἐστι παρθένῳ λέγειν, τουτέστιν ἐμοὶ τῇ παρθένῳ· ἀφίημι τοῦτο ἀσαφὲς καὶ ἄρρητον σκοπεῖσθαι ἐν τῷ δήμῳ. I.

15.

ἔδαισε
: ἐδείπνησεν. C. M. ἐπειδὴ μετὰ τὸ ψωμισθῆναι τὰ τέκνα τὸν Θυέστην ἐχρήσθη ἐν τῇ Πυθίᾳ ἐρωτῶν πῶς τιμωρήσαιτο τὸν ἀδελφὸν μιγῆναι τῇ θυγατρὶ Πελοπείᾳ καὶ τὸν ἐκ ταύτης τεχθησόμενον δεινὰ κατεργάσασθαι τοὺς Ἀτρείδας. οὗτος δ’ ἦν Αἴγισθος.
A.B. C. Fl. 10. 33. καὶ ἔθρεψεν αὐτὸν, ἐδείπνισε τὰ τέκνα αὐτοῦ καὶ αὐτὸν τὸν Θυέστην, ἔδωκεν αὐτῷ ἑστιᾶσαι τὰ ἑαυτοῦ τέκνα καὶ ἑστίασιν. Fl. 21.

16.

τὰς γὰρ ἐν μέσῳ
: ἐπεὶ κακῆς πράξεως ὑπεμνήσθη, διὰ τοῦτο οὐκ εἶπεν ὁ πάππος ὁ ἐμὸς, ἀλλ’ Ἀτρεύς. C.M. ἤγουν τὰ συμβάντα πρὸς ἀλλήλους κακὰ, καὶ τὴν τῆς γυναικὸς αὐτοῦ πρὸς Θυέστην μοιχείαν, καὶ ὅτι διὰ τοῦτο κατὰ θαλάσσης ταύτην ἀφῆκεν. Bar. Gu. ἐν μέσῳ τύχας λέγει τὴν μίξιν τοῦ Θυέστου τὴν μετὰ τῆς αὐτοῦ θυγατρὸς Πελοπείας, ἀφ’ ἧς ἔτεκε τὸν Αἴγισθον τὸν μοιχὸν τῆς Κλυταιμνήστρας. Fl. 59. τὴν μοιχείαν Ἀερόπης αἰνίττεται, ἢ τὴν γυναῖκα Πλεισθένους, ὃν ἀνεῖλεν Θυέστης. Fl. 10.